1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

8

κέντρα λακτίζειν. Ὅσῳ γὰρ πληθύνεις τὰς τιμωρίας, τοσοῦτον τῇ μὲν μάρτυρι καὶ πανευφήμῳ νεάνιδι τοὺς στεφάνους, καὶ ἄκων αὐξήσειας, καὶ λαμπρότερα τὰ νικητήρια βραβεῖα, καὶ μὴ βουλόμενος προξενήσειας. Σαυτῷ δὲ τὰς αἰσχύνας πληθύνεις, καθ' ἑκάστην πάλην καὶ προσβολὴν ἡττώμενος, καὶ πίπτων, καὶ ὕπτιος ἀνατρεπόμενος, πλείονας δὲ καὶ τὰς ἀτελευτήτους κολάσεις, καὶ τοὺς φλογιστικοὺς ἀσβέστους ἄνθρακας τῇ παγκακίστῳ σῇ ἐπισωρεύεις κεφαλῇ. ιεʹ. Ἀλλά μοι καὶ τοῦ τῆς μακαρίας κατὰ μὲν σάρκα γεννήτορος ἀλλότριον τοῦ εὐσεβοῦς κατὰ πνεῦμα φρονήματος τὸ ἀπάνθρωπον καὶ ἐκτεθηριωμένον τοῦ τρόπου, καὶ πόῤῥω τῆς πατρικῆς διαθέσεως, θαυμάζειν ἐπέρχεται. Ὄντως καὶ αὐτὰ τὰ ἄλογα θηρία ἄσπλαγχνε πάτερ, τῇ ὠμότητι καὶ 96.801 τῇ ἀπανθρωπίᾳ ὑπερήλασας. Ἐκεῖνα γὰρ τὰ ἔγγονα αὐτῶν ὑφ' ὅτου θεωροῦνται βλαπτόμενα, μέχρι θανάτου αὐτῶν ὑπερμάχονται· σὺ δὲ τὸ ἴδιον καὶ μονογενὲς θυγάτριον ὡς ἐν μακέλλῳ ἀφειδῶς τὰ γυναικεῖα γαλακτοφόρα μέλη ξίφεσιν θεώμενος ἐκκοπτόμενα, οὐδὲ κἂν τὴν ὕβριν ᾐδέσθης τῆς φύσεως, οὐδὲ πρὸς τὰς τοσαύτας πληγὰς ἐκάμφθης, ὡς τὴν καρδίαν λιθώδης τε καὶ ἀναίσθητος. Ἀλλὰ τί θαυμάζομεν, ἀδελφοὶ, τοὺς τῇ πλάνῃ τῆς ἀσεβείας μεθύοντας, καὶ τῇ τοῦ Σατανᾷ μανίᾳ ἐκβεβακχευμένους; Ὥσπερ γὰρ οἱ καλλίνικοι μάρτυρες τῷ περὶ Χριστὸν φίλτρῳ τῷ θείῳ γενόμενοι κάτοχοι Πνεύματι, τὴν φύσιν νικήσαντες καὶ ὑπεραναβάντες, ἐν τοῖς ὑπὲρ φύσιν γεγόνασιν, οὕτω δὴ καὶ οἱ τοῦ Χριστοῦ καὶ τούτων διῶκται, τοῦ πονηροῦ πλήρεις χρηματίζοντες πνεύματος, καὶ τῇ ἀποστατικῇ ἑαυτοὺς δυνάμει καταδουλώσαντες, ἔξω καὶ αὐτοὶ τῆς φύσεως, οὐκ εἰς κρεῖττον, ἀλλ' εἰς τὸ χεῖρον ἀπώλισθον, καὶ ἐξέπεσον. Καὶ ὥσπερ ἐκεῖνοι ἄνω τῆς ἀνθρωπίνης ὑπερυψώθησαν καταστάσεως, τοσοῦτοι καὶ οὗτοι κατωτέρω ταύτης