Descriptio Sanctae Sophiae

 Ἥκομεν ἐς ὑμᾶς, ἄνδρες, ἐκ τῆς ἑστίας τῆς τοῦ βασιλέως ἐς βασιλέως ἐστίαν τοῦ παμμεγίστου, τοῦ ποητοῦ τῶν ὅλων, δι' ὃν τὸ νικᾶν συμφυὲς τῶι δεσπότηι.

 ἅψεσι πέπλους. δάκρυ δὲ πενταέτηρον ἀποψήσαντες ὀπωπῆς μέλψομεν εὐφήμοις ὑπὸ χείλεσιν εὔποδας ὕμνους. οὐρανίων ὤϊξεν ἐπὶ χθονὶ κλῆιθρα πυλάων Αὐσονίων

 φάμενος τεμένεσσιν ἐπείγετο, καὶ τάχα μύθου γείτονος ἔργον ἔην ταχινώτερον· ὀρνύμενος γὰρ ὡς θέμις οὐκ ἀνέμιμνε συνέμπορον ἀσπιδιώτην χρύσεον ἀγνάμπτο

 συναγείρετο, πᾶς τε θοώκων ἀρχός, ὑποδρήσσων σθεναροῦ βασιλῆος ἐφετμαῖς καὶ Χριστῶι βασιλῆϊ χαρίσια δῶρα κομίζων, ἱκεσίοις στομάτεσσι θεουδέας ἤπυεν ὕ

 οὐ γὰρ ἐν αὐτῆι μεσσάτιον κατὰ χῶρον ἕλιξ περιδέδρ[ομεν] ἄντυξ οἷάπερ ἀντολικοῖς ἐπὶ τέρμασιν, ἧ[χι θυ]ηλῆς ἴδμονες ἀρητῆρες ἐνιδρύσαντο θοώκους ἀργυρ

 συνέκυρσαν ἐριχρύσοιο κ[αρή]νου· ἀλλὰ μέση στεφανηδὸν ἄνω[ ]ἄντυξ ἀσκαφέος χώροιο, τὸν οὐκ ἐ[ τέ]χνη. ]τύπος σταυροῖο μεσόμ[φα]λος ἔνδοθι κύκλου λεπτα

 ἀνελθών· ἡ γὰρ ὑπερτέλλουσα πρὸς ἕσπερον οὐκέτι δοιαῖς ἴση ταῖς ἑτέρηισιν, ὑπὲρ νάρηκος ἰοῦσα. Ἀλλὰ καὶ ἀμβροσίοιο πρὸς ἐσπέριον πόδα νηοῦ τέτρασιν αἰ

 χρυσόρρυτος ἀκτὶς ἀνδρομέοις ἄτλητος ἐπεσκίρτησε προσώποις. φαίη τις Φαέθοντα μεσημβρινὸν εἴαρος ὥρηι εἰσοράαν, ὅτε πᾶσαν ἐπεχρύσωσεν ἐρίπνην. καὶ γὰρ

 φέρομαι; πῆι μῦθος ἰὼν ἀχάλινος ὁδεύει; ἴσχεο τολμήεσσα μεμυκότι χείλεϊ φωνή, μηδ' ἔτι γυμνώσειας ἃ μὴ θέμις ὄμμασι λεύσσειν. μυστιπόλοι δ' ὑπὸ χερσίν

 δ' αἰθούσης παρὰ κίονας ἔνθα καὶ ἔνθα μουνοφανῆ λαμπτῆρα διακριδὸν ἄλλον ἀπ' ἄλλου ἑξείης ἀνέθηκαν· ὅλον δ' ἐπὶ μῆκος ὁδεύει τηλεπόρου νηοῖο· κύτος δ'

 κύκλους ἐς φάος ἑσπέριόν τε καὶ ὄρθριον· εἰς σὲ γὰρ ἠὼς ἀμπαύειν, πολύυμνε, καὶ ἕσπερος οἶδε μερίμνας. σοὶ λιμένες γλαυκῶπιν ἀποκρίνουσι γαλήνην πᾶσαν

 ὀργῆς, ἑδρήσσων ἀτίνακτος ἐπ' ἀφλοίσβοιο γαλήνης. πάντα μὲν ὑλαίων ἀπεσείσαο πήματα μόχθων, εὐσεβίης δ' ὀχετηγὸν ἐνηέα θυμὸν ἀνοίγων συμπαθὲς ἀνδρομέο

