Descriptio Sanctae Sophiae

 Ἥκομεν ἐς ὑμᾶς, ἄνδρες, ἐκ τῆς ἑστίας τῆς τοῦ βασιλέως ἐς βασιλέως ἐστίαν τοῦ παμμεγίστου, τοῦ ποητοῦ τῶν ὅλων, δι' ὃν τὸ νικᾶν συμφυὲς τῶι δεσπότηι.

 ἅψεσι πέπλους. δάκρυ δὲ πενταέτηρον ἀποψήσαντες ὀπωπῆς μέλψομεν εὐφήμοις ὑπὸ χείλεσιν εὔποδας ὕμνους. οὐρανίων ὤϊξεν ἐπὶ χθονὶ κλῆιθρα πυλάων Αὐσονίων

 φάμενος τεμένεσσιν ἐπείγετο, καὶ τάχα μύθου γείτονος ἔργον ἔην ταχινώτερον· ὀρνύμενος γὰρ ὡς θέμις οὐκ ἀνέμιμνε συνέμπορον ἀσπιδιώτην χρύσεον ἀγνάμπτο

 συναγείρετο, πᾶς τε θοώκων ἀρχός, ὑποδρήσσων σθεναροῦ βασιλῆος ἐφετμαῖς καὶ Χριστῶι βασιλῆϊ χαρίσια δῶρα κομίζων, ἱκεσίοις στομάτεσσι θεουδέας ἤπυεν ὕ

 οὐ γὰρ ἐν αὐτῆι μεσσάτιον κατὰ χῶρον ἕλιξ περιδέδρ[ομεν] ἄντυξ οἷάπερ ἀντολικοῖς ἐπὶ τέρμασιν, ἧ[χι θυ]ηλῆς ἴδμονες ἀρητῆρες ἐνιδρύσαντο θοώκους ἀργυρ

 συνέκυρσαν ἐριχρύσοιο κ[αρή]νου· ἀλλὰ μέση στεφανηδὸν ἄνω[ ]ἄντυξ ἀσκαφέος χώροιο, τὸν οὐκ ἐ[ τέ]χνη. ]τύπος σταυροῖο μεσόμ[φα]λος ἔνδοθι κύκλου λεπτα

 ἀνελθών· ἡ γὰρ ὑπερτέλλουσα πρὸς ἕσπερον οὐκέτι δοιαῖς ἴση ταῖς ἑτέρηισιν, ὑπὲρ νάρηκος ἰοῦσα. Ἀλλὰ καὶ ἀμβροσίοιο πρὸς ἐσπέριον πόδα νηοῦ τέτρασιν αἰ

 χρυσόρρυτος ἀκτὶς ἀνδρομέοις ἄτλητος ἐπεσκίρτησε προσώποις. φαίη τις Φαέθοντα μεσημβρινὸν εἴαρος ὥρηι εἰσοράαν, ὅτε πᾶσαν ἐπεχρύσωσεν ἐρίπνην. καὶ γὰρ

 φέρομαι; πῆι μῦθος ἰὼν ἀχάλινος ὁδεύει; ἴσχεο τολμήεσσα μεμυκότι χείλεϊ φωνή, μηδ' ἔτι γυμνώσειας ἃ μὴ θέμις ὄμμασι λεύσσειν. μυστιπόλοι δ' ὑπὸ χερσίν

 δ' αἰθούσης παρὰ κίονας ἔνθα καὶ ἔνθα μουνοφανῆ λαμπτῆρα διακριδὸν ἄλλον ἀπ' ἄλλου ἑξείης ἀνέθηκαν· ὅλον δ' ἐπὶ μῆκος ὁδεύει τηλεπόρου νηοῖο· κύτος δ'

 κύκλους ἐς φάος ἑσπέριόν τε καὶ ὄρθριον· εἰς σὲ γὰρ ἠὼς ἀμπαύειν, πολύυμνε, καὶ ἕσπερος οἶδε μερίμνας. σοὶ λιμένες γλαυκῶπιν ἀποκρίνουσι γαλήνην πᾶσαν

 ὀργῆς, ἑδρήσσων ἀτίνακτος ἐπ' ἀφλοίσβοιο γαλήνης. πάντα μὲν ὑλαίων ἀπεσείσαο πήματα μόχθων, εὐσεβίης δ' ὀχετηγὸν ἐνηέα θυμὸν ἀνοίγων συμπαθὲς ἀνδρομέο

