Descriptio Sanctae Sophiae

 Ἥκομεν ἐς ὑμᾶς, ἄνδρες, ἐκ τῆς ἑστίας τῆς τοῦ βασιλέως ἐς βασιλέως ἐστίαν τοῦ παμμεγίστου, τοῦ ποητοῦ τῶν ὅλων, δι' ὃν τὸ νικᾶν συμφυὲς τῶι δεσπότηι.

 ἅψεσι πέπλους. δάκρυ δὲ πενταέτηρον ἀποψήσαντες ὀπωπῆς μέλψομεν εὐφήμοις ὑπὸ χείλεσιν εὔποδας ὕμνους. οὐρανίων ὤϊξεν ἐπὶ χθονὶ κλῆιθρα πυλάων Αὐσονίων

 φάμενος τεμένεσσιν ἐπείγετο, καὶ τάχα μύθου γείτονος ἔργον ἔην ταχινώτερον· ὀρνύμενος γὰρ ὡς θέμις οὐκ ἀνέμιμνε συνέμπορον ἀσπιδιώτην χρύσεον ἀγνάμπτο

 συναγείρετο, πᾶς τε θοώκων ἀρχός, ὑποδρήσσων σθεναροῦ βασιλῆος ἐφετμαῖς καὶ Χριστῶι βασιλῆϊ χαρίσια δῶρα κομίζων, ἱκεσίοις στομάτεσσι θεουδέας ἤπυεν ὕ

 οὐ γὰρ ἐν αὐτῆι μεσσάτιον κατὰ χῶρον ἕλιξ περιδέδρ[ομεν] ἄντυξ οἷάπερ ἀντολικοῖς ἐπὶ τέρμασιν, ἧ[χι θυ]ηλῆς ἴδμονες ἀρητῆρες ἐνιδρύσαντο θοώκους ἀργυρ

 συνέκυρσαν ἐριχρύσοιο κ[αρή]νου· ἀλλὰ μέση στεφανηδὸν ἄνω[ ]ἄντυξ ἀσκαφέος χώροιο, τὸν οὐκ ἐ[ τέ]χνη. ]τύπος σταυροῖο μεσόμ[φα]λος ἔνδοθι κύκλου λεπτα

 ἀνελθών· ἡ γὰρ ὑπερτέλλουσα πρὸς ἕσπερον οὐκέτι δοιαῖς ἴση ταῖς ἑτέρηισιν, ὑπὲρ νάρηκος ἰοῦσα. Ἀλλὰ καὶ ἀμβροσίοιο πρὸς ἐσπέριον πόδα νηοῦ τέτρασιν αἰ

 χρυσόρρυτος ἀκτὶς ἀνδρομέοις ἄτλητος ἐπεσκίρτησε προσώποις. φαίη τις Φαέθοντα μεσημβρινὸν εἴαρος ὥρηι εἰσοράαν, ὅτε πᾶσαν ἐπεχρύσωσεν ἐρίπνην. καὶ γὰρ

 φέρομαι; πῆι μῦθος ἰὼν ἀχάλινος ὁδεύει; ἴσχεο τολμήεσσα μεμυκότι χείλεϊ φωνή, μηδ' ἔτι γυμνώσειας ἃ μὴ θέμις ὄμμασι λεύσσειν. μυστιπόλοι δ' ὑπὸ χερσίν

 δ' αἰθούσης παρὰ κίονας ἔνθα καὶ ἔνθα μουνοφανῆ λαμπτῆρα διακριδὸν ἄλλον ἀπ' ἄλλου ἑξείης ἀνέθηκαν· ὅλον δ' ἐπὶ μῆκος ὁδεύει τηλεπόρου νηοῖο· κύτος δ'

 κύκλους ἐς φάος ἑσπέριόν τε καὶ ὄρθριον· εἰς σὲ γὰρ ἠὼς ἀμπαύειν, πολύυμνε, καὶ ἕσπερος οἶδε μερίμνας. σοὶ λιμένες γλαυκῶπιν ἀποκρίνουσι γαλήνην πᾶσαν

