Descriptio Sanctae Sophiae

 Ἥκομεν ἐς ὑμᾶς, ἄνδρες, ἐκ τῆς ἑστίας τῆς τοῦ βασιλέως ἐς βασιλέως ἐστίαν τοῦ παμμεγίστου, τοῦ ποητοῦ τῶν ὅλων, δι' ὃν τὸ νικᾶν συμφυὲς τῶι δεσπότηι.

 ἅψεσι πέπλους. δάκρυ δὲ πενταέτηρον ἀποψήσαντες ὀπωπῆς μέλψομεν εὐφήμοις ὑπὸ χείλεσιν εὔποδας ὕμνους. οὐρανίων ὤϊξεν ἐπὶ χθονὶ κλῆιθρα πυλάων Αὐσονίων

 φάμενος τεμένεσσιν ἐπείγετο, καὶ τάχα μύθου γείτονος ἔργον ἔην ταχινώτερον· ὀρνύμενος γὰρ ὡς θέμις οὐκ ἀνέμιμνε συνέμπορον ἀσπιδιώτην χρύσεον ἀγνάμπτο

 συναγείρετο, πᾶς τε θοώκων ἀρχός, ὑποδρήσσων σθεναροῦ βασιλῆος ἐφετμαῖς καὶ Χριστῶι βασιλῆϊ χαρίσια δῶρα κομίζων, ἱκεσίοις στομάτεσσι θεουδέας ἤπυεν ὕ

 οὐ γὰρ ἐν αὐτῆι μεσσάτιον κατὰ χῶρον ἕλιξ περιδέδρ[ομεν] ἄντυξ οἷάπερ ἀντολικοῖς ἐπὶ τέρμασιν, ἧ[χι θυ]ηλῆς ἴδμονες ἀρητῆρες ἐνιδρύσαντο θοώκους ἀργυρ

 συνέκυρσαν ἐριχρύσοιο κ[αρή]νου· ἀλλὰ μέση στεφανηδὸν ἄνω[ ]ἄντυξ ἀσκαφέος χώροιο, τὸν οὐκ ἐ[ τέ]χνη. ]τύπος σταυροῖο μεσόμ[φα]λος ἔνδοθι κύκλου λεπτα

 ἀνελθών· ἡ γὰρ ὑπερτέλλουσα πρὸς ἕσπερον οὐκέτι δοιαῖς ἴση ταῖς ἑτέρηισιν, ὑπὲρ νάρηκος ἰοῦσα. Ἀλλὰ καὶ ἀμβροσίοιο πρὸς ἐσπέριον πόδα νηοῦ τέτρασιν αἰ

 χρυσόρρυτος ἀκτὶς ἀνδρομέοις ἄτλητος ἐπεσκίρτησε προσώποις. φαίη τις Φαέθοντα μεσημβρινὸν εἴαρος ὥρηι εἰσοράαν, ὅτε πᾶσαν ἐπεχρύσωσεν ἐρίπνην. καὶ γὰρ

 φέρομαι; πῆι μῦθος ἰὼν ἀχάλινος ὁδεύει; ἴσχεο τολμήεσσα μεμυκότι χείλεϊ φωνή, μηδ' ἔτι γυμνώσειας ἃ μὴ θέμις ὄμμασι λεύσσειν. μυστιπόλοι δ' ὑπὸ χερσίν

 δ' αἰθούσης παρὰ κίονας ἔνθα καὶ ἔνθα μουνοφανῆ λαμπτῆρα διακριδὸν ἄλλον ἀπ' ἄλλου ἑξείης ἀνέθηκαν· ὅλον δ' ἐπὶ μῆκος ὁδεύει τηλεπόρου νηοῖο· κύτος δ'

 κύκλους ἐς φάος ἑσπέριόν τε καὶ ὄρθριον· εἰς σὲ γὰρ ἠὼς ἀμπαύειν, πολύυμνε, καὶ ἕσπερος οἶδε μερίμνας. σοὶ λιμένες γλαυκῶπιν ἀποκρίνουσι γαλήνην πᾶσαν

 ὀργῆς, ἑδρήσσων ἀτίνακτος ἐπ' ἀφλοίσβοιο γαλήνης. πάντα μὲν ὑλαίων ἀπεσείσαο πήματα μόχθων, εὐσεβίης δ' ὀχετηγὸν ἐνηέα θυμὸν ἀνοίγων συμπαθὲς ἀνδρομέο