χρυσόρρυτος ἀκτὶς ἀνδρομέοις ἄτλητος ἐπεσκίρτησε προσώποις. φαίη τις Φαέθοντα μεσημβρινὸν εἴαρος ὥρηι εἰσοράαν, ὅτε πᾶσαν ἐπεχρύσωσεν ἐρίπνην. καὶ γὰρ ἐμὸς σκηπτοῦχος, ὅλης χθονὸς εἰς ἓν ἰούσης, βάρβαρον Αὐσόνιόν τε πολύτροπον ὄλβον ἀγείρας, λάϊνον οὐκ ἔκρινεν ἐπαρκέα κόσμον ἐδέθλοις ἀμβροσίου νηοῖο θεουδέος, ὧι ἔνι πάσης ἐλπίδος εὐφροσύνην ὑπεραυχέα θήκατο Ῥώμη· ἀλλὰ καὶ ἀργυρέοιο χύδην οὐ φείσατο κόσμου. ἐνθάδε Παγγαίοιο ῥάχις καὶ Σουνιὰς ἄκρη ἀργυρέας ὤϊξαν ὅλας φλέβας· ἐνθάδε πολλοὶ ἡμετέρων θημῶνες ἀνωΐχθησαν ἀνάκτων. καὶ γὰρ ὅσον μεγάλοιο πρὸς ὄρθιον ἄντυγα νηοῦ χῶρον ἀναιμάκτοισιν ἀπεκρίναντο θυηλαῖς, οὐκ ἐλέφας, οὐ τμῆμα λίθων ἢ χαλκὸς ὁρίζει, ἀλλ' ὅλον ἐθρίγκωσεν ὑπ' ἀργυρέοισι μετάλλοις. οὐδὲ μὲν οὐ μούνοις ἐπὶ τείχεσιν, ὁππόσα μύστην ἄνδρα πολυγλώσσοιο διακρίνουσιν ὁμίλου, γυμνὰς ἀργυρέας ἔβαλε πλάκας, ἀλλὰ καὶ αὐτοὺς κίονας ἀργυρέοισιν ὅλους ἐκάλυψε μετάλλοις, τηλεβόλοις σελάεσσι λελαμπότας, ἑξάκι δοιούς· οἷς ἔπι, καλλιπόνοιο χερὸς τεχνήμονι ῥυθμῶι, ὀξυτέρους κύκλοιο χάλυψ κοιλήνατο δίσκους, ὧν μέσον ἀχράντοιο θεοῦ δείκηλα χαράξας ἄσπορα δυσαμένου βροτέης ἰνδάλματα μορφῆς, πῆι μὲν ἐϋπτερύγων στρατὸν ἔξεσεν ἀγγελιάων αὐχενίων ξυνοχῆα κατακλίνοντα τενόντων (οὐ γὰρ ἰδεῖν τέτληκε θεοῦ σέβας οὐδὲ καλύπτρηι ἀνδρομέηι κρυφθέντος, ἐπεὶ θεός ἐστιν ὁμοίως ἑσσάμενος καὶ σάρκα λυτήριον ἀμπλακιάων), πῆι δὲ θεοῦ κήρυκας ὀδοὺς ἤσκησε σιδήρου τοὺς προτέρους, πρὶν σάρκα λαβεῖν θεόν, ὧν ἀπὸ φωνῆς ἐσσομένου Χριστοῖο διέπτατο θέσπις ἀοιδή. οὐδὲ μὲν οὐδ' αὐτῶν παραδέδρομεν εἴδεα τέχνη, οἷς κύρτος νεπόδων τε τὸ δίκτυον, οἵτε χαμηλὰ ἔργα βίου προλιπόντες ἀλιτρονόους τε μερίμνας οὐρανίου βασιλῆος ἐφωμάρτησαν ἐφετμῆι, ἀνέρας ἀγρεύοντες, ἀπ' ἰχθυβόλοιό τε τέχνης ζωῆς ἀθανάτοιο καλὴν τανύσαντο σαγήνην. ἄλλοθι δὲ Χριστοῖο κατέγραφε μητέρα τέχνη, φέγγεος ἀενάοιο δοχήϊον, ἧς ποτε γαστὴρ γαστέρος ἐργατίνην ἁγίοις ἐθρέψατο κόλποις. ἐς δὲ μέσας ἱεροῦ πλάκας