Descriptio Sanctae Sophiae

 Ἥκομεν ἐς ὑμᾶς, ἄνδρες, ἐκ τῆς ἑστίας τῆς τοῦ βασιλέως ἐς βασιλέως ἐστίαν τοῦ παμμεγίστου, τοῦ ποητοῦ τῶν ὅλων, δι' ὃν τὸ νικᾶν συμφυὲς τῶι δεσπότηι.

 ἅψεσι πέπλους. δάκρυ δὲ πενταέτηρον ἀποψήσαντες ὀπωπῆς μέλψομεν εὐφήμοις ὑπὸ χείλεσιν εὔποδας ὕμνους. οὐρανίων ὤϊξεν ἐπὶ χθονὶ κλῆιθρα πυλάων Αὐσονίων

 φάμενος τεμένεσσιν ἐπείγετο, καὶ τάχα μύθου γείτονος ἔργον ἔην ταχινώτερον· ὀρνύμενος γὰρ ὡς θέμις οὐκ ἀνέμιμνε συνέμπορον ἀσπιδιώτην χρύσεον ἀγνάμπτο

 συναγείρετο, πᾶς τε θοώκων ἀρχός, ὑποδρήσσων σθεναροῦ βασιλῆος ἐφετμαῖς καὶ Χριστῶι βασιλῆϊ χαρίσια δῶρα κομίζων, ἱκεσίοις στομάτεσσι θεουδέας ἤπυεν ὕ

 οὐ γὰρ ἐν αὐτῆι μεσσάτιον κατὰ χῶρον ἕλιξ περιδέδρ[ομεν] ἄντυξ οἷάπερ ἀντολικοῖς ἐπὶ τέρμασιν, ἧ[χι θυ]ηλῆς ἴδμονες ἀρητῆρες ἐνιδρύσαντο θοώκους ἀργυρ

 συνέκυρσαν ἐριχρύσοιο κ[αρή]νου· ἀλλὰ μέση στεφανηδὸν ἄνω[ ]ἄντυξ ἀσκαφέος χώροιο, τὸν οὐκ ἐ[ τέ]χνη. ]τύπος σταυροῖο μεσόμ[φα]λος ἔνδοθι κύκλου λεπτα

 ἀνελθών· ἡ γὰρ ὑπερτέλλουσα πρὸς ἕσπερον οὐκέτι δοιαῖς ἴση ταῖς ἑτέρηισιν, ὑπὲρ νάρηκος ἰοῦσα. Ἀλλὰ καὶ ἀμβροσίοιο πρὸς ἐσπέριον πόδα νηοῦ τέτρασιν αἰ

 χρυσόρρυτος ἀκτὶς ἀνδρομέοις ἄτλητος ἐπεσκίρτησε προσώποις. φαίη τις Φαέθοντα μεσημβρινὸν εἴαρος ὥρηι εἰσοράαν, ὅτε πᾶσαν ἐπεχρύσωσεν ἐρίπνην. καὶ γὰρ

 φέρομαι; πῆι μῦθος ἰὼν ἀχάλινος ὁδεύει; ἴσχεο τολμήεσσα μεμυκότι χείλεϊ φωνή, μηδ' ἔτι γυμνώσειας ἃ μὴ θέμις ὄμμασι λεύσσειν. μυστιπόλοι δ' ὑπὸ χερσίν

 δ' αἰθούσης παρὰ κίονας ἔνθα καὶ ἔνθα μουνοφανῆ λαμπτῆρα διακριδὸν ἄλλον ἀπ' ἄλλου ἑξείης ἀνέθηκαν· ὅλον δ' ἐπὶ μῆκος ὁδεύει τηλεπόρου νηοῖο· κύτος δ'

 κύκλους ἐς φάος ἑσπέριόν τε καὶ ὄρθριον· εἰς σὲ γὰρ ἠὼς ἀμπαύειν, πολύυμνε, καὶ ἕσπερος οἶδε μερίμνας. σοὶ λιμένες γλαυκῶπιν ἀποκρίνουσι γαλήνην πᾶσαν

 ὀργῆς, ἑδρήσσων ἀτίνακτος ἐπ' ἀφλοίσβοιο γαλήνης. πάντα μὲν ὑλαίων ἀπεσείσαο πήματα μόχθων, εὐσεβίης δ' ὀχετηγὸν ἐνηέα θυμὸν ἀνοίγων συμπαθὲς ἀνδρομέο