κύκλους ἐς φάος ἑσπέριόν τε καὶ ὄρθριον· εἰς σὲ γὰρ ἠὼς ἀμπαύειν, πολύυμνε, καὶ ἕσπερος οἶδε μερίμνας. σοὶ λιμένες γλαυκῶπιν ἀποκρίνουσι γαλήνην πᾶσαν ἐς ἀγχιάλοιο πόλιν χθονός· ἐκχύμενον δὲ κῦμα περιστέλλοντες ὑπ' εὐκόλποισιν ἀγοστοῖς Νηρέος ἀφριόωσαν ὑποσσαίνουσιν ὁμοκλήν. καὶ ποταμῶν ὑπόειξε ῥόωι βρυχώμενον ὕδωρ, οὐκέτι δ' ἁρπακτῆρα μιαίνεται ὁλκὸν ὁδίτης· τὸν πρὶν ἀνικήτοισιν ἀγηνορέοντα ῥεέλντα ῥεέθροις Μυγδόνα Σαγγάριόν τις ἰδὼν Βιθυνίδι γαίηι, νῶτα λιθοτμήτοισι διαζωσθέντα γεφύραις, κρήγυον ἡμετέρων ἐπέων οὐ ῥυθμὸν ἐλέγξει. Ταῦτά σοι, ὀλβιόμοιρε, μάκαρ, δηναιὸν ἀέξει ζωοφόρου λυκάβαντος ἐπεμβάδα· ταῦτα θριάμβοις ἑσπερίοις Λιβυκοῖς τε καὶ ἠώιοισι γεραίρει σὸν κράτος ὠκεανοῖο παρ' ἄντυγα· ταῦτα τυράννων πολλάκις αὐτοφόνοιο χερὸς δηλήμονι τόλμηι αὐχένας ἐπρήνιξε, πρὶν ἔντεσι χεῖρας ἑλίξηις, τῶν δὲ κατηλοίησε καρήατα πρίν σε πυθέσθαι φῆμιν ἀπαγγέλλουσαν ἃ μὴ θέμις. εἴποτε γάρ σοι βαιὸν ἐλινύσασα ∆ίκη παρὰ ποσσὶ κομίσσηι ἀντιβίων τινὰ φῶτα, κατευνάζεις μὲν ἀέλλας εὐθὺς ἀναγκαίοιο χόλου, στρεπτὴν δὲ γαλήνην εὐθὺς ἄγεις, καὶ δεσμὸς ὁ χάλκεος, ὁ πρὶν ἐέργων ἀνέρα ποιναίοισιν ἐν ἅμμασιν, εὐθὺς ἀνοίγει αὐχενίην κληῗδα· σὺ δ' ἵλαον ὄμμα τανύσσας τὸν πρὶν ἐριδμαίνοντα, σέθεν ζυγόδεσμον ἀράξας, ἀντὶ φόνου ζωστῆρας ἐς αἰγλήεντας ἀέξεις. κερδαίνεις δ' ὅσα τύμβος ἀμείλιχος εἶχε καλύψαι γυῖα τεοῦ θεράποντος· ἀφ' ὑμετέρης δὲ γαλήνης νικηθείς, τρισέβαστε, πολὺ πλέον ἠὲ σιδήρωι εἰς σὲ μεταστρεφθεῖσαν ὅλην φρένα δέσμιος ἕλκει, ἐκ δὲ φόβου πρὸς ἔρωτα τεὸν καὶ πίστιν ἀΐξας ὑμετέροις ἐθέλοντα λόφον δούλωσε λεπάδνοις· οἶσθα γὰρ ὅσσον ἔρως κρατερώτερός ἐστιν ἀνάγκης, οἶσθα καὶ ὡς νομίοισιν ἐν ἄνθεσι πολλάκι ταῦρος πειθόμενος σύριγγι καλαύροπος ἦχον ἀλύσκει.

