1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

5

πίστει κεκοσμημένης! Ὢ κόρης συνέσει θείᾳ τὴν τοῦ πατρὸς μυκτηρισάσης ἀφροσύνην τε καὶ παράνοιαν! Ὢ θυγατρὸς, τὴν τῆς προμήτορος Εὔας εὐήθειαν καὶ ἀπάτην, τῷ στεῤῥῷ τοῦ φρονήματος ἀνακαλεσαμένης. Ἐκείνη προσβολὴν ψιλὴν τοῦ ἐχθροῦ δεξαμένη, εὐθὺς ἀνετρέπετο· αὕτη δὲ, οὐ μόνον τὰ τούτου θελκτήρια αὐστηρῶς ἀπεκρούσατο, ἀλλὰ καὶ αὐτοῦ τῷ προσώπῳ διὰ τῶν εἰδώλων ἐνέπτυσεν. Πρὸς γὰρ τὸν δι' αὐτῶν ἐνεργοῦντα καὶ ἀπατῶντα ἀρχέκακον τοῦ ἐμπτύματος τὴν ὕβριν ἐξέτεινεν, καὶ ἐξέπεμψεν, καὶ κατηκόντικεν. θʹ. Ἐπαναζεύξαντος δὲ τῆς ἐπιδημίας τοῦ ταύτης γεννήτορος, καὶ ἐπὶ παραλλάξει τῆς ἑαυτοῦ διατάξεως τοῖς οἰκοδόμοις χαλεπῄναντος καὶ ἀγανακτήσαντος διὰ τὴν τριττῆς θυρίδος πρόσθεσιν, ἐπὶ τὴν τούτου θυγατρὸς κέλευσιν τὴν αἰτίαν μετήγαγον. Ὁ δὲ παρ' αὐτῆς τὴν τῆς τριπλῆς ἀφορμὴν θυρίδος πυθόμενος, εὐκαίρου ἡ πανεύφημος δραξαμένη προφάσεως, τῆς Τριάδος διαῤῥήδην τὴν δόξαν ἐθεολόγει, εἰς πίστιν τὸν ἄπιστον προτρεπομένη σωτήριον. «Ναὶ, φησὶν, καὶ γὰρ ἡ Τριὰς φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. Τὸ γὰρ αἰσθητὸν τοῦτο φῶς, τοῦ ἐν τρισὶν ἡλίοις ἐχομένοις ἀλλήλων νοουμένου καὶ προσκυνουμένου φωτὸς, τυγχάνει κτίσμα καὶ δημιούργημα, καὶ ἀμυδρότατον καὶ ἀμαυρὸν ἐξεικόνισμα καὶ ἀποσκίασμα.» Ὁ δὲ τῆς ἀσεβείας τεθραμμένος, καὶ τοῦ σκότους συνήγορος, ὥσπερ τῇ ἀστραπῇ τῆς τρισσοφώτου θεότητος, διὰ τῆς τρανῆς καὶ ἀπαρακαλύπτου τῆς πανενδόξου κόρης ὁμολογίας, τὴν τῆς ψυχῆς ὄψιν πληγεὶς, καὶ τῷ στεῤῥῷ τοῦ ἀμαρύγματος μᾶλλον ἀμαυρωθεὶς, μανίας γενόμενος ἔμπλεως, καὶ τῷ θυμῷ ὑπερζέσας, τὸ ξίφος σπασάμενος, ὥρμησεν ὁ ἐσκοτισμένος τὸ μονογενὲς κατασφάξαι θυγάτριον, τῆς εὐσεβείας ὁμοῦ καὶ τῆς φύσεως τοὺς ὅρους ἐκβεβηκὼς, ὅτι αὐτῷ τὴν τῆς ζωῆς τρίβον ὑπέδειξεν. Ὄντως οὐ μόνον ἐξ ἀνθώδους φυτοῦ, ῥόδον ὡραῖον