Descriptio Sanctae Sophiae

 Ἥκομεν ἐς ὑμᾶς, ἄνδρες, ἐκ τῆς ἑστίας τῆς τοῦ βασιλέως ἐς βασιλέως ἐστίαν τοῦ παμμεγίστου, τοῦ ποητοῦ τῶν ὅλων, δι' ὃν τὸ νικᾶν συμφυὲς τῶι δεσπότηι.

 ἅψεσι πέπλους. δάκρυ δὲ πενταέτηρον ἀποψήσαντες ὀπωπῆς μέλψομεν εὐφήμοις ὑπὸ χείλεσιν εὔποδας ὕμνους. οὐρανίων ὤϊξεν ἐπὶ χθονὶ κλῆιθρα πυλάων Αὐσονίων

 φάμενος τεμένεσσιν ἐπείγετο, καὶ τάχα μύθου γείτονος ἔργον ἔην ταχινώτερον· ὀρνύμενος γὰρ ὡς θέμις οὐκ ἀνέμιμνε συνέμπορον ἀσπιδιώτην χρύσεον ἀγνάμπτο

 συναγείρετο, πᾶς τε θοώκων ἀρχός, ὑποδρήσσων σθεναροῦ βασιλῆος ἐφετμαῖς καὶ Χριστῶι βασιλῆϊ χαρίσια δῶρα κομίζων, ἱκεσίοις στομάτεσσι θεουδέας ἤπυεν ὕ

 οὐ γὰρ ἐν αὐτῆι μεσσάτιον κατὰ χῶρον ἕλιξ περιδέδρ[ομεν] ἄντυξ οἷάπερ ἀντολικοῖς ἐπὶ τέρμασιν, ἧ[χι θυ]ηλῆς ἴδμονες ἀρητῆρες ἐνιδρύσαντο θοώκους ἀργυρ

 συνέκυρσαν ἐριχρύσοιο κ[αρή]νου· ἀλλὰ μέση στεφανηδὸν ἄνω[ ]ἄντυξ ἀσκαφέος χώροιο, τὸν οὐκ ἐ[ τέ]χνη. ]τύπος σταυροῖο μεσόμ[φα]λος ἔνδοθι κύκλου λεπτα

 ἀνελθών· ἡ γὰρ ὑπερτέλλουσα πρὸς ἕσπερον οὐκέτι δοιαῖς ἴση ταῖς ἑτέρηισιν, ὑπὲρ νάρηκος ἰοῦσα. Ἀλλὰ καὶ ἀμβροσίοιο πρὸς ἐσπέριον πόδα νηοῦ τέτρασιν αἰ

 χρυσόρρυτος ἀκτὶς ἀνδρομέοις ἄτλητος ἐπεσκίρτησε προσώποις. φαίη τις Φαέθοντα μεσημβρινὸν εἴαρος ὥρηι εἰσοράαν, ὅτε πᾶσαν ἐπεχρύσωσεν ἐρίπνην. καὶ γὰρ

 φέρομαι; πῆι μῦθος ἰὼν ἀχάλινος ὁδεύει; ἴσχεο τολμήεσσα μεμυκότι χείλεϊ φωνή, μηδ' ἔτι γυμνώσειας ἃ μὴ θέμις ὄμμασι λεύσσειν. μυστιπόλοι δ' ὑπὸ χερσίν

 δ' αἰθούσης παρὰ κίονας ἔνθα καὶ ἔνθα μουνοφανῆ λαμπτῆρα διακριδὸν ἄλλον ἀπ' ἄλλου ἑξείης ἀνέθηκαν· ὅλον δ' ἐπὶ μῆκος ὁδεύει τηλεπόρου νηοῖο· κύτος δ'

 κύκλους ἐς φάος ἑσπέριόν τε καὶ ὄρθριον· εἰς σὲ γὰρ ἠὼς ἀμπαύειν, πολύυμνε, καὶ ἕσπερος οἶδε μερίμνας. σοὶ λιμένες γλαυκῶπιν ἀποκρίνουσι γαλήνην πᾶσαν

 ὀργῆς, ἑδρήσσων ἀτίνακτος ἐπ' ἀφλοίσβοιο γαλήνης. πάντα μὲν ὑλαίων ἀπεσείσαο πήματα μόχθων, εὐσεβίης δ' ὀχετηγὸν ἐνηέα θυμὸν ἀνοίγων συμπαθὲς ἀνδρομέο

οὐ γὰρ ἐν αὐτῆι μεσσάτιον κατὰ χῶρον ἕλιξ περιδέδρ[ομεν] ἄντυξ οἷάπερ ἀντολικοῖς ἐπὶ τέρμασιν, ἧ[χι θυ]ηλῆς ἴδμονες ἀρητῆρες ἐνιδρύσαντο θοώκους ἀργυρέοις στίλβοντας ἀπειρεσίοισι [μετάλ]λ[οι]ς. ἀλλὰ δύσις πυλεῶνα μέγαν πολυ[δαίδ]αλ[ον ἴσχ]ει, οὐχ ἕνα· τριχθαδίους γὰρ ἔχει κατὰ τέ[λσα μελ]άθρου. μηκεδανὸς δ' ἐπὶ τοῖσι πύλαις παραπέπ[ταται] αὐλών, δεχνύμενος προσιόντας ὑπ' εὐρ[υπ]όροισι θυρέτροις, μῆκος ἔχων ὅσον εὖρος ἀνάκτορα θέσκελα νηοῦ. χῶρος ὅδε Γραικοῖσι φατίζεται ἀνδράσι νάρθηξ. ἔνθα δέ τις κατὰ νύκτα διαμπερὲς ἦχος ἀνέρπων εὐκέλαδος Χριστοῖο βιαρκέος οὔατα θέλγει, ὁππόθι τιμήεντα θεουδέος ὄργια ∆αυὶδ ἀντιπόροις ἰαχῆισιν ἀείδεται ἀνδράσι μύστηις, ∆αυὶδ πρηϋνόοιο, τὸν ἤινεσε θέσκελος ὀμφή, φωτὸς ἀγακλήεντος, ὅθεν πολύυμνος ἀπορρὼξ γαστέρι δεξαμένη τὸν ἀμήτορα παῖδα θεοῖο Χριστὸν ἀνεβλάστησεν ἀπειρογάμοισι λοχείαις, μητρώιοις δ' ὑπέθηκε τὸν ἄσπορον υἱέα θεσμοῖς. ἑπτὰ δ' ἀνευρύνας ἱεροὺς πυλεῶνας ἀνοίγει, λαὸν ἔσω καλέοντας ὁμιλαδόν· ἀλλ' ὁ μὲν αὐτῶν ἐνστρέφεται νάρθηκος ἐπὶ στεινοῖο μετώπου ἐς νότον, ὃς δὲ βορῆος ἐπὶ πτερά· τῶν γε μὲν ἄλλων νηοκόρος παλάμηισι μεμυκότα θαιρὸν ἀνοίγει ἑσπέριον περὶ τοῖχον, ὃς ὕστατός ἐστι μελάθρου.

