Descriptio Sanctae Sophiae

 Ἥκομεν ἐς ὑμᾶς, ἄνδρες, ἐκ τῆς ἑστίας τῆς τοῦ βασιλέως ἐς βασιλέως ἐστίαν τοῦ παμμεγίστου, τοῦ ποητοῦ τῶν ὅλων, δι' ὃν τὸ νικᾶν συμφυὲς τῶι δεσπότηι.

 ἅψεσι πέπλους. δάκρυ δὲ πενταέτηρον ἀποψήσαντες ὀπωπῆς μέλψομεν εὐφήμοις ὑπὸ χείλεσιν εὔποδας ὕμνους. οὐρανίων ὤϊξεν ἐπὶ χθονὶ κλῆιθρα πυλάων Αὐσονίων

 φάμενος τεμένεσσιν ἐπείγετο, καὶ τάχα μύθου γείτονος ἔργον ἔην ταχινώτερον· ὀρνύμενος γὰρ ὡς θέμις οὐκ ἀνέμιμνε συνέμπορον ἀσπιδιώτην χρύσεον ἀγνάμπτο

 συναγείρετο, πᾶς τε θοώκων ἀρχός, ὑποδρήσσων σθεναροῦ βασιλῆος ἐφετμαῖς καὶ Χριστῶι βασιλῆϊ χαρίσια δῶρα κομίζων, ἱκεσίοις στομάτεσσι θεουδέας ἤπυεν ὕ

 οὐ γὰρ ἐν αὐτῆι μεσσάτιον κατὰ χῶρον ἕλιξ περιδέδρ[ομεν] ἄντυξ οἷάπερ ἀντολικοῖς ἐπὶ τέρμασιν, ἧ[χι θυ]ηλῆς ἴδμονες ἀρητῆρες ἐνιδρύσαντο θοώκους ἀργυρ

 συνέκυρσαν ἐριχρύσοιο κ[αρή]νου· ἀλλὰ μέση στεφανηδὸν ἄνω[ ]ἄντυξ ἀσκαφέος χώροιο, τὸν οὐκ ἐ[ τέ]χνη. ]τύπος σταυροῖο μεσόμ[φα]λος ἔνδοθι κύκλου λεπτα

 ἀνελθών· ἡ γὰρ ὑπερτέλλουσα πρὸς ἕσπερον οὐκέτι δοιαῖς ἴση ταῖς ἑτέρηισιν, ὑπὲρ νάρηκος ἰοῦσα. Ἀλλὰ καὶ ἀμβροσίοιο πρὸς ἐσπέριον πόδα νηοῦ τέτρασιν αἰ

 χρυσόρρυτος ἀκτὶς ἀνδρομέοις ἄτλητος ἐπεσκίρτησε προσώποις. φαίη τις Φαέθοντα μεσημβρινὸν εἴαρος ὥρηι εἰσοράαν, ὅτε πᾶσαν ἐπεχρύσωσεν ἐρίπνην. καὶ γὰρ

 φέρομαι; πῆι μῦθος ἰὼν ἀχάλινος ὁδεύει; ἴσχεο τολμήεσσα μεμυκότι χείλεϊ φωνή, μηδ' ἔτι γυμνώσειας ἃ μὴ θέμις ὄμμασι λεύσσειν. μυστιπόλοι δ' ὑπὸ χερσίν

 δ' αἰθούσης παρὰ κίονας ἔνθα καὶ ἔνθα μουνοφανῆ λαμπτῆρα διακριδὸν ἄλλον ἀπ' ἄλλου ἑξείης ἀνέθηκαν· ὅλον δ' ἐπὶ μῆκος ὁδεύει τηλεπόρου νηοῖο· κύτος δ'

 κύκλους ἐς φάος ἑσπέριόν τε καὶ ὄρθριον· εἰς σὲ γὰρ ἠὼς ἀμπαύειν, πολύυμνε, καὶ ἕσπερος οἶδε μερίμνας. σοὶ λιμένες γλαυκῶπιν ἀποκρίνουσι γαλήνην πᾶσαν

 ὀργῆς, ἑδρήσσων ἀτίνακτος ἐπ' ἀφλοίσβοιο γαλήνης. πάντα μὲν ὑλαίων ἀπεσείσαο πήματα μόχθων, εὐσεβίης δ' ὀχετηγὸν ἐνηέα θυμὸν ἀνοίγων συμπαθὲς ἀνδρομέο

