Descriptio Sanctae Sophiae

 Ἥκομεν ἐς ὑμᾶς, ἄνδρες, ἐκ τῆς ἑστίας τῆς τοῦ βασιλέως ἐς βασιλέως ἐστίαν τοῦ παμμεγίστου, τοῦ ποητοῦ τῶν ὅλων, δι' ὃν τὸ νικᾶν συμφυὲς τῶι δεσπότηι.

 ἅψεσι πέπλους. δάκρυ δὲ πενταέτηρον ἀποψήσαντες ὀπωπῆς μέλψομεν εὐφήμοις ὑπὸ χείλεσιν εὔποδας ὕμνους. οὐρανίων ὤϊξεν ἐπὶ χθονὶ κλῆιθρα πυλάων Αὐσονίων

 φάμενος τεμένεσσιν ἐπείγετο, καὶ τάχα μύθου γείτονος ἔργον ἔην ταχινώτερον· ὀρνύμενος γὰρ ὡς θέμις οὐκ ἀνέμιμνε συνέμπορον ἀσπιδιώτην χρύσεον ἀγνάμπτο

 συναγείρετο, πᾶς τε θοώκων ἀρχός, ὑποδρήσσων σθεναροῦ βασιλῆος ἐφετμαῖς καὶ Χριστῶι βασιλῆϊ χαρίσια δῶρα κομίζων, ἱκεσίοις στομάτεσσι θεουδέας ἤπυεν ὕ

 οὐ γὰρ ἐν αὐτῆι μεσσάτιον κατὰ χῶρον ἕλιξ περιδέδρ[ομεν] ἄντυξ οἷάπερ ἀντολικοῖς ἐπὶ τέρμασιν, ἧ[χι θυ]ηλῆς ἴδμονες ἀρητῆρες ἐνιδρύσαντο θοώκους ἀργυρ

 συνέκυρσαν ἐριχρύσοιο κ[αρή]νου· ἀλλὰ μέση στεφανηδὸν ἄνω[ ]ἄντυξ ἀσκαφέος χώροιο, τὸν οὐκ ἐ[ τέ]χνη. ]τύπος σταυροῖο μεσόμ[φα]λος ἔνδοθι κύκλου λεπτα

 ἀνελθών· ἡ γὰρ ὑπερτέλλουσα πρὸς ἕσπερον οὐκέτι δοιαῖς ἴση ταῖς ἑτέρηισιν, ὑπὲρ νάρηκος ἰοῦσα. Ἀλλὰ καὶ ἀμβροσίοιο πρὸς ἐσπέριον πόδα νηοῦ τέτρασιν αἰ

 χρυσόρρυτος ἀκτὶς ἀνδρομέοις ἄτλητος ἐπεσκίρτησε προσώποις. φαίη τις Φαέθοντα μεσημβρινὸν εἴαρος ὥρηι εἰσοράαν, ὅτε πᾶσαν ἐπεχρύσωσεν ἐρίπνην. καὶ γὰρ

 φέρομαι; πῆι μῦθος ἰὼν ἀχάλινος ὁδεύει; ἴσχεο τολμήεσσα μεμυκότι χείλεϊ φωνή, μηδ' ἔτι γυμνώσειας ἃ μὴ θέμις ὄμμασι λεύσσειν. μυστιπόλοι δ' ὑπὸ χερσίν

 δ' αἰθούσης παρὰ κίονας ἔνθα καὶ ἔνθα μουνοφανῆ λαμπτῆρα διακριδὸν ἄλλον ἀπ' ἄλλου ἑξείης ἀνέθηκαν· ὅλον δ' ἐπὶ μῆκος ὁδεύει τηλεπόρου νηοῖο· κύτος δ'

 κύκλους ἐς φάος ἑσπέριόν τε καὶ ὄρθριον· εἰς σὲ γὰρ ἠὼς ἀμπαύειν, πολύυμνε, καὶ ἕσπερος οἶδε μερίμνας. σοὶ λιμένες γλαυκῶπιν ἀποκρίνουσι γαλήνην πᾶσαν