Πῆι φέρομαι; τίς μῦθον ἀνήρπασε πλαγκτὸν ἀήτης οἷάπερ ἐν πελάγεσσι; μέσον παραδέδρομε νηοῦ χῶρον ὑπερκύδαντα. παλιννόστησον, ἀοιδή, θάμβος ὅπηι πανάπιστον ἰδεῖν, πανάπιστον ἀκοῦσαι. εἰσὶ γὰρ ἀντολικούς τε καὶ ἑσπερίους μετὰ κύκλους, κύκλους ἡμιτελεῖς, μετὰ κίονα δίζυγα Θήβης, εὐπαγέες τοῖχοι πίσυρες, γυμνοὶ μὲν ὁρᾶσθαι πρό[σθεν,] ἐπὶ πλευρὰς δὲ καὶ ἀρραγέας περὶ νώτους ἀντ[ιπόρο]ις σφιγχθέντες ἐρείσμασιν· εὐκαμάτοις δὲ τέτρ[αχα μο]ιρηθέντες ἐφεδρήσσουσι θεμείλοις, πέτρ[αις] ἀρραγέεσσιν ἀρηρότες, ὧν διὰ μέσσου ψῆγμα πυριφλέκτοιο λίθου προχοῆισι κεράσσας ἁρμονίην ξύνωσεν ἀνὴρ δωμήτορι τέχνηι. τοῖς ἔπι μυριόμετρος ἐπιγναμφθεῖσα κεραίη, οἷάπερ εὐκύκλοιο πολύχροος ἴριδος ἄντυξ, ἡ μὲν ἐπὶ ζεφύρου τρέπεται πτερόν, ἡ δὲ βορῆος ἐς κλίσιν, ἡ δὲ νότοιο, καὶ ὄρθιος ἔγρεται ἄλλη εὖρον ἐπὶ φλογόεντα. βάσιν δ' ἀτίνακτον ἑκάστη γείτοσιν ἀμφοτέρωθεν ὁμοῦ συνέμιξε κεραίαις, ξυνοῦ πηγνυμένην ἐπὶ τέρμονος· ὀρνυμένη δὲ ἠερίαις κατὰ βαιὸν ἐϋγνάμπτοισι κελεύθοις τῆς πρὶν ὁμογνήτοιο διίσταται. ἀλλὰ καὶ αὐτῶν ἁψίδων τὸ μεταξὺ καλοῖς ἀναπίμπλαται ἔργοις. ἔνθα γὰρ ἀλλήλων ἀπονεύμεναι ἤθεσι τέχνης ἠέρα γυμνὸν ἔδειξαν, ἀνέσσυται ἶσα τριγώνωι τοῖχος ἐπικλινθεὶς ὅσον ἄρκιον, ἄχρι συνάψηι πήχεας ἀμφοτέρωθεν ὁμόζυγος ἄντυγι κύκλου. τέτραχα δ' ἑρπύζων ἀνατείνεται, ὄφρα φανείη ἓν, στε[φάνοι]ς κύκλοιο περίδρομος ὑψόθι νώτου. μέσσα μὲν ἁψ[ίδω]ν, ὅσα κύκλιον ἄντυγα τεύχει, ὀπταλέαις πλίνθοισιν ἀρηρότα δήσατο τέχνη, ἄκρα δὲ πετραίοισι κεράατα πῆξε δομαίοις. ἁρμονίαις δ' ἐνέηκε πλάκας μαλακοῖο μολύβδου, ὄφρα κε μὴ λάιγγες ἐπ' ἀλλήληισι δεθεῖσαι καὶ στυφελὰ στυφελοῖσιν ἐπ' ἄχθεσιν ἄχθεα θεῖσαι νῶτα διαθρύψωσι· μεσοδμήτωι δὲ μολύβδωι ἠρέμα πιληθεῖσα βάσις μαλθάσσετο πέτρου. Λαϊνέη δ' ὅλα νῶτα κατεσφήκωσέ τις ἄντυξ, πάντοθεν εὐδίνητος, ὅπηι καὶ ῥίζα καθέρπει σφαίρης ἡμιτόμοιο καὶ ἄντυγές εἰσιν ἑλιγμῶι τοῦ πυμάτου κύκλοιο, τὸν ἁψίδων κατὰ νῶτα ἀνέρες ἐστεφάνωσαν. ἐπὶ προβλῆτι δὲ κόσμωι ἐκκρεμέες λάϊγγες ἐτορνώσαντο πορείην στεινήν, τερμιόεσσαν· ὅπηι καὶ φωσφόρος ἀνὴρ ἄτρομος ἀμφιθέων ἱεροὺς λαμπτῆρας ἀνάπτει. ἐγρομένη δ' ἐφύπερθεν ἐς ἄπλετον ἠέρα πήληξ πάντοθι μὲν σφαιρηδὸν ἑλίσσεται, οἷα δὲ φαιδρὸς οὐρανὸς ἀμφιβέβηκε δόμου σκέπας· ἀκροτάτης δὲ σταυρὸν ὑπὲρ κορυφῆς ἐρυσίπτολιν ἔγραφε τέχνη. ἔστι δ' ἰδεῖν μέγα θάμβος, ὅπως κατὰ βαιὸν ἰοῦσα εὐρυτέρη μὲν ἔνερθεν, ὕπερθε δὲ μεῖον ἀνέρπει· οὐ μὴν ὀξυκάρηνος ἀνέσσυται, ἀλλ' ἄρα μᾶλλον ὡς πόλος ἠερόφοιτος. ἐπ' εὐκαμάτοισι δὲ νώτοις ἁψίδων ἐπέπηξε βάσιν [ πάντοθι δινηθεῖσαν. ἀνερπ[ ]ουσ[ ]ας λαοδόμων παλάμηισιν ἀμοιβαδὸν ἔξεσεν οἴμους. εἰσορόων φαίης κτένα [γύρ]ιον, ὧι φύσις [ ἀγλαΐην ἐχάραξε[ οὐκέτι δ' ἀλλήλη[σιν ὁ]μ[ιλ]αδὸν εἰ[ς ἓν] ἰοῦσα[ι ἀτραπιτοὶ