φάμενος τεμένεσσιν ἐπείγετο, καὶ τάχα μύθου γείτονος ἔργον ἔην ταχινώτερον· ὀρνύμενος γὰρ ὡς θέμις οὐκ ἀνέμιμνε συνέμπορον ἀσπιδιώτην χρύσεον ἀγνάμπτοιο κατ' αὐχένος ὅρμον ἑλόντα, οὐ χρυσέην τινὰ ῥάβδον ἀεὶ προκέλευθον ἀνάκτων, οὐ στρατὸν ἠνορέηισι κεκασμένον εὔποδος ἥβης, σύνδρομον εὐόπλοιο μελαγκρήπιδα κελεύθου. ἐξαπίνης δ' ἑκάτερθε συνέρρεον ἄλλοθεν ἄλλοι προφθαμένου βασιλῆος· ἐπεκτύπεον δὲ βοεῖαι ἀνδρῶν στεινομένων κανάχιζε δὲ συμμιγὲς ἠχώ. ἀλλ' ὅτε δὴ κατὰ νηὸν ἐδύσατο καὶ βάσιν ἔγνω δώματος ἀστυφέλικτον, ὅλην ἔτρεψε μενοινὴν ἐς κορυφὴν περίμετρον, ἐπευφήμησε δὲ τέχνην καὶ νόον Ἀνθεμίοιο κεκασμένον ἔμφρονι βουλῆι. κεῖνος ἀνὴρ τὰ πρῶτα θεμείλια πήξατο νηοῦ εὐκαμάτων βουλῆισιν ὑποδρήσσων βασιλήων, δεινὸς ἀνὴρ καὶ κέντρον ἑλεῖν καὶ σχῆμα χαράξαι, ὃς τοίχοις ἐνέηκε τόσον σθένος ὅσσον ἐρίζειν δαίμονος ἀντιβίοιο βαρυτλήτοισιν ἐρωαῖς. οὐ γὰρ ἀποτμηγέντος ἐρικνήμοιο καρήνου ὤκλασεν, ἀλλ' ἀδόνητον ἐϋκρήπιδι θεμείλωι ἴχνος ἐπεστήριξεν· ἐπὶ προτέροισι δὲ τοίχοις ἰθυντὴρ μεγάλοιο παρ' Αὐσονίοισι θοώκου αὖτις ἀμωμήτοιο χάριν δωμήσατο κόρσης.