ἕρκεος, αἳ περὶ φῶτας εὐιέρους τεύχουσι μεταίχμια, γράμμα χαράσσει ἡ γλυφὶς ἓν πολύμυθον· ἀολλίζει γὰρ ἀνάσσης οὔνομα καὶ βασιλῆος· ἴσον γε μὲν ὀμφαλοέσσηι ἀσπίδι μεσσατίοισι τύπον κοιλήνατο χώροις σταυρὸν ἀπαγγέλλουσα. διὰ τρισσῶν δὲ θυρέτρων ἕρκος ὅλον μύστηισιν ἀνοίγεται· ἐν γὰρ ἑκάστηι πλευρῆι βαιὰ θύρετρα διέτμαγεν ἐργοπόνος χείρ. Χρυσείης δ' ἐφύπερθε παναχράντοιο τραπέζης ἄσπετος εὐρυκέλευθον ἐς ἠέρα πύργος ἀνέστη, τετραπόροις ἁψῖσιν ἐπ' ἀργυρέηισι βεβηκώς. κίοσι δ' ἀργυρέηισιν ἀείρεται, ὧν ἐπὶ κόρσης ἀργυρέους ἵδρυσε πόδας τετράζυγος ἁψίς. ὑψόθι θ' ἀψίδων ἀνατείνεται οἷά τε κώνου εἴκελον, ἀλλ' οὐ πάμπαν ὁμοίιον· οὐ γὰρ ἑλίσσει νειόθεν εὐκύκλοιο περίτροχον ἄντυγα πέζης, ἀλλά τις ὀκτάπλευρος ἔφυ βάσις, ἐκ δὲ κελεύθου εὐρυτέρης κατὰ βαιὸν ἐς ὀξυκόρυμβον ἀνέρπει, ὀκτὼ δ' ἀργυρέας τανύει πλάκας· ἁρμονίης δὲ ζευγνυμένης δολιχὴ ῥάχις ἵσταται· αἱ δὲ τριγώνοις εἰδόμεναι μίσγουσι πόρους ὀκτάζυγος οἴμου εἰς ἓν ἀγειρομένους κορυφῆς σημήϊον ἄκρης· ὁππόθι καὶ κρητῆρος ὑπήραρεν εἰκόνα τέχνη χείλεά τε κρητῆρος ὑποκλασθέντα πετήλων εἶδος ἐμορφώσαντο. μέσωι δ' ἐνεθήκατο χώρωι ἀργύρεον στίλβοντα πόλου τύπον· ὑψόθι δ' αὐτοῦ σταυρὸς ὑπερτέλλων ἀναφαίνεται· ἵλαος εἴη. ἁψίδων δ' ἐφύπερθεν ἕλιξ πολύκεστος ἀκάνθης πέζα διερπύζει νέατον περὶ πυθμένα κώνου. ὀρθοτενεῖς ἀκτῖνας, ἴσας εὐώδεϊ καρπῶι ὄγχνης καλλικόμοιο, διακριδὸν ὑψόθι φαίνει λαμπομένας σελάεσσιν, ὑπερτέλλουσι δὲ πέζης. ὁππόθι δ' ἀλλήλοισιν ἀρηρότα πείρατα πέζης ἁρμονίην τεύχουσιν, ἐνιδρύσαντο παγέντας ἀργυρέους κρητῆρας. ἐπὶ κρητῆρι δ' ἑκάστωι πυρσοφόρους στήσαντο, λιπαυγέα δείκελα κηροῦ, κόσμον ἀπαγγέλλοντα καὶ οὐ φάος· ἀργυρέοις γὰρ πάντοθι τορνωθέντα περιστίλβουσι μετάλλοις φαιδρὰ λεαινομένοισιν· ἀπυρσεύτωι δ' ἀμαρυγῆι ἀργυρέην ἀκτῖνα καὶ οὐ φλόγα κηρὸς ἰάλλει. κίοσι δὲ χρυσέαις ἱερῆς πάγχρυσα τραπέζης νῶτα κατηρείσαντο, κατὰ χρυσέων δὲ θεμείλων ἵσταται, ἀφνειῶν δὲ λίθων ποικίλλεται αἴγληι. Πῆι