Descriptio Sanctae Sophiae

 Ἥκομεν ἐς ὑμᾶς, ἄνδρες, ἐκ τῆς ἑστίας τῆς τοῦ βασιλέως ἐς βασιλέως ἐστίαν τοῦ παμμεγίστου, τοῦ ποητοῦ τῶν ὅλων, δι' ὃν τὸ νικᾶν συμφυὲς τῶι δεσπότηι.

 ἅψεσι πέπλους. δάκρυ δὲ πενταέτηρον ἀποψήσαντες ὀπωπῆς μέλψομεν εὐφήμοις ὑπὸ χείλεσιν εὔποδας ὕμνους. οὐρανίων ὤϊξεν ἐπὶ χθονὶ κλῆιθρα πυλάων Αὐσονίων

 φάμενος τεμένεσσιν ἐπείγετο, καὶ τάχα μύθου γείτονος ἔργον ἔην ταχινώτερον· ὀρνύμενος γὰρ ὡς θέμις οὐκ ἀνέμιμνε συνέμπορον ἀσπιδιώτην χρύσεον ἀγνάμπτο

 συναγείρετο, πᾶς τε θοώκων ἀρχός, ὑποδρήσσων σθεναροῦ βασιλῆος ἐφετμαῖς καὶ Χριστῶι βασιλῆϊ χαρίσια δῶρα κομίζων, ἱκεσίοις στομάτεσσι θεουδέας ἤπυεν ὕ

 οὐ γὰρ ἐν αὐτῆι μεσσάτιον κατὰ χῶρον ἕλιξ περιδέδρ[ομεν] ἄντυξ οἷάπερ ἀντολικοῖς ἐπὶ τέρμασιν, ἧ[χι θυ]ηλῆς ἴδμονες ἀρητῆρες ἐνιδρύσαντο θοώκους ἀργυρ

 συνέκυρσαν ἐριχρύσοιο κ[αρή]νου· ἀλλὰ μέση στεφανηδὸν ἄνω[ ]ἄντυξ ἀσκαφέος χώροιο, τὸν οὐκ ἐ[ τέ]χνη. ]τύπος σταυροῖο μεσόμ[φα]λος ἔνδοθι κύκλου λεπτα

 ἀνελθών· ἡ γὰρ ὑπερτέλλουσα πρὸς ἕσπερον οὐκέτι δοιαῖς ἴση ταῖς ἑτέρηισιν, ὑπὲρ νάρηκος ἰοῦσα. Ἀλλὰ καὶ ἀμβροσίοιο πρὸς ἐσπέριον πόδα νηοῦ τέτρασιν αἰ

 χρυσόρρυτος ἀκτὶς ἀνδρομέοις ἄτλητος ἐπεσκίρτησε προσώποις. φαίη τις Φαέθοντα μεσημβρινὸν εἴαρος ὥρηι εἰσοράαν, ὅτε πᾶσαν ἐπεχρύσωσεν ἐρίπνην. καὶ γὰρ

 φέρομαι; πῆι μῦθος ἰὼν ἀχάλινος ὁδεύει; ἴσχεο τολμήεσσα μεμυκότι χείλεϊ φωνή, μηδ' ἔτι γυμνώσειας ἃ μὴ θέμις ὄμμασι λεύσσειν. μυστιπόλοι δ' ὑπὸ χερσίν

 δ' αἰθούσης παρὰ κίονας ἔνθα καὶ ἔνθα μουνοφανῆ λαμπτῆρα διακριδὸν ἄλλον ἀπ' ἄλλου ἑξείης ἀνέθηκαν· ὅλον δ' ἐπὶ μῆκος ὁδεύει τηλεπόρου νηοῖο· κύτος δ'

 κύκλους ἐς φάος ἑσπέριόν τε καὶ ὄρθριον· εἰς σὲ γὰρ ἠὼς ἀμπαύειν, πολύυμνε, καὶ ἕσπερος οἶδε μερίμνας. σοὶ λιμένες γλαυκῶπιν ἀποκρίνουσι γαλήνην πᾶσαν

 ὀργῆς, ἑδρήσσων ἀτίνακτος ἐπ' ἀφλοίσβοιο γαλήνης. πάντα μὲν ὑλαίων ἀπεσείσαο πήματα μόχθων, εὐσεβίης δ' ὀχετηγὸν ἐνηέα θυμὸν ἀνοίγων συμπαθὲς ἀνδρομέο