 ὀργῆς, ἑδρήσσων ἀτίνακτος ἐπ' ἀφλοίσβοιο γαλήνης. πάντα μὲν ὑλαίων ἀπεσείσαο πήματα μόχθων, εὐσεβίης δ' ὀχετηγὸν ἐνηέα θυμὸν ἀνοίγων συμπαθὲς ἀνδρομέο

ἀνελθών· ἡ γὰρ ὑπερτέλλουσα πρὸς ἕσπερον οὐκέτι δοιαῖς ἴση ταῖς ἑτέρηισιν, ὑπὲρ νάρηκος ἰοῦσα. Ἀλλὰ καὶ ἀμβροσίοιο πρὸς ἐσπέριον πόδα νηοῦ τέτρασιν αἰθούσηισι περίδρομον ὄψεαι αὐλήν, ὧν μία μὲν νάρθηκι συνάπτεται, αἵ γε μὲν ἄλλαι πεπταμέναι τελέθουσι πολυσχιδέεσσι κελεύθοις. μηκεδανῆς δ' ἐρίτιμον ἐς ὀμφαλὸν ἵσταται αὐλῆς εὐρυτάτη φιάλη τις, Ἰασσίδος ἔκτομος ἄκρης, ἔνθα ῥόος κελαδῶν ἀναπάλλεται ἠέρι πέμπειν ὁλκὸν ἀναθρώσκοντα βίηι χαλκήρεος αὐλοῦ, ὁλκὸν ὅλων παθέων ἐλατήριον, ὁππότε λαὸς μηνὶ χρυσοχίτωνι, θεοῦ κατὰ μύστιν ἑορτήν, ἐννυχίοις ἄχραντον ἀφύσσεται ἄγγεσιν ὕδωρ· ὁλκὸν ἀπαγγέλλοντα θεοῦ μένος· οὐ γὰρ ἐκείνοις οὔποτε πυθομένοισιν ἐπέχραεν ὕδασιν εὐρώς, εἰ καὶ πουλυέτηρον ἐπὶ χρόνον ἔκτοθι πηγῆς κάλπιδος ἐν γυάλοισιν ἐελμένα δώμασι μίμνοι. λαότορον δ' ἀνὰ τοῖχον ἐΰγραφα δαίδαλα τέχνης πάντοθεν ἀστράπτουσιν. ἁλιστεφέος Προκονήσου ταῦτα φάραγξ ἐλόχευσε. πολυτμήτων δὲ μετάλλων ἁρμονίη γραφίδεσσιν ἰσάζεται· ἐν γὰρ ἐκείνηι τετρατόμοις λάεσσι καὶ ὀκτατόμοισι νοήσεις ζευγνυμένας κατὰ κόσμον ὁμοῦ φλέβας· ἀγλαΐην δὲ ζωοτύπων λάϊγγες ἐμιμήσαντο δεθεῖσαι.