φέρομαι; πῆι μῦθος ἰὼν ἀχάλινος ὁδεύει; ἴσχεο τολμήεσσα μεμυκότι χείλεϊ φωνή, μηδ' ἔτι γυμνώσειας ἃ μὴ θέμις ὄμμασι λεύσσειν. μυστιπόλοι δ' ὑπὸ χερσίν, ὅσοις τόδε θεσμὰ κελεύει, Σιδονίης φοίνικι βεβαμμένον ἄνθεϊ κόχλου φᾶρος ἐφαπλώσαντες ἐρέψατε νῶτα τραπέζης, τέτρασι δ' ἀργυρέηισιν ἐπὶ πλευρῆισι καλύπτρας ὀρθοτενεῖς πετάσαντες ἀπείρονι δείξατε δήμωι χρυσὸν ἅλις καὶ φαιδρὰ σοφῆς δαιδάλματα τέχνης. ὧν μία μὲν ποίκιλλε σέβας Χριστοῖο προσώπου· τοῦτο δὲ καλλιπόνοιο φυτεύσατο χείρεσι τέχνης οὐ γλυφίς, οὐ ῥαφίδων τις ἐλαυνομένης διὰ πέπλων, ἀλλὰ μεταλλάσσουσα πολύχροα νήματα πήνη, νήματα ποικιλόμορφα, τὰ βάρβαρος ἤροσε μύρμηξ. χρυσοφαὲς δ' ἀμάρυγμα βολαῖς ῥοδοπήχεος ἠοῦς ἁπλοῒς ἀντήστραψε θεοκράντων ἐπὶ γυίων, καὶ Τυρίηι πόρφυρε χιτὼν ἁλιανθέϊ κόχλωι, δεξιὸν εὐτύκτοις ὑπὸ νήμασιν ὦμον ἐρέπτων· κεῖθι γὰρ ἀμπεχόνης μὲν ἀπωλίσθησε καλύπτρη, καλὰ δ' ἀνερπύζουσα διὰ πλευρῆς ὑπὲρ ὤμου ἀγκέχυται λαιοῖο· γεγύμνωται δὲ καλύπτρης πῆχυς καὶ θέναρ ἄκρον. ἔοικε δὲ δάκτυλα τείνειν δεξιτερῆς, ἅτε μῦθον ἀειζώοντα πιφαύσκων, λαιῆι βίβλον ἔχων ζαθέων ἐπιίστορα μύθων, βίβλον ἀπαγγέλλουσαν, ὅσα χραισμήτορι βουλῆι αὐτὸς ἄναξ ἐτέλεσσεν ἐπὶ χθονὶ ταρσὸν ἐρείδων. πᾶσα δ' ἀπαστράπτει χρυσέη στολίς· ἐν γὰρ ἐκείνηι τρητὸς λεπταλέος περὶ νήματα χρυσὸς ἑλιχθείς, σχήμασιν ἢ σωλῆνος ὁμοίιος ἤ τινος αὐλοῦ, δέσμιος ἱμερόεντος ἐρείδεται ὑψόθι πέπλου, ὀξυτέραις ῥαφίδεσσι δεθεὶς καὶ νήμασι Σηρῶν. ἱστάμενοι δ' ἑκάτερθε δύω κήρυκε θεοῖο, Παῦλος, ὅλης σοφίης θεοδέγμονος ἔμπλεος ἀνήρ, καὶ σθεναρὸς κληιδοῦχος ἐπουρανίων πυλεώνων, αἰθερίοις δεσμοῖσιν ἐπιχθονίοις τε κελεύων· ὃς μὲν ἐλαφρίζει καθαρῆς ἐγκύμονα ῥήτρης βίβλον, ὁ δὲ σταυροῖο τύπον χρυσέης ἐπὶ ῥάβδου. ἄμφω δὲ στολίδεσσιν ὑπ' ἀργυφέηισι πυκάζει πήνη ποικιλόεργος· ἐπ' ἀμβροσίων δὲ καρήνων νηὸς ἐκολπώθη χρύσεος, τριέλικτον ἐγείρων ἀγλαΐην ἁψῖδος· ἐφεδρήσσει δὲ βεβηκὼς τέτρασι χρυσείοις ἐπὶ κίοσι. χείλεσι δ' ἄκροις χρυσοδέτου πέπλοιο