δ' αἰθούσης παρὰ κίονας ἔνθα καὶ ἔνθα μουνοφανῆ λαμπτῆρα διακριδὸν ἄλλον ἀπ' ἄλλου ἑξείης ἀνέθηκαν· ὅλον δ' ἐπὶ μῆκος ὁδεύει τηλεπόρου νηοῖο· κύτος δ' ὑπέθηκαν ἑκάστωι ἀργύρεον, πλάστιγγι πανείκελον, ὧι ἐνὶ μέσσωι εὐφαέος κρητῆρες ἐφεδρήσσουσιν ἐλαίου. οὐ μὴν ἰσοτενής τις ὅλοις μία πέζα καθέρπει, πολλὰ δ' ἄναντα κάταντα σὺν ἀγλαΐηισι νοήσεις νήδυμα κυμαίνοντα· πολυστρέπτου δ' ἀπὸ σειρῆς ἠερίαις βαθμηδὸν ἐπαστράπτουσι κελεύθοις. οὕτω καὶ δικόρυμβον Ὑὰς σελάγισμα φαείνει, ἡμιτόμου ταύροιο καταγραφθεῖσα μετώποις. ἀλλὰ καὶ ἀργυρέας τις ἴδοι νέας· ἐμπορίης δὲ φόρτον ἀερτάζουσι φαεσφόρον· ἐκκρεμέες δὲ εὐφαέος πλώουσι κατ' ἠέρος ἀντὶ θαλάσσης οὐδὲ νότον τρομέουσι καὶ ὀψεδύοντα Βοώτην. ἐς δὲ βαθὺ κρηπῖδος ἐδέθλιον ἁβρὰ νοήσεις δούρατα δικραίροιο μέσον τροχάοντα σιδήρου, ὧν ἔπι νηοπόλοιο φάλαγξ διανείσσεται αἴγλης ἰθυπόροις κανόνεσσιν ἐρευθομένοισι δεθεῖσα. ἀλλὰ τὰ μὲν περὶ πέζαν, ὅπηι καὶ πυθμένας ἁβραὶ κίονες ἱδρύσαντο, τὰ δ' ὑψόθεν εἰσὶ καρήνων τοίχων μηκεδανῆισι παραστείχοντα κελεύθοις. Ναὶ μὴν οὐδ' ἀσέλαστα μάτην ἐλέλειπτο καρήνου ταρσὰ βαθυστέρνοιο· περὶ προβλῆτι δὲ πέτρωι ἄζυγας εὐδίνητον ἐς ἄντυγα λαμπάδας ἅψας χαλκείοις σταλίκεσσιν ἀνὴρ ἐνεδήσατο μύστης. ὡς δ' ὅτε παρθενικήν τις ἑὴν βασιληΐδα κούρην ἀμφιέπων χαρίεντα κατ' αὐχένος ὅρμον ἑλίξηι χρυσοδέτου στράπτοντα πυραυγέϊ λυχνίδος αἴγληι, οὕτω ἐμὸς σκηπτοῦχος ἐπήραρεν ἄντυγι πάσηι φάεα κυκλοφόρητα, συνέμπορα πάντοθι πέζης. Ἔστι καὶ ἀργυρέαις ἐπὶ κίοσιν, ὑψόθι κόρσης, στεινὴ πυρσοφόροισιν ἐπίδρομος οἶμος ὁδίταις, πλησιφαής, φαιδροῖσιν ἀποστίλβουσα κορύμβοις· κεῖνα γὰρ ἢ κώνοισιν ὀριτρεφέεσσιν ὁμοῖα δένδρεά τις καλέσειεν ἢ ἁβροκόμοις κυπαρίσσοις. εἰσὶ μὲν ὀξυκάρηνα, περιτροχάουσι δὲ κύκλοι εὐρύτεροι κατὰ βαιόν, ἕως ἐπὶ λοίσθιον ἔλθηις ἄντυγος, ἣ περὶ πρέμνον ἑλίσσεται· ἐν δέ νυ κείνοις ἄνθος ἀνεβλάστησε πυρισπόρον. ἀντὶ δὲ ῥίζης ἀργυρέους κρητῆρας ἴδοις ὑπένερθε παγέντας δένδρεσι πυρσοκόμοισι. μέσον γε μὲν ἄλσεος ἁβροῦ ἀμβροσίου σταυροῖο τύπος φαεσίμβροτον αἴθει φέγγος, ἐϋγλήνοισι πεπαρμένον ἅμμασιν ἥλων. Μυρία δ' αἰολόμορφον ἀνάκτορον ἐντὸς ἐέργει ἄλλα πολυγνάμπτοισι μετάρσια φάεα σειραῖς· καὶ τὰ μὲν αἰθούσηισιν ἀναίθεται, ἄλλα δὲ μέσσωι, ἄλλα δὲ πρὸς φαέθοντα καὶ ἕσπερον, ἄλλα καρήνοις, ἔκχυτον ἀστράπτοντα πυρὸς φλόγα· νὺξ δὲ φαεινὴ ἠμάτιον γελόωσα ῥοδόσφυρός ἐστι καὶ αὐτή. καί τις ἀνὴρ στεφάνοιο χοροστασίης τε δοκεύων δένδρεα φεγγήεντα λιπαλγέα θυμὸν ἰαίνει, ὃς δὲ πυρισπείρητον ἐπακτρίδα, θέλγεται ἄλλος εἰσορόων λαμπτῆρα μονάμπυκα, σύμβολον ἄλλος οὐρανίου Χριστοῖο νόον λαθικηδέα τέρπει. ὡς δ' ὅταν ἀννεφέλοιο δι' ἠέρος ἄνδρες ὁδῖται ἀστέρας ἄλλοθεν ἄλλον ἀναθρώσκοντας ἰδόντες ὃς μὲν ἀποσκοπέει γλυκὺν Ἕσπερον, ὃς δ' ἐπὶ Ταύρωι θυμὸν ἀποπλάζει, γάνυται δέ τις ἀμφὶ Βοώτην, ἄλλος ἐπ' Ὠρίωνα καὶ ἄβροχον ὁλκὸν Ἁμάξης ὄμμα φέρει· πολλοῖς δὲ πεπασμένος ἀστράσιν αἰθὴρ ἀτραπιτοὺς ὤϊξεν, ἔπεισε δὲ νύκτα γελάσσαι· οὕτω καλλιχόροιο κατ' ἔνδια θέλγεται οἴκου ἀγλαΐης ἀκτῖνι φεραυγέος ἄλλος ἐπ' ἄλληι. πᾶσι μὲν εὐφροσύνης ἀναπέπταται εὔδιος αἴθρη ψυχαίην ἐλάσασα μελαγκρήδεμνον ὁμίχλην· πάντας ἐπαυγάζει σέλας ἱερόν, εὖτε καὶ αὐτὸς ναυτίλος οἰήκεσσι θαλασσοπόροισι κελεύων (εἴτε λιπὼν ἄξεινα μεμηνότος οἴδματα Πόντου πλαγκτοὺς ἀντιπόρων σκοπιῶν ἀγκῶνας ἑλίσσει, ἐννύχιον μέγα τάρβος ἔχων γναμπτῆισι κελεύθοις, εἴτε μετ' Αἰγαίωνα παρ' Ἑλλησπόντιον ὕδωρ νῆα κατιθύνηισι ῥοώδεος ἀντία δίνης, δεχνύμενος προτόνοισι Λιβυστίδος ὄγκον ἀέλλης,) οὐχ Ἐλίκην, οὐχ ἡδὺ φάος Κυνοσουρίδος ἄρκτου εἰσορόων οἴηκι φερέσβιον ὁλκάδα πάλλει, ἀλλὰ τεοῦ νηοῖο θεουδέα λαμπάδα λεύσσων, φορτίδος εὐτόλμοιο προηγέτιν, οὐχ ὑπὸ μούνοις φέγγεσιν ἐννυχίοισι (τὸ γὰρ καὶ Πρωτέος ἀκταὶ ἐν Φαρίηι τεύχουσι Λιβυστίδος ἐς πόδα γαίης) ἀλλὰ καὶ εὐδώροισι θεοῦ ζώοντος ἀρωγαῖς. Μίμνε μοι, ὦ σκηπτοῦχε, πολυχρονίους ἐπὶ