1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

6

κολάσεσιν. Ὡς οὖν πᾶσαν αὐτοῦ τὴν προτέραν φαρέτραν ἐκένωσεν, καὶ τὴν ἀθληφόρον ἑώρα τὰ κοσμικὰ διαπτύουσαν, θέλγητρα, καὶ πᾶσαν δόξαν, καὶ τρυφὴν ἐπίγειον ὡς ἄνθος χόρτου λογιζομένην εὔφθαρτον καὶ εὐμάραντον, καὶ τὰς τούτου προτροπὰς, καὶ καταγοητεύσεις ὡς ἰὸν ὄφεως βδελυττομένην, καὶ φευκτὰ δηλητήρια, εὐθὺς ἐπὶ τὸ ἕτερον εἶδος τῶν πειρασμῶν μετετρέπετο. Καὶ τὰς ἀπειλὰς ὡσαύτως ἰδὼν μυκτηρίζουσαν, θυμοῦ μεμεστωμένος, ὡς τοῦ σκοποῦ διαμαρτὼν, πρὸς αὐτὴν ἀπεφθέγγετο. Τί οὖν θέλεις, κορίον; θύσαι τοῖς θεοῖς, ἢ πικραῖς τιμωρίαις ἀναλωθῆναι; Πρὸς ὃν ἡ μάρτυς, εὐσταθεῖ τῷ ἤθει, καὶ πεπαῤῥησιασμένῳ τῷ παραστήματι, ὀλίγοις ῥήμασι τήν τ' εὐσεβῆ πίστιν ὡμολόγησεν διαπρύσιον, καὶ τὴν τῶν ἀθέων τυράννων ἄνοιαν, καὶ ἀσέβειαν ἐστηλίτευσεν. Τί φράσασα; ἐγὼ, φησὶν, ἑτοίμως ἔχω θύσαι τῷ Κυρίῳ μου Ἰησοῦ Χριστῷ, τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ τὴν θάλασσαν, καὶ πάντα τὰ ἐν αὐτοῖς. Τοὺς δὲ ὑμετέρους θεοὺς, καλῶς ὁ προφήτης κατεκερτόμησεν· Στόμα ἔχουσι, καὶ οὐ λαλήσουσιν· ὀφθαλμοὺς ἔχουσι, καὶ οὐκ ὄψονται· ὦτα ἔχουσι, καὶ οὐκ ἀκούσονται· ῥῖνας ἔχουσι, καὶ οὐκ ὀσφρανθήσονται· χεῖρας ἔχουσι, καὶ οὐ ψηλαφήσουσι· πόδας ἔξουσι, καὶ οὐ περιπατήσουσιν· οὐ φωνήσουσιν ἐν τῷ λάρυγγι αὐτῶν. Ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ, καὶ πάντες οἱ πεποιθότες ἐπ' αὐτοῖς. Ὥσπερ γὰρ τὸ τοῦ Θεοῦ σεβάσμιον ὄνομα ἐπ' αὐτοὺς ψευδωνύμως ὑφ' ὑμῶν ἐπιτέθειται, τῆς ζωτικῆς ἐνεργείας ἀμοιροῦσί τε καὶ χηρεύονται. ιαʹ. Πρὸς ταῦτα καταπλαγεὶς ὁ παμμίαρος, καὶ ἰταμώτατος ἡγεμὼν, παφλάζοντι τῷ θυμῷ κελεύει γυμνωθεῖσαν τὴν μάρτυρα, βουνεύροις τὰς σάρκας αὑτῆς ἀφειδῶς καταξέεσθαι, καὶ τριχίνοις ῥάκεσι καὶ ὑφάσμασι τὰς ἐπιτεθείσας αὐτῇ πληγὰς ἀποσμήχεσθαι, ὥστε αὐτῆς ὅλον τὸ σῶμα καταβαφῆναι τοῖς αἵμασιν. Βαβαὶ τῆς σεπτῆς, καὶ ἱερᾶς σου, ὢ καλλίνικε τοῦ Χριστοῦ μάρτυς Βαρβάρα ὁμολογίας, ἣν διὰ Πνεύματος ἁγίου ἐπὶ πάντων ἀφόβως, καὶ ἀνυποστόλως ὡμολόγησας, καὶ ἐθεολόγησας εἰς ἐπήκοον ἀνθρώπων, ἀγγέλων τε τῶν τὴν σὴν ἄθλησιν ἐφορώντων, καὶ δαιμόνων τῶν ἀοράτως μετὰ τῶν ὁρατῶν ἀντιπάλων ἀντιστρατευομένων σοι· ἣν ἐν οὐρανοῖς ἀπεγράψατο Κύριος, καὶ ἐπὶ τοῦ ἰδίου ἀρχεφώτου καὶ θεαρχικοῦ Πατρὸς ὡμολόγησε, καὶ 96.797 αὖθις σπουδῇ ὁμολογήσει τε καὶ ἀνακηρύξει! Βαβαί σου τῆς γενναιοτάτης ὑπομονῆς καὶ καρτερίας· δι' ἣν, τὸν μὲν διάβολον καὶ τοὺς ἀποστάτας αὐτοῦ κατέπληξας δαίμονας, τοὺς ἁγίους δὲ ἀγγέλους πρὸς θαῦμα καὶ εὐφημίαν ἐκίνησας· δι' ἣν, τὴν μὲν τῶν εἰδώλων πλάνην ὡς ἀράχνην διέλυσας, τὴν ἀληθῆ δὲ πίστιν ἐκράτυνάς τε καὶ ἐβεβαίωσας! ιβʹ. Ἑωρακὼς οὖν τὸ ἀμετάθετον καὶ καρτερικὸν τῆς ἁγίας ὁ δικάζων, κελεύει τέως ἐν φρουρᾷ ταύτην ἐμβληθῆναι, ἕως ἂν σκέψηται ποίαις αὐτῆς βασάνοις πικροτέραις ἐφάψηται. Ἐν δὲ τῇ νυκτὶ ἐκείνῃ μέσῃ, φῶς αὐτὴν ὑπέρλαμπρον περιήστραψεν, ἐν ᾧπερ ὁ τῆς δόξης κατεφαίνετο Κύριος, τὸ κατώδυνον αὐτῆς καὶ περίλυπον τῇ ἐπιφανείᾳ παραμυθούμενος, καὶ λόγοις προτρεπτικοῖς θαρσοποιῶν πρὸς ἀγῶνας τοὺς μέλλοντας· «Θάρσει, λέγων, Βαρβάρα, ὅτι μεγίστη χαρὰ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ἐπὶ τῇ σῇ ἀθλήσει γενήσεται. Τὰς δὲ τοῦ τυράννου ἀπειλὰς μὴ φοβοῦ, μήτε δέδιθι. Ἐγὼ γάρ εἰμι μετὰ σοῦ, καὶ πασῶν σοι τῶν ἐπιφερομένων πληγῶν ἐκλυτρώσομαι.» Καὶ εὐθέως ἀφανεῖς αἱ πληγαὶ ἀπὸ τοῦ αὐτῆς ἐγένοντο σώματος. Καὶ ταῦτα εἰπὼν, εἰς οὐρανοὺς αὖθις ὁ τῶν οὐρανῶν ἀναπεφοίτηκε Κύριος. Ἐγεγήθει δὲ μεγάλως, καὶ πλήρης γέγονεν εὐθυμίας, καὶ χαρᾶς, καὶ ἀγαλλιάσεως ἐπὶ τῇ τοῦ Χριστοῦ προτροπῇ, ἡ τοῦ Χριστοῦ γνησία μάρτυς τε καὶ θεράπαινα. Καὶ εἰκότως ὄντως ὢ κόρη τρισόλβιε, ἐγέγηθας! ἡ γὰρ τῆς χαρμοσύνης ὑπόθεσις, μόνη ἐστὶν ἀληθὴς εὐφροσύνη, καὶ θυμηδία