Ἥκομεν ἐς ὑμᾶς, ἄνδρες, ἐκ τῆς ἑστίας τῆς τοῦ βασιλέως ἐς βασιλέως ἐστίαν τοῦ παμμεγίστου, τοῦ ποητοῦ τῶν ὅλων, δι' ὃν τὸ νικᾶν συμφυὲς τῶι δεσπότηι. ἐκεῖ μὲν ἡμῖν τῶν γερῶν ὁ προστάτης καθεὶς ἑαυτὸν εἰς θέατρον ἐκ λόγων τὸν νοῦν παρέσχεν εὐμενῶς, ἐνταῦθα δὲ ὁρᾶν πάρεστι τῶν ἱερῶν τὸν προστάτην· ἔστω δὲ καὐτὸς εὐμενής. τούτων γε μὲν μηδεὶς ἀκούσας λοιδορείσθω τοῖς λόγοις· εἴποι γὰρ εἰκὸς ἄν τις "ὦ τάν, ὡς πάνυ ληρεῖς περιττά. τοῦτον αἰτεῖς εὐμενῆ λόγοις γενέσθαι, τῶν ἀγαθῶν τὴν οἰκίαν, τὸν πᾶσαν εὐμένειαν ἠμφιεσμένον; τουτὶ πέπονθας ὅπερ ἂν εἰκότως πάθοι, εἴ τις δέοιτο λιπαρῶς ἐγκείμενος τὸν ἥλιον μὲν ἀνατέλλειν ἐν ἡμέραι, τὸ φῶς δὲ λάμπειν, τοὺς λόγους δ' εἶναι λόγους." ἐγὼ δὲ ταῦτα τοῦτον εἶναι τὸν τρόπον οὐκ ἂν ἀποφαίην· πρὸς δὲ τὸν σκοπὸν βλέπων, ὃς παμμέγιστος οὐκ ἔχων θ' ὑπερβολήν, δέδοικα τὴν ἀγωνίαν. θαρρεῖν δ' ὅμως ἐξ ὧν ἐδεδίειν πρότερον αὖθις ἄρχομαι. εἰ μὲν γὰρ ἐλπὶς ἦν τις εὐσθενεῖ λόγωι συνεξισοῦσθαι τῶι νεὼι τῶι παγκάλωι, σφαλερὸν ὑπῆρχεν ἐπαποδύεσθαι πάλαις, ἐν αἷς τὸ νικᾶν παρακεκινδυνευμένον. ἐπεὶ δὲ πάντες ἴσμεν, ὡς οὐκ ἄν ποτε λόγος φανείη συντρέχων ταῖς πράξεσιν ταῖς τοῦ βασιλέως, ἔστι δ' αὖ τῶν πράξεων τὸ παμμέγιστον ἡ κτίσις τούτου νεώ, οὐ χρὴ δεδοικότας ἐπὶ προδιεγνωσμένοις μένειν ἀτόλμους, ἀλλὰ τὴν προθυμίαν κινεῖν ἅπασαν, ὡς ἔχει τις ἰσχύος. ἔχει τι χρηστὸν ἀνδρὸς ἡ παρρησία. εἰ μὴ γὰρ εὐτόλμως τε καὶ φρονῶν μέγα ἐδημιούργει τὸν νεὼν ὁ δεσπότης πάσης ὑπερβὰς ἐλπίδος θεωρίαν, οὐκ ἂν προῆλθεν εἰς τοσαύτην ἡ πόλις εὐθυμίαν τε καὶ τρυφὴν εὐδαίμονα. τί οὖν ἀπεικὸς πρόσφορον παρρησίαν τὰ νῦν φανῆναι καὶ λόγων ἀζημίαν; ἃ γὰρ ἂν παραδράμωσιν ἠσθενηκότες, ἔξεστι ταῦτα προσλαβεῖν τοῖς ὄμμασιν. κρίνει δὲ τούτους οὐ κυαμοτρὼξ Ἀττικός, ἀλλ' ἄνδρες εὐσεβεῖς τε καὶ συγγνώμονες, οἶς καὶ τὸ θεῖον καὶ βασιλεὺς ἐφήδεται, οἱ τὰς πόλεις τάττοντες, οἱ τὰς ἡνίας ὅλων ἔχοντες καὶ λόγων καὶ πραγμάτων. ἆρ' οὖν ἐπ' αὐτοὺς χρὴ βαδίζειν τοὺς στίχους ἐκδημαγωγηθέντας εἰς παρρησίαν; χρὴ τοῦτο πράττειν, αὐτὸς ἀντιφθέγξομαι ὥσπερ τις ἠχὼ τῶν ἐμῶν φανεὶς λόγων. οὐκοῦν ἐπάνειμι πρὸς βασιλέα τὸν μέγαν. Παύλου Σιλεντιαρίου, υἱοῦ Κύρου, ἔκφρασις τῆς μεγάλης ἐκκλησίας.

