1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

4

ἐκλεξάμενος, τούτους καθίστησιν ἡγεμόνας καὶ ἄρχοντας· καὶ δόγμα καθολικῶς δι' ἐκείνων ἐκτίθησιν, τοῦ μὲν Χριστοῦ παύεσθαι τὴν προσκύνησιν, εἰδώλοις δὲ τὰς θυσίας προσφέρεσθαι, καὶ ἀφειδῶς παντοίαις κολάσεσιν ἀναιρεῖσθαι τοὺς ἀντιλέγοντας. Ἐντεῦθεν ἡλικία πᾶσα, καὶ ἀξία, ἀῤῥένων τε καὶ θηλύων, χόρτου δίκην ἀσυμπαθῶς κατεθερίζετο τῶν Χριστοῦ τὴν πίστιν μέχρι θανάτου τηρεῖν προαιρουμένων ἄτρωτον, καὶ ἀπαρεγχείρητον. ζʹ. Κατ' ἐκείνου δὴ οὖν καιροῦ, Μαξιμιανοῦ τοῦ ἀσεβοῦς βασιλεύοντος, ἡγεμονεύοντος δὲ Μαρκιανοῦ, ἦν τις τοπάρχης, φησὶν, ὀνόματι ∆ιόσκορος, πλούσιος σφόδρα, ἐμμανὴς δὲ περὶ τὴν τῶν ἀψύχων εἰδώλων προσκύνησιν. Οὗτος μονογενὲς ἔσχε θυγάτριον, Βαρ 96.792 βάραν ὀνόματι, κάλλους ὡραιότητι διαπρέπουσαν, καὶ τρόπου σεμνότητι διαλάμπουσαν. Πύργον οὖν ὑψηλὸν δειμάμενος, ἐκεῖσε τὴν παρθένον κατέκλεισεν, ὥστε μὴ ὁρᾶσθαι αὐτὴν ὑπὸ τῶν ἀνθρώπων, διὰ τὴν ἐπανθοῦσαν καὶ ἀπαστράπτουσαν τοῦ κάλλους φανότητα καὶ λαμπρότητα. Αὐτόθι οὖν διαιτωμένη, ἄτερ τῶν ἔξωθεν θορύβων ἀφησυχάσασα, λογισμοὺς ἀνεκίνει θεοσεβεῖς, καὶ τούτους ἐγεώργει, καὶ ἔτρεφεν· οἶδεν γὰρ ἐρημία, ἐννοιῶν ἰσχνῶν, καὶ μεγαλοφυεστάτων μήτηρ καθίστασθαι. Καὶ τὴν μὲν τῶν εἰδώλων πλάνην καὶ λατρείαν, ὡς εἰς ᾅδου πέταυρον κατάγουσαν ἐβδελύττετο, τὴν δ' ἀληθῆ τῶν Χριστιανῶν πίστιν, καὶ τὴν τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος σεπτὴν ὁμολογίαν, ὡς εἰς οὐρανοὺς ἀνάγουσαν, περιέθαλπε καὶ προσίετο· τούς τε περὶ ἀθανασίας ψυχῆς λόγους, περί τε βασιλείας οὐρανῶν, καὶ τῆς τῶν ἀκηράτων ἀπολαύσεως, περί τε γεέννης, καὶ τῆς ἐκεῖσε ἀτελευτήτου κολάσεως, πρὸς τούτοις δὲ, καὶ τὴν τῶν προσκαίρων τοῦ κόσμου τούτου πραγμάτων ἄστατον περιφορὰν καὶ ἀβέβαιον κατὰ νοῦν ἐζωγράφει, καὶ ἀνείλιττεν· καὶ τὰς λαμπαδηφόρους