Ἀλλὰ τίς ἂν μέλψειεν ὅπως ὑψαύχενι κόσμωι νηὸν ἀνεζώγρησε; τίς ἄρκιός ἐστι χαράξαι μῆτιν ἀριστώδινα πολυσκήπτρου βασιλῆος; κεῖνα μέν, ὦ σκηπτοῦχε, μεμηλότα τέκτονι τέχνηι λείψομεν, εὐκαμάτων δὲ τεῶν ἐπὶ τέρματα μόχθων ἵξομαι, ἀρτιτέλεστον ἰδὼν σέβας, ὧι ἔπι πάσης θεῖος ἔρως ἀκτῖνας ἀνεπτοίησεν ὀπωπῆς. πᾶς βροτὸς ἀγλαόμορφον ἐς οὐρανὸν ὄμμα τανύσσας οὐκ ἐπὶ δὴν τέτληκεν ἀναγναμφθέντι τραχήλωι κύκλιον ἀστροχίτωνος ἰδεῖν λειμῶνα χορείης, ἀλλὰ καὶ ἐς χλοάουσαν ἀπήγαγεν ὄμμα κολώνην, καὶ ῥόον ἀνθεμόεντος ἰδεῖν ἐπόθησεν ἀναύρου καὶ στάχυν ἡβώοντα καὶ εὐδένδρου σκέπας ὕλης πώεά τε σκαίροντα καὶ ἀμφιέλικτον ἐλαίην, ἄμπελον εὐθαλέεσσιν ἐπικλινθεῖσαν ὀράμνοις καὶ χαροποῦ γλαυκῶπιν ὑπὲρ πόντοιο γαλήνην ξαινομένην πλωτῆρος ἁλιβρέκτοισιν ἐρετμοῖς. εἰ δέ τις ἐν τεμένεσσι θεουδέσιν ἴχνος ἐρείσει, οὐκ ἐθέλει παλίνορσον ἄγειν πόδα, θελγομένοις δὲ ὄμμασιν ἔνθα καὶ ἔνθα πολύστροφον αὐχένα πάλλειν· πᾶς κόρος εὐπήληκος ἐλήλαται ἔκτοθεν οἴκου. τοῖον ἀειφρούρητος ἀμεμφέα νηὸν ἐγείρει κοίρανος ἀθανάτοιο θεοῦ χραισμήτορι βουλῆι. σοῖς γάρ, ἄναξ, καμάτοισιν ἐφέλκεαι ἵλαον εἶναι Χριστὸν ὑπερκύδαντα διαμπερές. οὐ γὰρ ἐρεῖσαι Ὄσσαν ἐρικνήμιδα κατ' Οὐλύμποιο καρήνων ἤθελες, οὐκ Ὄσσης ὑπὲρ αὐχένα Πήλιον ἕλκειν, ἀμβατὸν ἀνδρομέοισιν ὑπ' ἴχνεσιν αἰθέρα τεύχων· ἀλλ' ὁσίοις μόχθοισιν ὑπέρτερον ἐλπίδος ἔργον ἐξανύσας ὀρέων μὲν ἐπεμβάδος οὔτι χατίζεις, ὥς κεν ἀναΐξειας ἐς οὐρανόν, εὐσεβίης δὲ ἰθυπόροις πτερύγεσσι πρὸς αἰθέρα δῖον ἐλαύνεις. Ἀλλὰ τί δηθύνω λαθικηδέος ἦμαρ ἑορτῆς ὑμνῆσαι; τί δὲ μῦθον ἑλίσσομεν ἔκτοθι νηοῦ; ἴομεν ἐν τεμένεσσι, θεὸν δ' ὑμνήσατε μύσται ἱκέσιον καλέοντες ἐμῶν χραισμήτορα μύθων. Ἄρτι μὲν ἀμβλυνθεῖσα γένυν μετὰ βότρυας ἅρπη ἐσσομένης ἀνέμιμνε θερειγενὲς ἔργον ἀμάλλης, ἠέλιος δὲ νότοιο παρὰ πτερὸν ἡνία πάλλων αἰγὸς ἐς ἰχθυόεντος ἀθαλπέας ἤλαε μοίρας, ἄρτι κατηφήσαντα λιπὼν ἀφετῆρα βελέμνων. ἤλυθε δ' ἠριγένεια σεβάσμιος, οἰγομένη δὲ ἄμβροτος ἀρτιδόμοιο πύλη μυκήσατο νηοῦ, λαὸν ἔσω καλέουσα καὶ ἤρανον. εὖτε κελαινὴ νὺξ μινύθει καὶ πᾶσιν ἀέξεται ἠμάτιον φῶς, ὣς ἐτεὸν μινύθει μεγάλου νηοῖο φανέντος νὺξ ἀχέων καὶ πάντας ἐπέδραμε χάρματος αἴγλη. ἔπρεπέ σοι, σκηπτοῦχε μεγασθενές, ἔπρεπε Ῥώμηι, ἔπρεπεν ἀμβροσίοιο θεοῦ προκέλευθον ἑορτῆς ὑμετέροις λαοῖσι θύρην νηοῖο πετάσσαι· ἔπρεπεν ἑξείης μετὰ θέσκελον ἦμαρ ἐκεῖνο ζωοτόκου Χριστοῖο γενέθλιον ἦμαρ ἱκέσθαι. καὶ δὴ νὺξ τετέλεστο προηγέτις εὔποδος ἠοῦς εὐφροσύνην καλέουσα, θεοῦ δ' ὑπεδέξατο κῆρυξ ἄμβροτος ἀγρύπνοιο Πλάτων κελάδημα χορείης θεσπεσίοις τεμένεσσιν ἑοῖς, ὅθι μυστίδι φωνῆι παννυχίους Χριστοῖο βιαρκέος ἀνέρες ὕμνους ἀσπασίως ἐβόησαν ἀσιγήτοισιν ἀοιδαῖς. ἀλλ' ὅτε δὴ σκιόεσσαν ἀναστείλασα καλύπτρην οὐρανίας ῥοδόπηχυς ὑπέδραμεν ἄντυγας αἴγλη, δὴ τότε λαὸς ἅπας