1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

3

καὶ πρὸς τὸν ἴδιον ποιητὴν ἐπανάγοντας, καὶ τῆς ἀθεΐας τὸν σκότον τοῖς τοῦ πνεύματος ἀμαρύγμασιν διαλύοντας, καὶ τὴν πλάνην ἐξαφανίζοντας, καὶ θεογνωσίαν διδάσκοντας. Ἐντεῦθεν ὥσπερ πολυξύλου, καὶ ἀμφιλαφεστάτης ὕλης πῦρ ἐπιδραξάμενον, τάχιστα εἰς ἐπηρμένην φλόγα ἐπαίρεται, καὶ εἰς τὰ προσεχῆ μεταβατικῶς διαδίδοται· καὶ τὴν λαμπηδόνα, καὶ ἐνέργειαν οὐκ ἐν τῷ παραβύστῳ κατέχειν δύναται, ἀλλ' ἔκδηλον ἅπασι, καὶ τοῖς μακρὰν ἀπῳκισμένοις καθίστησιν. Οὕτως δὴ λοιπὸν καὶ τὸ θεῖον πῦρ, ὃ βαλεῖν ἐπὶ τῆς γῆς, ὁ τῆς γῆς ἄνωθεν καταπεφοίτηκε Κύριος, τὸ ἀναλωτικὸν ἁπάσης ἁμαρτίας, καὶ μοχθηρᾶς, καὶ ὑλώδους ἕξεώς τε, καὶ διαθέσεως διὰ τῶν ἀποστόλων, καὶ τῶν τούτων διαδόχων, εἰς τὰς ἀνθρωπίνας διαβαῖνον ψυχάς. Καὶ τὰς μὲν, ὅσαι λεῖαί τε ἦσαν, καὶ ἁπαλαὶ, καὶ πρὸς ἀνάπλασιν ἐπιτήδειαι, καὶ τὸν ἑαυτῶν ποιητὴν καὶ λυτρωτὴν ἐκ τῆς συνεχούσης αἰχμαλωσίας ἐπιποθοῦσαι, καὶ ἀναμένουσαι, αὐτίκα τῆς τῶν ἁμαρτημάτων κηλίδος ἀποσμῆχον, καὶ ἀνακαθαῖρον, θεοειδεῖς, καὶ φωτεινὰς, καὶ λαμπρὰς ἀπετόρνευσεν· τοὺς δέ γε κατὰ βάθος δεδεγμένους τὴν τῆς ἀσεβείας ἑκουσίως ποιότητα, καὶ νυκτερίδων δίκην μήτε τοῦ ἡλίου λάμψαντος τὸ φέγγος τοῖς ἑαυτῶν ὀφθαλμοῖς βουλομένους εἰσδέχεσθαι, ἀλλ' ἐν σκότει διάγειν, καὶ τῷ βορβόρῳ ἐγκαλινδεῖσθαι διηνεκῶς προαιρουμένους, τῷ τελευταίῳ τῆς γεέννης πυρὶ παρέπεμπεν, ὡς ἀνίατα νοσεῖν ἐθελουσίως ποθήσαντας. ϛʹ. Ἀλλ' οὐ τοιαύτη τῆς πανευφήμου μάρτυρος Βαρβάρας ἡ πανίερος καὶ καθαρωτάτη ψυχὴ, δεδεγμένη δὲ μᾶλλον τὴν αἴγλην τῆς πίστεως, καὶ τὸ φῶς τῷ ζόφῳ συγκρίνασα, καὶ τὸ ἀσύγκριτον ὅσον ὑπεροχικῶς ἰδοῦσα, κεκτημένη τὴν θείαν ἐπίγνωσιν πρὸς τὴν τῷ βδελυγμάτων πλάνην καὶ σκότασιν, 96.789 εὐθὺς ὥσπερ γῆ καλή τε καὶ πίων, τὸν οὐράνιον σπόρον ἁρπάσασα, καὶ ἐπιμελῶς τῇ ἐργασίᾳ τῶν ἐντολῶν γεωργήσασα, ἐκαρποφόρησεν εἰς τριάκοντα, καὶ εἰς ἑξήκοντα, καὶ εἰς ἑκατὸν, ἀναβάσεις ἐν τῇ καρδίᾳ τιθεμένη, καὶ πρὸς ἀρετῶν προβαίνουσα τελειότητα. Πέρας δὴ οὖν, τὸ προφητικὸν ἐδέξατο λόγιον, Καὶ πλησθήσεται, φάσκον, πᾶσα ἡ γῆ τοῦ γνῶναι τὸν Κύριον, ὡς ὕδωρ πολὺ καλύπτον θαλάσσας· τῶν ἐθνῶν δηλαδὴ τὰ συστήματα, θαλάσσας τροπικῶς τῆς προφητικῶς προσαγορευούσης χάριτος. Ἀλλ' οὐκ ἤνεγκεν ὁ μισάγαθος καὶ φιλοπόνηρος δαίμων τῶν σωζομένων τὴν πληθὺν ὁρᾷν ὁσημέραι προκόπτουσαν. Ὁ γὰρ ἐν ἀρχῇ τὸν Ἀδὰμ μετὰ τῆς συζύγου βασκήνας τῆς ἐν παραδείσῳ διαγωγῆς, σχολῇ γε ἂν ἐκαρτέρει τὰς ἀναριθμήτους μυριάδας, οὐκ εἰς παράδεισον αἰσθητὸν καὶ ἐπίγειον, ἀλλ' εἰς οὐρανὸν, ἀφ' οὗπερ αὐτὸς ὡς σιδήρεος βόλος ἐξέῤῥιπται, διὰ πίστεως τῆς εἰς Χριστὸν θεώμενος ἀναβαίνοντας. Ἐξαιτεῖται τοίνυν τὴν πεῖραν ὁ πειραστής· οὐ γὰρ ἔχει μὴ λαμβάνων κατ' οὐδενὸς τὴν ἐξουσίαν· ἀλλ' ὥσπερ πάλαι ἀκηκοὼς τοῦ Θεοῦ τῷ ἰδίῳ ἐγκαυχωμένου θεράποντι, καὶ φάσκοντος, Προσέσχες τῇ διανοίᾳ σου τῷ θεράποντί μου Ἰὼβ, ὅτι οὐκ ἔστιν κατ' αὐτὸν ἄνθρωπος ἐπὶ τῆς γῆς, ἄκακος, δίκαιος, ἀληθινὸς, θεοσεβὴς, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος; Εὐθὺς ἐκεῖνος τῷ φθόνῳ πληγεὶς, ἀπεκρίνατο, Μὴ δωρεὰν Ἰὼβ τὸν Κύριον σέβεται, κ. τ. ε. Ἀλλ' ἀπόστειλόν με, ἵνα ἅψωμαι τῶν σαρκῶν αὐτοῦ, εἰ μὴ εἰς πρόσωπον εὐλογεῖ. Εἶτα βουλόμενος πᾶσιν ἀποδεῖξαι τὸν ἴδιον θεράποντα ὁ Θεὸς, καὶ ἐν τοῖς ἐσχάτοις κινδύνοις στεῤῥὸν καὶ ἀνάλωτον, τούτῳ τὴν αἴτησιν δίδωσιν, ἵνα μὴ δόξῃ ὡς ἔτυχεν εἰρῆσθαι ἡ καύχησις. Οὕτω καὶ τότε, ἀκηκοὼς ὁ παμπόνηρος τοῦ Κυρίου περὶ τῆς Ἐκκλησίας ἐγκωμιαστικῶς ἀποφαινομένου, Καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς, πύλας ᾅδου τὰς παντοίας τῶν κολάσεων ἰδέας εἰς ᾅδην καὶ θάνατον ὠθούσας, καὶ καταγούσας ὀνομάζοντος, ἐξαιτεῖται πάλιν ἀναιδῶς τὴν πεῖραν Καὶ δὴ λαβὼν τὴν ἐξουσίαν, ὄργανα λοιπὸν τῆς ἀσεβείας μεστὰ, καὶ αὐτῷ τῇ τοῦ τρόπου παρισουμένους ὠμότητι