κατεκλύσθησαν, καὶ τοῖς ἀνθρωποκτόνοις γεγόνασιν δαίμοσιν ὅμοιοι· καὶ μάλα εἰκότως. Οἱ γὰρ Χριστῷ προσερχόμενοι, Χριστοῦ μιμηταὶ διὰ τῆς αὐτῆς ἀρετῆς καθίστανται· οἱ δὲ τῷ τοῦ διαβόλου ζυγῷ ἑαυτοὺς ὑποζεύξαντες, ἐκείνῳ δήπουθεν γίνονται παρεμφερεῖς καὶ ἐφάμιλλοι. Ἀλλ' ἴδωμεν τί πάλιν ὁ ἀντίδικος καὶ ἀντίπαλος διὰ τῶν ἰδίων ὑπασπιστῶν κατὰ τῆς σεμνῆς καὶ σώφρονος Παρθένου ἐπινοεῖ, καὶ τεκταίνεται. ιϛʹ. Ἰδὼν γὰρ ὅτι τὰς τοῦ σώματος αἰκίας ἀνδρείως ὑποφέρει τε καὶ ὑφίσταται, τῇ ψυχῇ βάσανον ἐπιτηδεύει ἀφόρητον, καὶ αἰσχύνης ἄξιον, ὡς οἴεται. Καὶ ἔστιν ὡς ἀληθῶς τοιαύτη, καὶ τῶν προτέρων χαλεπωτέρα. Ἀλλὰ διὰ Χριστὸν πάσχειν, κἄν τι δοκεῖ ἐπονείδιστον ἔχειν καὶ ἄσχημον, πλὴν ἀλλὰ παντὸς καλλωπίσματός ἐστιν σεμνότερόν τε καὶ εὐσχημονέστερον, καὶ κοσμιώτερον. Κελεύει γὰρ, φησὶν, ὁ ἡγεμὼν γυμνὴν πομπευθῆναι αὐτὴν πᾶσαν τὴν περίχωρον ἐκείνην, καὶ πληγαῖς ἀφορήτοις μαστίζεσθαι. Ἴστε δὲ πάντως, ἀγαπητοὶ, ὅσην τὸ πρᾶγμα φέρει ταῖς παρθένοις αἰσχύνην καὶ αἰδὼ, καὶ μάλιστα ταῖς κατὰ τὴν ὁσίαν ταύτην κόρην, ἧς οὐδὲ ἥλιος εἰς κόρον, ὡς εἰπεῖν, ἀπολαῦσαι δεδύνηται πρότερον. Καὶ οὐ μόνον μίαν ἀγορὰν καὶ πλατεῖαν, ἢ δευτέραν περιάγειν ἠνάγκαζεν, ἀλλὰ καὶ χωρία, καὶ ἄστεα, καὶ δήμους ἀμείβουσαν. Πᾶσαν γὰρ, φησὶν, τὴν περίχωρον ἐκείνην. Ὄντως πάσης καύσεως καὶ μαστίγων ὀδύνης, οὗτος ὁ πειρασμὸς ταῖς αἰσχυντηλαῖς καὶ σεμναῖς κόραις, χαλεπώτερός τε καὶ ἐπαχθέστερος. Ἀλλ' ὅμως καὶ ταύτην τὴν αἰσχύνην ὑπέμεινεν διὰ τὸ πρὸς Χριστὸν φίλτρον καὶ ἔρωτα, ὃς δι' ἡμᾶς σταυρὸν ὑπέμεινεν, αἰσχύνης καταφρονήσας. Τὸν γὰρ παλαιὸν ἄνθρωπον σὺν τοῖς παθήμασιν, ὧν καὶ ἡ τοιαύτη αἰσχύνη ἐνυπάρχει τῆς ἐσθῆτος, ἡ παρθένος προεκδύσασα, διὰ τοῦτο οὐδὲ ἀσχημονεῖν ἐλογίζετο· ἀλλ' ὥσπερ οἱ πρωτόπλαστοι ἐν τῷ παραδείσῳ πρὸ τῶν παθῶν τῆς ἁμαρτίας γυμνοὶ ἦσαν, καὶ οὐκ