1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

12

ἀλλοιούμενα, συγκαταλύει καταλλήλως καὶ ἀκολούθως τῶν ἐγκωμίων τὴν ἐκπεπονημένην ἁρμονίαν καὶ σύμπλεξιν. Σοὶ δὲ, ὦ παρθένε σεμνὴ καὶ σώφρων, καὶ μάρτυς τροπαιοφόρε τε καὶ ἀήττητε, εὑρήσει μὲν ὁ λόγος εὐπορώτατα καὶ ἀκμητὶ ἄρδην σεσωρευμένα, καὶ συμπεφορημένα, ἃ νῦν κατωνόμασται, καὶ θαυμάζουσι, καὶ μακαρίζουσιν ἄνθρωποι, καὶ ἀξιόδηλα τίθενται· οὐ μὴν δὲ ἀπολλύμενα καὶ λυόμενα, καὶ τοὺς ἐπαίνους εἰκῆ χωρεῖν εἰς ἀέρα παρασκευάζοντα. Ἡ γὰρ τῆς σῆς θειώδους ψυχῆς ἀρετὴ, καὶ ἡ πρὸς τὸν Κτίστην οἰκείωσις, συνέσφιγξέ σοι καὶ συνετήρησε, καὶ τὰ προσόντα καλὰ καὶ ἐγκόσμια, καὶ τῇ μνήμῃ ἀνεπίληστα, καὶ τῷ παντὶ αἰῶνι συνδολιχεύειν πεποίηκε· 96.812 μᾶλλον δὲ καὶ ὑπερεπλασίασε καὶ ὑπερηύξησεν· Τοῦ γὰρ πιστοῦ, ὅλος ὁ κόσμος τῶν χρημάτων, τοῦ δὲ ἀπίστου, οὐδὲ εἷς ὀβολὸς, τὸ γραφικὸν ἀπεφήνατο λόγιον. Τὰ ἐνεστῶτα γὰρ, καὶ τὰ μέλλοντα, καὶ πάντων ὧν ὁ σὸς δεσπόζει νυμφίος, σοὶ εἰς προῖκα κεχάρισται καὶ δεδώρηται. κβʹ. Ἐπεὶ δὲ τοίνυν ἀμφοτέρωθεν κατὰ τῶν ἀνθρωπίνων ἐπαίνων τὰ νικητήρια κέκτησαι, τῇ τε τοῦ κοσμικοῦ βίου φανότητι, καὶ τῇ τῶν κατὰ ψυχὴν πλεονεκτημάτων λαμπρότητι, ἅπερ ἄμφω τῇ τοῦ μαρτυρίου κατήστραψας καὶ κατηγλάϊσας στεῤῥότητι, ἄπιθι χαίρουσα πρὸς οὐρανίους ὑμνοπόλους σκηνὰς, καταλείψασα ἐκ σαρκίνης προφερομένους γλώττης ἐκτετορνευμένους λόγους, καὶ τὴν ἧτταν φωνῇ καθομολογοῦντας. Εἰ γὰρ ὑπὲρ ἄνθρωπον τῶν ἀριστευμάτων ἡ εὐδοκίμησις, πῶς οὐχ ὑπὲρ ἔννοιαν ἀνθρωπίνην ὁ πρόσφορος ἔπαινος; Ἄπιθι τοίνυν, σεμνὴ καλλιπαρθένε, τῶν ὑπερκοσμίων γερῶν ἀπολαύουσα. Ἄπιθι, ἔνθα λόγος σιγᾷ, τῶν ὑπὲρ λόγον τὴν δόξαν διεξοδικῶς εἰπεῖν οὐ δυνάμενος. Ἄπιθι τῶν ὑπὲρ ἐνθύμησιν ἀγαθῶν ἡδονῆς τῆς ἀκράτου μεθέξουσα, ἔνθα νόησις ἅπασα ἐκ τῶν μερικῶν φαντασμάτων τὴν γνῶσιν ἀθροίζουσα ἀργεῖ καὶ σχολάζει