παρθένους, τὰς τῷ ἀφθάρτῳ νυμφίῳ Χριστῷ ἐν τῇ ἐπουρανίου παστάδι συναπτομένας, καὶ τῆς ἔνδον ἀποῤῥήτου κατατρυφώσας μακαριότητος, ἀεὶ ἐφαντάζετο. Καὶ τῆς πανολβίου ἐκείνης μοίρας καὶ χαρμονῆς ἀνεκφράστου, καὶ ἀνεκλαλήτου δόξης, καταξιωθῆναι ἐγλίχετο, καὶ ἐπεθύμει, καὶ ηὔχετο. ηʹ. Ἐν τοῖς τοιούτοις οὖν θεωρήμασι τῆς σώφρονος καὶ ἁγνῆς παρθένου τὴν ψυχὴν πυκναζούσης, ἐφίσταται ὁ πατήρ. Ἀναδιδασκόντων δὲ αὐτὸν πολλῶν μεγιστάνων, καὶ περὶ πολλοῦ ποιεῖσθαι τὴν ταύτης συζυγίαν τε, καὶ πρὸς γαμικὴν ὁμιλίαν συνάφειαν, εἰς τοῦτο αὐτὴν ἐπινεῦσαι προυτρέπετο. Ἡ δὲ τοὺς τοιούτους λόγους ὡς λήρους, καὶ ὀχληροὺς διαπτύσασα, μετ' ὀργῆς τῷ γεγεννηκότι ἐμβρίθως ἀτενίσασα, τὴν ψυχοβλαβῆ ταύτην παραίνεσιν παντελῶς ἀποσείεται, μηκέτι μνήμην τοιούτου πράγματος αὐτῇ προσάγειν παρεγγυήσασα. Γελοῖον γὰρ καὶ πάσης ἀτοπίας ἀνάμεστον ἡ παρθένος ἡγήσατο, καθάπαξ ἑαυτὴν τῷ οὐρανίῳ καὶ ἀθανάτῳ νυμφίῳ ἀναθεῖσά τε καὶ συνάψασα, εἰ τοῖς σκωλήκων δίκην ἰλυώδεσι τέλμασιν ἰλυσπωμένων ἑλληνικῷ βορβόρῳ ὑπείξειεν. Ὁ τοίνυν ταύτης πατὴρ βαλανεῖον σπουδῇ πολλῇ τὸ τηνικαῦτα οἰκοδομῶν, ἐπιτάξας τοῖς τεχνίταις κατὰ νότον δύο θυρίδας φωταγωγοὺς κατασκευάσαι, ἀπεδήμησεν εἰς χώραν τινά. Ἡ δὲ τῆς Τριάδος δούλη καὶ νύμφη Βαρβάρα, τὸ ἔργον τῆς οἰκοδομῆς ἐπισκεψαμένη, τρεῖς θυρίδας ἐφαρμόσαι τῷ οἰκοδομήματι τοὺς ἐργάτας ἠνάγκασεν. Ἐπανιοῦσα δὲ, καὶ παλινδρομοῦσα ἐπὶ τὸν ἴδιον πύργον ἡ καλὴ παρθένος, ὁρᾷ τὰ ἄψυχα καὶ ἀναίσθητα εἴδωλα, οἷς τὸ σέβας ὁ πατὴρ προσεκόμιζεν, καὶ δὴ Πνεύματος ἁγίου πλησθεῖσα, καὶ ζῆλον ἀναλαβοῦσα ἔνθεον καὶ ἀνάπυρον, εἰς τὰ ἄτιμα αὐτῶν ἐνέπτυσεν πρόσωπα, τὸ τοῦ προφήτου ∆αβὶδ εὐκαίρως εἰποῦσα μελῴδημα, Ὅμοιοι ὑμῶν γένοιντο οἱ ποιοῦντες ὑμᾶς, καὶ πάντες οἱ πεποιθότες ἐφ' ὑμᾶς. Ὢ μακαρίας ὄντως, καὶ φιλο 96.793 θέου ψυχῆς! Ὢ νεάνιδος πίστει ζεούσης,