1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

9

ᾐσχύνοντο, ἡνίκα δὲ διὰ τῆς παρακοῆς τὰ πάθη ἐν αὐτοῖς ἐκινήθησαν, ἀσχημονεῖν 96.804 ὑπελάμβανον, εἰ μὴ φύλλα συκῆς ἑαυτὴν τὴν γύμνωσιν περιέστειλαν· οὕτως καὶ ἡ παρθένος αὕτη, εἰς ἐκείνην ἐπανελθοῦσα τὴν πρὸ τῆς παραβάσεως, ἁμαρτίας κατάστασιν, τὴν αἰσχύνην τοῖς λοιποῖς συναπημφιάσατο πάθεσιν. Ἀλλ' ὅμως ἵνα μὴ οἱ μιαροὶ τὸ πανίερον αὐτῆς ἀπερικάλυπτον περιπολεῦον σῶμα θεώμενοι, καταγελᾷν δόξωσιν, ἀτενίσασα εἰς τὸν οὐρανὸν εἶπεν· «Κύριε ὁ Θεὸς, ὁ περιβάλλων τὸν οὐρανὸν ἐν νεφέλαις, σκέπασόν μου τὸ διὰ σὲ γεγυμνωμένον σῶμα, ἵνα μὴ ὁρᾶται ὑπὸ τῶν ἀσεβῶν τούτων. Καὶ ταῦτα εἰπούσης αὐτῆς, ἀποστείλας ὁ Κύριος ἄγγελον, στολῇ λευκῇ αὐτὴν περιεκάλυψεν· καὶ περιείη καθάπερ νύμφη κεκοσμημένη καὶ κεκαλλωπισμένη, ἐκ τοῦ πατρικοῦ δόμου ἐπὶ τὴν εὐτρεπισμένην νυμφικὴν παστάδα, περιαγομένη τε καὶ δορυφορουμένη καὶ πομπεύουσα, τῷ μαρτυρικῷ κατεστεμμένη τε διαδήματι, καὶ τοῖς ὑπὲρ Χριστοῦ ἀθλητικοῖς στίγμασι, καὶ τῇ τοῦ αἵματος πορφυρίδι σεμνυνομένη, καὶ διαπρέπουσα ὑπὲρ πᾶσαν μαργαριτῶν, σμαράγδων τε καὶ ὑακίνθων, καὶ πολυτίμων λίθων, χρυσῶν τε ἀποπεπλεγμένων φανότητα. Ὢ τοῦ θαύματος! οἱ ἐμπαθεῖς, καὶ φιλήδονοι, ἀναιδεῖς τε καὶ λίαν ἀναίσχυντοι, ὁλογύμνους τὰς διὰ Χριστὸν ἀθλούσας περιΐστανον μάρτυρας, ἵνα ταύτας, ὡς ᾤοντο, θριαμβεύσωσιν, ἅμα δὲ, καὶ τὴν ἀκόλαστον αὐτῶν ὅρασιν ἐμπαθῶς ἑστιάσωσιν. Ὁ δὲ Χριστὸς χάριτος περιβολῇ ὅλην περιστείλας τὴν οἰκείαν ἀθλήτριαν, τὴν θέαν τοῖς αἰσχροῖς, καὶ ἀσελγέσι, καὶ μυσαροῖς διετείχισεν, καὶ ἄπρακτον αὐτῶν τὴν ἐπίνοιαν δέδειχεν, καὶ τῆς προσδοκίας παρέσφηλεν. ιζʹ. Περιαγαγόντες δὲ αὐτὴν πᾶσαν ἐκείνην τὴν περίχωρον, ἤγαγον ἐπί τινα κώμην, ἔνθα καὶ τὸν ἡγεμόνα κατέλαβον. Ἀπορήσας οὖν ὁ ἡγεμὼν τὸ τί πάλιν ποιήσειεν· πᾶσα γὰρ αὐτοῦ ἡ ἐπίνοια ἀνήνυτος καὶ ἀνόνητος ἀπεδείκνυτο, καὶ τῶν ἐλπίδων ἐξέπιπτεν· ἀπόφασιν κατὰ τῆς πολυάθλου μάρτυρος ἐξενήνοχεν, κεφαλικῆς τιμωρίας ὑπομεῖναι περαίωσιν. Τότε ὁ ταύτης πατὴρ θυμοῦ πολλοῦ πλησθεὶς, καὶ ζήλου σατανικοῦ, καὶ αὐτὸν ἐγκυμονήσας τὸν ἀπ' ἀρχῆς ἀνθρωποκτόνον διάβολον, ἵνα τελείαν δόξῃ λατρείαν προσενέγκαι τοῖς ὑπ' αὐτοῦ θεραπευομένοις εἰδώλοις καὶ βδελύγμασιν, μᾶλλον δὲ τοῖς δι' ἐκείνων ἐνεργοῦσι τῆς πονηρίας πνεύμασί τε καὶ δαίμοσι, ξίφος σπασάμενος, ἀνέλαβεν αὐτὴν ἐπὶ τὸ ὄρος, αὐτόχειρ καὶ αὐτουργὸς τῆς μιαιφονίας γενέσθαι ἐπιθυμῶν καὶ ἐφιέμενος. Περιχαρῶς δὲ ἡ καλὴ καὶ τελεία περιστερὰ τὴν ὑπὲρ Χριστοῦ δεχομένη σφαγὴν, εἰς προσευχὴν καὶ ἱκεσίαν ἐτρέπετο. Ἔσπευδεν γὰρ ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως, καὶ πρὸς τὴν εἰς οὐρανὸν ἠπείγετο μεταρσίαν ἀνάβασιν. Οὐδὲν δὲ κωλύει αὐτῶν τῆς εὐχῆς τῶν ῥημάτων ἐπακοῦσαι τῆς μάρτυρος, ἵνα δι' αὐτῶν τὴν ἀκοὴν ἁγιάσωμεν. «Ἄναρχε, ἀχειροποίητε μαρτύρων στέφανε, Κύριε Ἰησοῦ Χριστὲ, ὁ τὸν οὐρανὸν ἐκτείνας, καὶ τὴν γῆν θεμελιώσας· ὁ τὰς ἀβύσσους συγκλείσας, καὶ τὴν θάλασσαν τειχίσας· ὁ προστάξας τὰς ὀμβροτόκους νεφέλας βρέχειν ἐπὶ πονηροὺς καὶ ἀγαθούς· ὁ 96.805 ἐπὶ θαλάσσης περιπατήσας ὡς ἐπ' ἐδάφους, καὶ τοὺς πόδας μὴ βρέξας· ὁ ἐπιτιμήσας τῷ ἀνέμῳ καὶ τῇ θαλάσσῃ, καὶ εἰς γαλήνην μεταβαλών· πάντα γὰρ ὑπακούει, Κύριέ μου Ἰησοῦ Χριστὲ, τῷ σῷ προστάγματι, ὅτι ποιήματά σού ἐστιν· Παράσχου μοι, Κύριε, τὴν αἴτησιν ταύτην, καὶ δὸς τῇ δούλῃ σου χάριν, ἵνα ὅστις μνημονεύῃ μου ἐν τῷ ὀνόματί σου τῷ ἁγίῳ, καὶ ποιῇ τὴν μνήμην τῶν ἡμερῶν τῆς μαρτυρίας μου, Κύριε, μὴ μνησθῇς τῶν ἁμαρτιῶν αὐτῶν ἐν ἡμέρᾳ κρίσεως, ἀλλ' ἵλεως γενοῦ αὐτοῖς. Γινώσκεις γὰρ, Κύριε, ὅτι σὰρξ καὶ αἷμά ἐσμεν, ποίημα τῶν ἀχράντων χειρῶν σου.» Καὶ ἀναπεμψάσης αὐτῆς τὸ, Ἀμὴν, πάλιν προσηύξατο, λέγουσα· «Κύριε ὁ Θεὸς δυνάμεων, ὁ πάσης πνοῆς καὶ σαρκὸς δημιουργὸς, ὁ ἰασάμενος πᾶσαν