1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

11

στόματι. Χαῖρε, ἡ τὸν ἕνα τῆς ἁγίας Τριάδος διὰ τὴν ἡμετέραν ἐνανθρωπήσαντα σωτηρίαν, ἐν παῤῥησίᾳ κηρύξασα. Χαῖρε, ἡ πλοῦτον καὶ τρυφὴν, καὶ σηρῶν νημάτων ὑφάσματα, καὶ λίθων πολυτιμήτων, καὶ μαργαρίτων χρυσοκολλήτων, καὶ πᾶσαν σωματικὴν εὐκοσμίαν καὶ ὡραιότητα, καὶ τῶν ἐπιγείων τερπνοτήτων ἀπόλαυσιν διαπτύσασα, καὶ τούτων ἀνταλλαξαμένη αἰώνια ἀγαθὰ καὶ ἀκήρατα, τὰ ὀμμάτων ὅρασιν, καὶ ὤτων ἀκοὴν, καὶ πᾶσαν αἴσθησίν τε καὶ νόησιν ὑπεραίροντα. Χαῖρε, ἡ τὸ τῆς ἡλικίας τρυφερὸν, καὶ τὸ τοῦ θήλεως ἀσθενὲς γεννικῶς καὶ ἀνδρικῶς στερεώσασα συντόνῳ φρονήματι. Χαῖρε, ἡ πρὸς τοὺς τῶν κολάσεων αἰκισμοὺς μὴ δειλανδρήσασα, θαρσαλέως δὲ μᾶλλον ἑαυτὴν ἐπιδοῦσα παντοίοις βασανιστηρίων εἴδεσι καὶ στρεβλώσεσι. Χαῖρε, ἡ ἐν σαρκὶ διατρίβουσα, Χριστοῦ τὴν δόξαν ἰδεῖν ἠξιωμένη, ὡς ἐν τῷ ὄρει τῶν μαθητῶν οἱ πρόκριτοι, σὺν Ἠλίᾳ καὶ Μωσῇ τεθεαμένοι, προσηκόντως ἐμακαρίσθησαν. Χαῖρε, ἡ τῶν μαστίγων τὰς ἀλγηδόνας, καὶ σιδήρων καταξέσεις, καὶ τραχυτάτων τριχίνων ὑφασμάτων ἐκτρίψεις, καὶ αἱμάτων ῥοὰς, καὶ πυρὸς φλογισμοὺς, καὶ μελῶν ἐκτομὰς, καὶ γυμνὴν ἐκπόμπευσιν, καὶ κεφαλῆς καὶ ζωῆς ὑφαίρεσιν διὰ Χριστὸν ὑπομείνασα, ἵνα τὸ σῶμα λοιπὸν λάβῃς ἀθάνατον, ἀφθαρσίας μαρμαρυγὰς ἀπαστράπτον, καὶ δόξης ἠμφιεσμένον στολὴν ἄφραστον καὶ ἀνεκλάλητον. κʹ. Σὲ δικαίως τῆς καρτερίας ἐθαύμασαν ἄνθρωποι, ἄγγελοι δὲ εἰκότως τὴν ἄθλησιν ἐκρότησάν τε 96.809 καὶ ὕμνησαν, οἱ δὲ δαίμονες, τὴν σὴν ὑμνῳδίαν τε καὶ ἔνστασιν ἔφριξαν, καὶ αἰσχύνην, καὶ ὄνειδος αἰώνιον ἠμφιάσαντο. Ὡς τὸ θηλυκὸν καὶ γυναικεῖον φύλον ἐγκαλλωπίζεται, καὶ σεμνύνεται, καὶ πρὸς εὐανδρίαν τοῖς σοῖς ἄθλοις θαρσοποιεῖται, καὶ ἐπαλείφεται! Ἐν σοὶ προσφόρως ἡ προμήτωρ ἐγκαυχᾶται, καὶ γέγηθεν, ὡς θυγάτριον κτησαμένη, τὸν ἐκείνην