Πολλὰς δ' ἔνθα καὶ ἔνθα περὶ πλευράς τε καὶ ἄκρας ἄντυγας ἀμβροσίοιο κατόψεαι ἔκτοθι νηοῦ αὐλὰς ἀσκεπέας· τόδε γὰρ τεχνήμονι κόσμωι ἠνύσθη περὶ σεμνὸν ἀνάκτορον, ὄφρα φανείη φέγγεσιν εὐγλήνοισι περίρρυτον ἠριγενείης. Καὶ τίς ἐριγδούποισι χανὼν στομάτεσσιν Ὁμήρου μαρμαρέους λειμῶνας ἀολλισθέντας ἀείσει ἠλιβάτου νηοῖο κραταιπαγέας περὶ τοίχους καὶ πέδον εὐρυθέμειλον; ἐπεὶ καὶ χλωρὰ Καρύστου νῶτα μεταλλευτῆρι χάλυψ ἐχάραξεν ὀδόντι καὶ Φρύγα δαιδαλέοιο διέθρισεν αὐχένα πέτρου, τὸν μὲν ἰδεῖν ῥοδόεντα, μεμιγμένον ἠέρι λευκῶι, τὸν δ' ἅμα πορφυρέοισι καὶ ἀργυφέοισιν ἀώτοις ἁβρὸν ἀπαστράπτοντα. πολὺς δ' εὐπήχεϊ Νείλωι φορτίδα πιλήσας ποταμίτιδα λᾶας ἀνίσχων πορφύρεος λεπτοῖσι πεπασμένος ἀστράσι λάμπει. καὶ χλοερὸν λάϊγγος ἴδοις ἀμάρυγμα Λακαίνης μάρμαρά τε στράπτοντα πολυπλάγκτοισιν ἑλιγμοῖς, ὅσσα φάραγξ βαθύκολπος Ἰασσίδος εὗρε κολώνης, αἱμαλέωι λευκῶι τε πελιδνωθέντι κελεύθους λοξοτενεῖς φαίνουσα, καὶ ὁππόσα Λύδιος ἀγκὼν ὠχρὸν ἐρευθήεντι μεμιγμένον ἄνθος ἑλίσσων· ὅσσα Λίβυς φαέθων, χρυσέωι σελαγίσματι θάλπων, χρυσοφανῆ κροκόεντα λίθων ἀμαρύγματα τεύχει ἀμφὶ βαθυπρήωνα ῥάχιν Μαυρουσίδος ἄκρης· ὅσσα τε Κελτὶς ἀνεῖχε βαθυκρύσταλλος ἐρίπνη χρωτὶ μέλαν στίλβοντι πολὺ γλάγος ἀμφιβαλοῦσα ἔκχυτον, ἧι κε τύχηισιν, ἀλώμενον ἔνθα καὶ ἔνθα· ὅσσα τ' Ὄνυξ ἀνέηκε διαυγάζοντι μετάλλωι ὠχριόων ἐρίτιμα, καὶ Ἀτρακὶς ὁππόσα λευροῖς χθὼν πεδίοις ἐλόχευσε καὶ οὐχ ὑψαύχενι βήσσηι, πῆι μὲν ἅλις χλοάοντα καὶ οὐ μάλα τῆλε μαράγδου, πῆι δὲ βαθυνομένου χλοεροῦ κυανώπιδι μορφῆι· ἦν δέ τι καὶ χιόνεσσιν ἀλίγκιον ἄγχι μελαίνης μαρμαρυγῆς, μικτὴ δὲ χάρις συνεγείρετο πέτρου. Πρὶν δὲ πολυτμήτοιο σέλας ψηφῖδος ἱκέσθαι, λεπτὰς λαοτόρος παλάμηι λάϊγγας ὑφαίνων μαρμαρέας ἔγραψε μετὰ πλάκας ἐς μέσα τοίχων σύνδετον εὐκάρποισι κέρας βεβριθὸς ὀπώραις καὶ ταλάρους καὶ φύλλα, κατ' ἀκρεμόνων δὲ χαράσσει ἑζομένην ὄρνιθα. μετ' εὐκεράους δὲ κελεύθους κλήμασι χρυσοκόμοισι περίδρομος ἄμπελος ἕρπει, δεσμὸν ἑλιξοπόρον σκολιοῖς πλέξασα κορύμβοις· ἠρέμα δὲ προνένευκεν, ὅσον καὶ γείτονα πέτρην βαιὸν ἐπισκιάειν ἑλικώδεϊ πλέγματι χαίτης. αἰθούσης τάδε πάντα καλοὺς περινείσσεται οἴκους. ἀλλὰ καὶ ὑψιλόφοις ἐπὶ κίοσιν, ἔνθοδι πέζης λαϊνέης προβλῆτος, ἕλιξ πολύκεστος ἀκάνθης ὑγρὰ διερπύζων ἀνελίσσετο, δεσμὸς ἀλήτης, χρύσεος, ἱμερόεις, ἀκίδα τρηχεῖαν ἑλίσσων· μάρμαρα δ' ὀμφαλόεντα περιστέφει εἴκελα δίσκοις πορφυρέοις, στίλβοντα χάριν θελξίφρονα πέτρης. πᾶν δὲ πέδον στορέσασα Προκοννήσοιο κολώνη ἀσπασίως ὑπέθηκε βιαρκέϊ νῶτον ἀνάσσηι· ἠρέμα δὲ φρίσσουσα διέπρεπε Βοσπορὶς αἴγλη ἀκροκελαινιόωντος ἐπ' ἀργεννοῖο μετάλλου. Χρυσεοκολλήτους δὲ τέγος ψηφῖδας ἐέργει, ὧν ἄπο μαρμαίρουσα χύδην