ἁπλῶς, τοῦ νοῦ αἰωνίως τοῖς ὑπερφυέσι καὶ νοητοῖς ἐπιβάλλοντος. Ἄπιθι, ἔνθα τῶν αἰσθητῶν καὶ αἰσθήσεων ἡ πολυσχιδὴς ἀπάτη, καὶ περιφορὰ πέπαυταί τε καὶ κατήργηται. Ἀπόλαβέ σου τὰ νικητικὰ βραβεῖα, καὶ ὑπέρλαμπρα γέρα καὶ ἔπαθλα. Ἀπόλαβέ σου τῶν ἐν τοῖς σκάμμασιν ἱδρώτων καὶ πόνων τὴν καθήκουσαν ἀνάπαυλαν καὶ ἀνάψυξιν. Ἀπόλαβέ σου τὰ ἐποφειλόμενα τοῖς διὰ Χριστὸν ἀθλήσασι καὶ ἀθλοῦσιν νικηφόρα στέμματα, καὶ μαρτυρικὰ διαδήματα. Ἀπόλαυε τῆς τοῦ Νυμφίου ἀνεκφράστου καὶ ἀνεννοήτου ἀγλαΐας καὶ ὡραιότητος. Ἀπόλαυε τῆς ἐν τῷ ὑπερουρανίῳ νυμφῶνι ἀποῤῥήτου καὶ μυστικῆς ὁμιλίας καὶ συναφείας, ἧς ὄντως οὐδὲν ὀλβιώτερον καὶ μακαριώτερον πέφυκεν. Οὐδέν σοι τῶν ὑπερλίαν εὐδοκιμηκότων ἀνδραγαθημάτων, τῶν λαμπαδηφόρων παρθένων, ὦ νύμφη Χριστοῦ, πρὸς εὔκλειαν ἀπολέλειπται, ὡς ὑπεράγαν τὸν νυμφίον Χριστὸν ἀγαπήσασα, καὶ τούτου καταθελχθεῖσα ἔρωτι. ∆ι' οὗ οὐ μόνον ἅπαντα λελόγισαι σκύβαλα, ἀλλὰ καὶ τῆς ἰδίας ζωῆς καὶ ψυχῆς τὸν ποθούμενον προτετίμηκας. Ὡς λίαν ἐννόμως τὸν καλὸν ἀγῶνα ἠγώνισαι, καὶ τὴν πίστιν τετήρηκας ἄτρεπτον, ἐν καιροῖς τρεπτοῖς τε καὶ κινδυνώδεσι! Ὡς λίαν ἀπροσκόπτως καὶ ἀνεμποδίστως τὸν δρόμον τῆς εὐσεβείας τετέλεκας! Ὡς λίαν ἀλγεινὰ καὶ ὀδυνηρὰ, καὶ ὑπὲρ δύναμιν βροτείαν ὑπέστης τὰ ἐπενεχθέντα σοι διὰ τὴν εἰς Χριστὸν ἀγάπην βασανιστήρια ὁλοψύχως καὶ προθυμότατα. Τοιγάρτοι καὶ ὁ τῆς δικαιοσύνης σοι ἀπόκειται στέφανος, ὅνπερ ἀξίως ἀναδησαμένη, ἐν τοῖς ἐπουρανίοις κατέστεψαι. Ἀλλ' οὐδ' ἐνταῦθα, κατέλιπέν σε Χριστὸς ἀγέραστον. Ζῶ γὰρ ἐγὼ, φησὶν, ἀλλὰ τοὺς δοξάζοντάς με δοξάσω. ∆ιότι, καθὼς ἐπήγγελται, ἐν τῷ σῷ κολύμβῳ, ἔνθα καὶ τὰ τίμιά σου λείψανα 96.813 τοῖς πιστοῖς προσπελάζουσιν, ὑπὲρ νάματα βρύει τὰ τῶν παντοδαπῶν ἀῤῥωστημάτων ἰάματα, καὶ τῶν ἕλκεσι λοιμικοῖς, ἢ ἑτέρᾳ νόσῳ καμνόντων, καὶ ἑτέροις μώλωψι κατατρυχομένων τὰ σώματα, τῶν