 ὀργῆς, ἑδρήσσων ἀτίνακτος ἐπ' ἀφλοίσβοιο γαλήνης. πάντα μὲν ὑλαίων ἀπεσείσαο πήματα μόχθων, εὐσεβίης δ' ὀχετηγὸν ἐνηέα θυμὸν ἀνοίγων συμπαθὲς ἀνδρομέο

συναγείρετο, πᾶς τε θοώκων ἀρχός, ὑποδρήσσων σθεναροῦ βασιλῆος ἐφετμαῖς καὶ Χριστῶι βασιλῆϊ χαρίσια δῶρα κομίζων, ἱκεσίοις στομάτεσσι θεουδέας ἤπυεν ὕμνους, ἄργυφον εὐκαμάτοις ὑπὸ χείρεσι κηρὸν ἀνάπτων. ἕσπετο δ' ἀρητήρ, ἱερῆς δ' ἐξῆρχε χορείης, ἀρητὴρ πολύυμνος, ὃν ἄξιον εὕρετο νηοῦ Αὐσονίων σκηπτοῦχος· ὅλης δ' ἐστείνετο Ῥώμης ἀτραπὸς εὐρυάγυια. μολὼν δ' ἐπὶ θέσπιδας αὐλὰς δῆμος ἅπας ἐπέβωσε χαρίσιον, οὐρανίας δὲ ἀχράντους ἐδόκησεν ἐς ἄντυγας ἴχνια θέσθαι. Οἴξατέ μοι κληῗδα θεουδέες, οἴξατε, μύσται, οἴξατε δ' ἡμετέροισιν ἀνάκτορα θέσκελα μύθοις, εὐχωλὴν δ' ἐπέεσσι κομίσσατε· καὶ γὰρ ἀνάγκη ἁπτομένους βαλβῖδος ἐς ὑμέας ὄμμα τανύσσαι.