Σήμερον οὐ σακέων με φέρει κτύπος, οὐδ' ἐπὶ νίκην ἕσπερον ἠὲ Λίβυσσαν ἐπείγομαι, οὐδὲ τροπαίοις ἀμφὶ τυραννοφόνοις καναχήποδα ῥυθμὸν ἀράσσω· Μηδοφόνων ἀβόητα μένοι κλέα σήμερον ἔργων. Εἰρήνη πολύολβε, τιθηνήτειρα πολήων, ἣν πλέον εὐπήληκος ἄναξ ἠγκάσσατο Νίκης, δεῦρο· πολισσούχοισιν ἐπαυχήσαντες ἀέθλοις παντὸς ὑπερκύδαντος ὑπέρτερον οἶκον ἀγῶνος εὐιέροις ὕμνοισιν ἀείσομεν, ὧι ὑπὸ μούνωι πᾶν κλέος ὑψορόφοιο κατώκλασε θέσκελον ἔργου. Ἀλλὰ σύ μοι βασιλῆα φερέσβιον, ὄμπνια Ῥώμη, στέψον ἀκηρασίοισι χύδην καταειμένον ὕμνοις, οὐχ ὅτι σὸν ζυγόδεσμον ἐφήρμοσεν ἔθνεσι γαίης, οὐχ ὅτι σῶν ἐτάνυσσεν ὑπέρβια μέτρα θοώκων τέλσα παρ' ἐσχατόωντα κατ' ὠκεανιτίδας ἀκτάς, ἀλλ' ὅτι σὸν περὶ πῆχυν ἀπείρονα νηὸν ἐγείρας Θυμβριάδος ποίησε φαεινοτέρην σε τεκούσης. εἴξατέ μοι, Ῥώμης Καπετωλίδες, εἴξατε, φῆμαι· τόσσον ἐμὸς βασιλεὺς ὑπερήλατο θάμβος ἐκεῖνο, ὁππόσον εἰδώλοιο θεὸς μέγας ἐστὶν ἀρείων. ἔνθεν ἐγὼν ἐθέλω σε μελιφθόγγοισι χορείαις, χρυσοχίτων Ἀνθοῦσα, τεὸν σκηπτοῦχον ἀείδειν. καὶ γὰρ ἄναξ οὐ μοῦνον ἐν ἔντεσι χεῖρα κορύσσων ῥινοτόρωι δούλωσεν ἀπείρονα βάρβαρον αἰχμῆι, ὄφρα τεοῖς ἀδμῆτα λόφον κλίνειε λεπάδνοις καὶ θέμιδος πτήξειε τεῆς ζυγόν· ἀλλὰ καὶ αὐτὸς τετριγὼς ὑπέροπλα μέλας Φθόνος ὤκλασε τόξωι ἀστυόχου βασιλῆος, ἐπασσυτέροις δὲ βελέμνοις ῥωγαλέος δούπησε, πεσὼν δ' ἐβάθυνε κονίην. καὶ σὺ δὲ πρεσβυγένεθλε Λατινιὰς ἔρχεο Ῥώμη, σύνθροον ἀείδουσα μέλος νεοθηλέϊ Ῥώμηι· ἔρχεο καγχαλόωσα, τεὴν ὅτι παῖδα δοκεύεις μητρὸς ὑπερτέλλουσαν, ἐπεὶ χάρις ἥδε τοκήων. Ἀνέρες, οἷσι μέμηλε θεουδέα θεσμὰ γεραίρειν, δεῦρό μοι ἀχλυόεσσαν ἀπορρίψαντες ἀνίην χιονέους ἕσσασθε γεγηθότες