καὶ εὐωδέστατον φύεται, ἀλλὰ καὶ ἐκ δυσσεβοῦς ῥίζης καρπὸς πολλάκις εὐσεβείας ἀναδίδοται. Παὶ μάρτυς Ἀβραὰμ ὁ πατριάρχης, καὶ διὰ τοῦτο τῶν ἐθνῶν πατὴρ, τῶν τὴν αὐτοῦ πίστιν ἐζηλωκότων κληθεὶς, πρῶτος πατρικῆς ἀποφοιτήσας πολυθεΐας, καὶ ἀθεότητος. Ὄντως πεπλήρωται καὶ ἐν τούτῳ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἡ θεία πρόῤῥησις, θυγατέρα καὶ νύμφην κατὰ πατρὸς, καὶ μητρὸς, καὶ πενθερᾶς ἐξανιστᾶσα, τὰ νέα καὶ πρόσφατα, τοῖς παλαιοῖς καὶ ληρώδεσι· καὶ διχοτομοῦσα τὸ χεῖρον ἀπὸ τοῦ κρείττονος. ιʹ. Τί οὖν, ἡ πανευκλεὴς Βαρβάρα; τοῦ πατρὸς ὁρῶσα τὸ παμμίαρον ὅρμημα, μᾶλλον δὲ τῆς μιαιφονίας τοῦτον οἰκτείρασα, δι' εὐχῆς παρακειμένην μεγίστην πέτραν διοίξασα, διὰ μέσης ταύτης πρὸς τὸ ἕτερον μέρος τοῦ ὄρους μεθώρμησεν. Ὢ τοῦ θαύματος! πέτρα σχισθεῖσα, ἐγκόλπιον τὴν ἀμνάδα εἰσδέχεται, καὶ ὁ λίθων ἀναισθητότερος ταύτης πατὴρ καὶ διώκτης, μᾶλλον τῇ πωρώσει ἀπελιθοῦτο, καὶ εἰς πετρώδη ἀντιτυπίαν μετήγετο. Καὶ οὐδὲ τοῦ θαύματος τὸ παράδοξον μαλάξαι τούτου δεδύνηται τῆς ψυχῆς τὸ σκληρὸν καὶ ἀπάνθρωπον, ἀλλ' ὑπερβὰς τὸ ὄρος, ταύτην ἐζήτει δι' ἐρωτήσεως. Καὶ δὴ 96.796 εὑρὼν καὶ μαστίξας, τῆς κόμης αὐτὴν ἕλκων, καὶ σύρων ἀπὸ τοῦ ὄρους, αὖθις ἐπάνεισι, καὶ ἐν μικρῷ τὴν μακαρίαν οἰκίσκῳ κατέκλεισεν. Καὶ τῷ ἡγεμόνι τὰ κατ' αὐτὴν μηνύσας, βασανίζεσθαι παραδίδωσιν, ὁρκώσας αὐτὸν κατὰ τῶν θεῶν, πικραῖς αὐτὴν καταναλῶσαι κολάσεσιν. Προκαθίσας οὖν ὁ ἡγεμὼν ἐπὶ τοῦ βήματος, ἐκέλευσεν παραστῆναι τὴν μάρτυρα. Θεασάμενος δὲ τὴν ἐπανθοῦσαν αὐτῆς τοῦ προσώπου εὐπρέπειαν, ἐξέστη, καὶ τὸ φαιδρὸν τῆς ὁράσεως ἐθαύμασεν· καὶ ἤρξατο θωπείαις αὐτὴν πειρᾷν, πείθειν βιαζόμενος, καὶ κολακείαις προσάγεσθαι. Τοῦτο γὰρ τὸ πρῶτον τοῦ διαβόλου δέλεαρ. Ἢ γὰρ ἡδοναῖς καὶ ἐπαίνοις θέλγειν, καὶ καταμαλακίζεσθαι δοκιμάζει τὸν ἄνθρωπον, ἢ ἐκφοβεῖν καὶ καταπτοεῖν ἀπειλαῖς καὶ