Τρισσὰ μὲν ἀντολικῶν ἀναπέπταται ἔνδια κύκλων ἡμιτόμων· ὑψοῦ δὲ μετ' ὄρθιον αὐχένα τοίχων σφαίρης τετρατόμοιο λάχος τὸ τέταρτον ἀνέρπει, οἷον ὑπὲρ τριλόφοιο καρήατος, ὑψόθι νώτων, σχῆμα πολυγλήνοισι ταὼς πτερύγεσσιν ἐγείρει. κόγχας ταῦτα κάρηνα σοφοὶ τεχνήμονι μύθωι ἀνέρες ηὐδάξαντο· τὸ δ' ἀτρεκές, εἴτ' ἀπὸ κόγχου εἰναλίου καλέουσι δαήμονες εἴτ' ἀπὸ τέχνης, αὐτοί που δεδάασι. μέση δ' ἐζώσατο θώκους μυστιπόλους καὶ βάθρα περίδρομα. καὶ τὸ μὲν αὐτῶν ὑστατίην ὑπὸ πέζαν ἀολλίζουσα συνέλκει ἐγγύτερον περὶ κέντρον ἐπὶ χθονός· ὅσσα δ' ἀνίσχει ὑψόθεν, εὐρύνουσι διάστασιν ἄχρι θοώκων ἀργυρέων κατὰ βαιόν, ἀεξομένοισι δὲ κύκλοις αἰὲν ἐπεμβαίνουσαν ἐπειλίσσουσι κεραίην. Τὴν δὲ μετεκδέχεται κρατεροῖς ἀραρυῖα θεμείλοις ἐς βάσιν εὐθύγραμμος ὕπερθε δὲ κύκλιος ἄντυξ, σχήμασιν οὐ σφαίρης ἐναλίγκιος, ἀλλὰ κυλίνδρου ἄνδιχα τεμνομένοιο. δύω δ' εὐκίονας ἄλλας κόγχας ἀμφοτέρωθι προβάλλεται ἐς δύσιν ἕρπειν, οἷάπερ ἐκτανύουσα περιγναμφθέντας ἀγοστούς, λαὸν ὅπως πολύυμνον ἑοῖς ἀγκάσσεται οἴκοις. καὶ τὰς μὲν χρυσέοισιν ἐλαφρίζουσι καρήνοις στικτοὶ πορφυρέοισιν ἀποστίλβοντες ἀώτοις κίονες, ἡμιτμῆγι περισταδὸν ἄντυγι κύκλου, ἄχθος ἀερτάζοντες ὑπέρβιον, οὕς ποτε Θήβης Νειλώιης ἐλόχευσαν ἐϋκνήμιδες ἐρίπναι. κίοσι μὲν δοιοῖσιν ἀείρεται ἔνθα καὶ ἔνθα ἀμφοτέρης ἁψῖδος ἐδέθλια· τριχθαδίας δὲ ἡμιτελεῖς ἁψῖδας ὀλίζονας ἴχνεσι κόγχης ἄνδρες ὑπειλίξαντο δαήμονες, ὧν ὑπὸ πέζαν κίονες ἱδρύσαντο καρήατα δέσμια χαλκῶι, γλυπτά, χρυσεότευκτα, παραπλάζοντα μερίμνας. εἰσὶ δὲ πορφυρέαις ἐπὶ κίοσι κίονες ἄλλαι, ἀγλαὰ Θεσσαλικῆς χλοερώπιδος ἄνθεα πέτρης· ἔνθα [σὺ] θηλυτέρων ὑπερώϊα καλὰ νοήσεις. σχῆ[μα δ' ὅ]λον φορέουσιν, ὃ νειόθεν ἔστιν ἰδέσθαι· ἓξ δ' [ὑπὸ Θ]εσσαλικοῖσι καὶ οὐ δύο κίοσι λάμπει. ἔστι δὲ θαμβῆσαι νόον ἀνέρος, ὅς ποτε δοιαῖς πήξατο θαρσαλέως ἐπὶ κίοσι τρισσάκι δοιάς, οὐδὲ βάσιν κενεοῖο κατ' ἠέρος ἔτρεσε πῆξαι. πάντα δὲ Θεσσαλικοῖο μεταίχμια κίονος ἀνὴρ λαϊνέοις ἔφραξεν ἐρείσμασιν, ἔνθα κλιθεῖσαι ἐργοπόνους ἀγκῶνας ἐπηρείσαντο γυναῖκες. Οὕτως ἀντολικὰς μὲν ἐπ' ἄντυγας ὄμμα τανύσσας θάμβος ἀειδίνητον ἐσόψεαι. ἀλλ' ἐπὶ πάσαις ἐκφύεται πολύκυκλον ὑπὲρ σκέπας οἷά τις ἄλλη ἁψὶς ἠερόφοιτος, ἀνευρύνουσα κεραίην ἠέρι κολπωθεῖσαν, ἀίσσει δ' ἄχρι καρήνου ἄχρι βαθυκνήμοιο καὶ ἄντυγος, ἧς κατὰ νῶτον πυθμένας ἐρρίζωσε μέσου κόρυς ἄμβροτος οἴκου. ὣς ἡ μὲν βαθύκολπος ἀνέσσυται ἠέρι κόγχη, ὑψόθεν ἀντέλλουσα μία, τρισσοῖσι δὲ κόλποις νέρθεν ἐπεμβεβαυῖα· διατμηγεῖσα δὲ νώτοις πένταχα μοιρηθέντα δοχήϊα φωτὸς ἀνοίγει, λεπταλέαις ὑάλοις κεκαλυμμένα, τῶν διὰ μέσσης φαιδρὸν ἀπαστράπτουσα ῥοδόσφυρος ἔρχται ἠώς.

∆ιαιρεθείσης πάλιν τῆς ἀκροάσεως προελέχθησαν οἱ ὑποκείμενοι στίχοι. Εἰ μὲν πρὸς ἄλλο θέατρον ὑμᾶς συγκαλεῖν συχνῶς ἐπεχείρουν, ὄχλον ἄν τις

εἰκότως ἡγήσατο τοῦτο· νῦν γε μὴν εὖ οἶδ' ὅτι πρὸς τὸν νεὼν δραμόντες αὖθις τὸν μέγαν ἐρᾶτε πάντες τῆς ἀκοῆς ὡς τῆς θέας. οὐκοῦν τὸ λοιπὸν προσκαταθήσω τοῦ χρέους. Πάντα καὶ ἑσπερίην τις ἐπὶ κλίσιν ἶσα νοήσει σχήμασιν ἠώιοις, ὀλίγων ἄτερ.