1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

10

νόσον, καὶ πᾶσαν μαλακίαν, παράσχου τῇ δούλῃ σου χάριν, ἵνα ὅσοι ἂν προσέλθωσιν τῷ τόπῳ ἔνθα τὸ λείψανόν μου ἀπόκειται, καὶ εἰσὶ τὰ ἡγιασμένα ὕδατα, δώρησαι αὐτοῖς ἴασιν ψυχῆς καὶ σώματος, ἵνα καὶ ἐν τούτοις δοξάζηται τὸ πανάγιον ὄνομά σου, ἅμα τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι.» Καὶ ἀναπεμψάσης αὐτῆς τὸ, Ἀμὴν, ἐγένετο φωνὴ ἐκ τοῦ οὐρανοῦ, λέγουσα· «∆εῦρο, ἡγιασμένη μου ἀθληφόρος, ἀναπαύου εἰς τὰ ταμιεῖα τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. Πάντα δὲ ὅσα ἂν ᾐτήσω, δεδώρηταί σοι παρ' ἐμοῦ.» Καὶ ταῦτα ἀκούσασα ἡ μακαρία μάρτυς τοῦ Χριστοῦ, ἦλθεν ἐπὶ τὸν τόπον, καὶ ἀπετμήθη τὴν κεφαλὴν ὑπὸ τοῦ ξίφους τοῦ πατρὸς αὐτῆς, σὺν τῇ ἁγίᾳ Ἰουλιανῇ ἐν τῷ αὐτῷ τόπῳ. Κατερχομένου δὲ ∆ιοσκόρου τοῦ πατρὸς αὐτῆς ἀπὸ τοῦ ὅρους, πῦρ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ, καὶ κατέφαγεν αὐτὸν, ὥστε μήτε τὸν χοῦν φαίνεσθαι, ἢ εὑρεθῆναι. ιηʹ. Καλὸν ὡς ἀληθῶς τῇ ἀθλήσει τὸ τέλος ἡ μάρτυς ἐπέθεικεν. Εὐχὴν γὰρ τῶν ἄθλων ἐν τῷ πύργῳ προσάξασα, εὐχὴν τούτοις καὶ τὴν κορωνίδα ἐνέστησεν. Τίς δὲ τῆς προσευχῆς ἡ δύναμις; ᾐτήσατο τὸν ἴδιον νυμφίον Χριστὸν, ἵλεων τοῖς αὐτῆς τὴν μνήμην ἐπιτελοῦσιν γενέσθαι, τῶν μὲν πλημμελημάτων τὴν ἄφεσιν, τῶν δὲ νοσημάτων τὴν ἴασιν. Ὁ δὲ τὴν ἱκεσίαν δεξάμενος, εἰς πέρας ἄγειν ὑπισχνεῖται τὴν ἔφεσιν, καὶ δι' οἰκείας φωνῆς ταύτην πληροφορεῖ, καὶ παρέχει τὴν πίστωσιν. Καὶ ἡ μὲν τὸν αὐχένα τῷ ξίφει ὁλοψύχως προέτεινεν· ὁ δὲ τεκνοκτόνος πατὴρ, τὴν πληγὴν ἀσπλάγχνως ἐπήγαγεν. Καὶ ἡ μὲν πρὸς οὐρανίους δόμους, καὶ ηὐτρεπισμένην ἐδορυφορεῖτο ἀνάπαυσιν, ὁ δὲ, εἰς ᾅδου ταρτάρους μυχοὺς, καὶ ζοφερὰ ταμιεῖα, καὶ εἰς ἡτοιμασμένην κατήγετο κόλασιν. Καὶ ἡ μὲν ἀγγέλους εἶχεν φαιδροὺς ποδηγοῦντας πρὸς τὴν ἀνάβασιν, ὁ δὲ, δαίμονας ἀμειδεῖς τε καὶ φοβεροὺς, ἕλκοντας ἀκουσίως πρὸς τὴν κατάβασιν. Ὢ πῶς ἄν τις ἀξίως θρηνήσειεν, πανάθλιε καὶ ταλαίπωρε! πῶς οὐκ ἔφριξας τὴν ἁγίαν ἀποτεμεῖν τῆς μάρτυρος κεφαλήν! πῶς σου ἡ χεὶρ οὐκ ἐνάρκησεν, τῇ ἰδίᾳ θυγατρὶ ἀναιρετικὴν ἀπενέγκαι τομήν; Ἀλλ' ὄντως ταχυτάτην ἀνηλεοῦς ἀπανθρωπίας ἐκομίσω τὰ ἐπίχειρα, καὶ τῶν πονηρῶν σπερμάτων πονηρότερα ἐδρέψω τὰ δράγματα, καὶ ἡ τοῦ προδότου σε Ἰούδα ἀξία μετῆλθεν ἐκδίκησις. Σκηπτὸς γὰρ οὐρανόθεν ἐνεχθεὶς κεραυνὸς, σῶμά σου τὸ μικρὸν ἐξετέφρωσεν καὶ τὸ 96.808 μὲν Σοδομιτικὸν ἐνταῦθά σε πῦρ ἐκεραύνωσεν, ἡ δὲ τῆς γεέννης σε φλὸξ ἄσβεστος ἐκεῖ ὑποδέξεται. Οὐ γὰρ ἔτι ἐπιβιῶναι ἐτύγχανες ἄξιος, ἵνα μὴ δακτυλοδεικτούμενος πατὴρ κληθῆναι τῆς μάρτυρος. Οὐκέτι σε ὁ σὸς οἶκος ἀνέχεται δέξασθαι, ἀφ' οὗ τινος τὴν παρθένον, καὶ πανεύφημον ἐξῴκισας. ιθʹ. Σὺ δέ μοι ἡ Χριστοῦ ἀμνὰς, καὶ περιστερὰ, καὶ νύμφη, καὶ πᾶν εἴτι οὖν ὄνομα καλὸν, καὶ χαρίεν, καὶ τίμιον, χαῖρε, γεννικῶς τῶν ἀγώνων διαδραμοῦσα τὸν δίαυλον. Χαῖρε, τῶν ἄθλων ἐπάξια κομισαμένη τὰ ἔπαθλα. Χαῖρε, ᾗπερ πολλὰ τὰ βραβεῖα ὑπὲρ πολλῶν τῶν ἀγωνισμάτων ὀφείλεται. Χαῖρε, ἡ τῶν ἐμπαθῶν τῆς σαρκὸς σκιρτημάτων λογισμῷ ἐπικρατήσασα σώφρονι. Χαῖρε, ἡ τὰς τοῦ σώματος αἰσθήσεις ἐν ἡλικίας νεότητι πρεσβυτικῶς καὶ ἐμφρόνως παιδαγωγήσασα. Χαῖρε, ἡ τὴν παρθενίαν, καὶ πρὸ τοῦ μαρτυρίου, φυλάξαι τῷ Χριστῷ καθυποσχομένη ἄχραντον καὶ ἀμίαντον. Χαῖρε, ἡ τὸ σωματικὸν κάλλος τοῖς πάθεσι μὴ ῥυπώσασα, ἀλλ' ἀνέπαφον τῷ ποιητῇ ἀναθεῖσα καὶ παραθεῖσα. Χαῖρε, ἡ ἐν τῷ πύργῳ ὡς ἐν ἀσφαλεῖ φρουρίῳ, καὶ παρθένων εὐκτηρίῳ, πυκνὰς, καὶ ἀκραιφνεῖς τῷ Θεῷ προσευχὰς ἀναπέμπουσα, καὶ τῇ ἀπλανεῖ τῶν ὄντων θεωρίᾳ πρὸς τὸν ποιητὴν ἀναχθεῖσα, καὶ τοῦ μόνου ὄντως καλοῦ τε καὶ ἐραστοῦ ἀπλήστως κατατρυφήσασα. Χαῖρε, ἡ ἐν τῷ τοῦ σωματικοῦ ῥύπου καθαρτηρίῳ λουτρῷ συμβολικῶς τὴν Τριάδα διὰ τῆς τῶν θυρίδων τριπλῆς φωταγωγίας ἐξεικονίσασα, καὶ τὸ τῇ τριττῇ φωτοδοσίᾳ ψυχῶν μυστικὸν καὶ σωτήριον τυπικῶς διαγράψασα βάπτισμα. Χαῖρε, ἡ εὐθὺς τρανότατα τὴν τῆς ὁμοουσίου Τριάδος πίστιν θεολογικῷ διομολογήσασα