καταπαλαίσαντα ἀντίπαλον δράκοντα αὖθις ἀναπαλαῖσαν, καὶ ἀνατρέψαν, καὶ τὴν νίκην ἀνακαλεσάμενον, καὶ λαμπρὰ κατ' αὐτοῦ ἀράμενον τρόπαια. Σὲ ἡ τῶν ἁγίων ἁγία Θεοτόκος καὶ προμήτωρ, παρθένος καὶ Θεομήτωρ, ἡ τὸ θῆλυ μὲν γένος πρώτη καὶ μόνη δοξάσασα, πάντων δὲ ἀῤῥένων καὶ θηλύων, οὐρανίων τε καὶ ἐπιγείων ἀνάσσουσα, ὡς τοῦ πάντων δεσπόζοντος μήτηρ χρηματίσασα, ἐν γυναικείῳ καὶ μειρακίῳ σαρκίῳ, τὸν εἰς τὰ ἄμετρα καυχώμενον, καὶ τὴν θάλασσαν ἐξαλείφειν, καὶ τὴν οἰκουμένην ὡς νοσσιὰν περιδράττεσθαι φρυαττόμενον, καταβαλοῦσαν ἰδοῦσα, καὶ κατακράτος καταπατήσασαν. Καὶ ταῖς ἀρεταῖς τερφθεῖσα, ὠλέναις προλαβοῦσα, πλησίον ἐκάθισε καὶ καθίδρυσεν, καὶ τῆς ἀνωτάτω τιμῆς καὶ παῤῥησίας μετέδωκεν, καὶ τῷ βασιλικῷ θρόνῳ ἐνεφάνισεν καὶ παρέστησεν. καʹ. Ἅπας οὖν ἐπὶ σοὶ λόγος ἐγκωμιαστικὸς κατευγλωττισμένος καὶ περιττὸς ἰλιγγιᾷ, καὶ δεδοικὼς προσιέναι, συστέλλεται. Ὑμνεῖν γὰρ προσφυῶς ἀδρανὴς, πανύμνητε, καὶ ἀξιέπαινε, ἂν εἴη τῶν ἀξιαγάστων σου ἀρετῶν τὰ ὑπερφυῆ προτερήματα. Τέχνη μὲν γὰρ ῥητορικῆς εὐγλωττίας, δι' εὐστρόφου ῥημάτων συνθήκης, καὶ κεκομψευμένης καὶ τροχαλῆς πειθανότητος κάλλος σωματικὸν ἐπαινεῖν, καὶ σαρκικὴν ὡραιότητα, ἥτις ἐκ μελῶν συμμετρίας μετ' εὐχροίας συνέστησεν. Πρὸς δὲ καὶ ῥώμην πολλάκις, εὐπάθειάν τε καὶ θνητῆς εὐγενείας σεμνότητα, περιφανές τε, εἰ τύχοι, ἀξίωμα, καὶ τὸ τῆς πατρίδος ἐπίσημον, καὶ πλούτου δαψιλείαν ῥέουσάν τε καὶ ὀλισθαίνουσαν, καὶ εὐχερῶς μεταπίπτουσαν. Ἅπερ ἅμα συνδεδραμηκότα τῷ λόγῳ ὑποκεῖσθαι πρὸς εὐφημίαν, δυσπόριστόν τε καὶ ἐργωδέστατον· πλὴν ἅπαντα ὅσα κατ' εἶδος ὁ λόγος διεστείλατο, καὶ κατέλεξεν, ὡς ἄνθος χόρτου μαραινόμενον καὶ φθειρόμενον, καὶ ὡς χρηστῶν ὀνείρων ἀπατηλὴ καὶ φασματώδης ὄψις, ἅμα φαινομένη καὶ παρατρέχουσα, θᾶττον καὶ ἐν βραχεῖ ἔσθ' ὅτε καὶ τῷ χρόνῳ καταλυόμενά τε καὶ