Ἔνθεν ἀεὶ καμάτοιο τεοῦ προκέλευθος ἀνέστη Χριστὸς ἄναξ, βουλὰς δὲ κυβερνητῆρι χαλινῶι σεῖο κατιθύνει κρατερόφρονας, εἴτ' ἐπὶ χάρμην φάσγανα γυμνῶσαι τελέθει χρέος εἴτε καλύψαι· ὅς σε καὶ ἀρητῆρα θεουδέα δῶκεν ἑλέσθαι ῥηϊδίως κραναὴν ἀρετῆς τετράζυγος οἶμον πᾶσαν ἐπιτροχάοντα, τὸν ἠγαθέοισι θοώκοις Ῥώμης οὐρανίη τις ἐφήρμοσεν ἔνθεος ὀμφή. Ἀλλὰ τροπαιοφόρων τε καὶ εὐπτολέμων σέθεν ὕμνων βαιὸν ἀποκλίναντες ἐπιτρέψωμεν ἀοιδὴν σεμνὸν ἐς ἀρητῆρα· τεὸς δέ τίς ἐστι καὶ αὐτὸς ὕμνος, ἄναξ. νίκη γὰρ ἀμοιβαδὸν ἄλλοθεν ἄλλη εὐπτολέμοις καμάτοισι καὶ ἀστυόχοις ἐπὶ μόχθοις ὑμετέροις στέφος ἁβρὸν ἐπεστήριξε καρήνοις. καὶ γὰρ ὅτε, σκηπτοῦχε, νόου βιοδώτορι βουλῆι ὑμετέροις τεμένεσσι μέγαν κληρώσαο μύστην, εὐθὺς ἀλιτρονόοιο κατήριπε δαίμονος ὁρμή, εὐθὺς ὅλων παθέων χαλεπὴν ἐτρέψαο χάρμην, εὐθὺς ἐπ' ἀστυόχοις καμάτοις ἀνεδήσαο νίκην. Ἀλλά μοι ἱμερόεσσαν ὑποστήριξον ἀκουὴν καὶ σὺ πάτερ πολύυμνε, θεουδέος ἡγέτα νηοῦ. σῆι μὲν ὑπὸ σφρηγῖδι φυλάσσεται εὖχος ἀνάκτων, σεῖο δ' ὑπ' εὐχωλῆισι κατάπτερος ἔθνεα Νίκη κοιρανίης ὑπέθηκε πολισσούχοισι λεπάδνοις. καὶ τὰ μὲν ἀντιτύποισιν ἐπαυχήσαντα βοείαις ἔγχος ἄγει βασιλῆος ὑπ' ἴχνεσιν, ἄλλα δὲ Ῥώμηι μυρία βαρβαρόφωνα συνήλυθον ἔθνεα γαίης ὑμετέρης ἀΐοντα σέβας, τρίλλιστε, γαλήνης. χθιζὰ μελαγγυίοισιν ὑπ' ἀνδράσιν ἔνθεον αὐλὴν στεινομένην ἐνόησα· τεῆς δ' ἀπὸ θέσπιδος αὐδῆς θελγόμενοι ψυχήν τε καὶ αὐχένα πρόφρονι βουλῆι οὐρανίοις ἔκλιναν ἐπιχθονίοις τε θοώκοις. τλήμονες. οἳ μὴ χεῖρα τεὴν δέξαντο καρήνοις, χεῖρα δυσαντήτων ἐλατήριον ἀμπλακιάων, χεῖρα λιποκτεάνοισιν ἐπαρκέα, χεῖρα τιθήνην ὀρφανικῶν, πάσης τε κατευνήτειραν ἀνάγκης. καὶ γὰρ ἀπ' ὠδίνων σε σαοφροσύνη τε καὶ αἰδώς ἐλπίδος οὐρανίης ἱεραῖς ξύνωσε πορείαις. λιτὰ δέ σοι καὶ δόρπα καὶ ὀμφήεσσα μενοινή, λιτὰ δέ σοι βλεφάρων ἀμαρύγματα, λιτὰ δὲ ταρσῶν ἴχνια σῶν, καὶ λιτὸν ἔπος σέο χείλεα πάλλει. οὐ μὲν ἐπισκυνίοιο κατηφιόωσαν ὁμίχλην ἀμφιέπεις, Χριστῶι δὲ γεγηθότα θυμὸν ἀέξεις, ἤπιον εὐάντητον ἄγων σέλας· ἐν δὲ προσώποις μειλίχιον μείδημα παρήϊα σεμνὰ χαράσσει. ταῦτα δὲ πρηϋνόοιο φέρεις σημήϊα θυμοῦ· ἐσσὶ γὰρ εὐθίκτοισιν ἀνέμβατος ἴχνεσιν