κατέγραφεν ἄσπετα τέχνη ἔργα πολισσούχων ἐριούνια παμβασιλήων· πῆι μὲν νουσαλέων τις ἀκέστορας ὄψεται οἴκους, πῆι δὲ δόμους ἱερούς. ἑτέρωθι δὲ θαύματα λάμπει οὐρανίου Χριστοῖο· χάρις δ' ἐπιλείβεται ἔργοις. ἐν δ' ἑτέροις πέπλοισι συναπτομένους βασιλῆας ἄλλοθι μὲν παλάμαις Μαρίης θεοκύμονος εὕροις, ἄλλοθι δὲ Χριστοῖο θεοῦ χερί· πάντα δὲ πήνης νήμασι χρυσοπόρων τε μίτων ποικίλλεται αἴγληι. Πάντα μὲν ἀγλαΐηι καταειμένα, πάντα νοήσεις ὄμμασι θάμβος ἄγοντα· φαεσφορίην δὲ λιγαίνειν ἑσπερίην οὐ μῦθος ἐπάρκιος. ἦ τάχα φαίης ἐννύχιον Φαέθοντα καταυγάζειν σέβας οἴκου. καὶ γὰρ ἐμῶν πολύμητις ἐπιφροσύνη βασιλήων ἀντιπόροις ἑλίκεσσι πολυγνάμπτοισι δεθείσας πλεκτὰς χαλκελάτους δολιχὰς ἐτανύσσατο σειρὰς λαϊνέης προβλῆτος ἀπ' ἄντυγος, ἧς ἐπὶ νώτωι νηὸς ἀερσικάρηνος ἐρείσατο ταρσὰ καλύπτρης. αἱ δὲ κατειβόμεναι περιμήκεος ἔκποθεν οἴμου ἀθρόαι ἀΐσσουσι κατὰ χθόνα· πρὶν δ' ἀφικέσθαι ἐς πέδον, ὑψικέλευθον ἀνεκρούσαντο πορείην. καὶ χορὸν ἐκτελέουσιν ὁμόγνιον. ἐκ δέ νυ σειρῆς ἀργυρέους στεφανηδὸν ἀπ' ἠέρος ἥψατο δίσκους ἐκκρεμέας περὶ τέλσα μέσου τροχάοντα μελάθρου. οἱ δὲ καθερπύζοντες ἀφ' ὑψιπόροιο κελεύθου ἀνδρομέων κυκληδὸν ὑπερτέλλουσι καρήνων. τοὺς μὲν ἀνὴρ πολύϊδρις ὅλους ἐτόρησε σιδήρωι, ὄφρα κεν ἐξ ὑάλοιο πυρικμήτοιο ταθέντας οὐριάχους δέξαιντο καὶ ἐκκρεμὲς ἀνδράσιν εἴη φέγγεος ἐννυχίοιο δοχήϊον. οὐδ' ἐνὶ δίσκοις μούνοις φέγγος ἔλαμπε φιλέννυχον· ἀλλ' ἐνὶ κύκλωι καὶ μεγάλου σταυροῖο τύπον πολύωπα νοήσεις, γείτονα μὲν δίσκοιο, πολυτρήτοισι δὲ νώτοις ἄγγος ἐλαφρίζοντα σελασφόρον. εὐσελάων δὲ κύκλιος ἐκ φαέων χορὸς ἵσταται. ἦ τάχα φαίης ἐγγύθεν ἀρκτούροιο δρακοντείων τε γενείων οὐρανίου στεφάνοιο λελαμπότα τείρεα λεύσσειν. Οὕτω μὲν κατὰ νηὸν ἑλίσσεται ἑσπερίη φλόξ, φαιδρὸν ἀπαστράπτουσα· μέσωι δ' ἐνὶ μείονι κύκλωι δευτατίου στεφάνοιο σελασφόρον ἄντυγα δήεις. μεσσοπαγὲς δ' ἐπὶ κέντρον ἀπ' ἠέρος ἄλλος ὀρούσας δίσκος ἐὺς σελάγιζε· φυγὰς δ' ἀπελαύνεται ὄρφνη. Ἐγγύθι