Descriptio Sanctae Sophiae

 Ἥκομεν ἐς ὑμᾶς, ἄνδρες, ἐκ τῆς ἑστίας τῆς τοῦ βασιλέως ἐς βασιλέως ἐστίαν τοῦ παμμεγίστου, τοῦ ποητοῦ τῶν ὅλων, δι' ὃν τὸ νικᾶν συμφυὲς τῶι δεσπότηι.

 ἅψεσι πέπλους. δάκρυ δὲ πενταέτηρον ἀποψήσαντες ὀπωπῆς μέλψομεν εὐφήμοις ὑπὸ χείλεσιν εὔποδας ὕμνους. οὐρανίων ὤϊξεν ἐπὶ χθονὶ κλῆιθρα πυλάων Αὐσονίων

 φάμενος τεμένεσσιν ἐπείγετο, καὶ τάχα μύθου γείτονος ἔργον ἔην ταχινώτερον· ὀρνύμενος γὰρ ὡς θέμις οὐκ ἀνέμιμνε συνέμπορον ἀσπιδιώτην χρύσεον ἀγνάμπτο

 συναγείρετο, πᾶς τε θοώκων ἀρχός, ὑποδρήσσων σθεναροῦ βασιλῆος ἐφετμαῖς καὶ Χριστῶι βασιλῆϊ χαρίσια δῶρα κομίζων, ἱκεσίοις στομάτεσσι θεουδέας ἤπυεν ὕ

 οὐ γὰρ ἐν αὐτῆι μεσσάτιον κατὰ χῶρον ἕλιξ περιδέδρ[ομεν] ἄντυξ οἷάπερ ἀντολικοῖς ἐπὶ τέρμασιν, ἧ[χι θυ]ηλῆς ἴδμονες ἀρητῆρες ἐνιδρύσαντο θοώκους ἀργυρ

 συνέκυρσαν ἐριχρύσοιο κ[αρή]νου· ἀλλὰ μέση στεφανηδὸν ἄνω[ ]ἄντυξ ἀσκαφέος χώροιο, τὸν οὐκ ἐ[ τέ]χνη. ]τύπος σταυροῖο μεσόμ[φα]λος ἔνδοθι κύκλου λεπτα

 ἀνελθών· ἡ γὰρ ὑπερτέλλουσα πρὸς ἕσπερον οὐκέτι δοιαῖς ἴση ταῖς ἑτέρηισιν, ὑπὲρ νάρηκος ἰοῦσα. Ἀλλὰ καὶ ἀμβροσίοιο πρὸς ἐσπέριον πόδα νηοῦ τέτρασιν αἰ

 χρυσόρρυτος ἀκτὶς ἀνδρομέοις ἄτλητος ἐπεσκίρτησε προσώποις. φαίη τις Φαέθοντα μεσημβρινὸν εἴαρος ὥρηι εἰσοράαν, ὅτε πᾶσαν ἐπεχρύσωσεν ἐρίπνην. καὶ γὰρ

 φέρομαι; πῆι μῦθος ἰὼν ἀχάλινος ὁδεύει; ἴσχεο τολμήεσσα μεμυκότι χείλεϊ φωνή, μηδ' ἔτι γυμνώσειας ἃ μὴ θέμις ὄμμασι λεύσσειν. μυστιπόλοι δ' ὑπὸ χερσίν

 δ' αἰθούσης παρὰ κίονας ἔνθα καὶ ἔνθα μουνοφανῆ λαμπτῆρα διακριδὸν ἄλλον ἀπ' ἄλλου ἑξείης ἀνέθηκαν· ὅλον δ' ἐπὶ μῆκος ὁδεύει τηλεπόρου νηοῖο· κύτος δ'

 κύκλους ἐς φάος ἑσπέριόν τε καὶ ὄρθριον· εἰς σὲ γὰρ ἠὼς ἀμπαύειν, πολύυμνε, καὶ ἕσπερος οἶδε μερίμνας. σοὶ λιμένες γλαυκῶπιν ἀποκρίνουσι γαλήνην πᾶσαν

 ὀργῆς, ἑδρήσσων ἀτίνακτος ἐπ' ἀφλοίσβοιο γαλήνης. πάντα μὲν ὑλαίων ἀπεσείσαο πήματα μόχθων, εὐσεβίης δ' ὀχετηγὸν ἐνηέα θυμὸν ἀνοίγων συμπαθὲς ἀνδρομέο

ὀργῆς, ἑδρήσσων ἀτίνακτος ἐπ' ἀφλοίσβοιο γαλήνης. πάντα μὲν ὑλαίων ἀπεσείσαο πήματα μόχθων, εὐσεβίης δ' ὀχετηγὸν ἐνηέα θυμὸν ἀνοίγων συμπαθὲς ἀνδρομέοισιν ἐπ' ἄλγεσιν ὄμμα τιταίνεις. οὐδὲ λιπερνήτης πελέθει βροτὸς ὃν σὺ νοήσηις· αὐτίκα γὰρ καθαροῖο νόου θημῶνα πετάσσας Λυδὸν ἐριχρύσοιο παρέδραμες ὄλβον ἀναύρου, ἔκχυτον ἐκ παλάμης ποταμήρρυτον ὄλβον ὀπάζων. πάντα μὲν ὠγυγίων τε καὶ ὁπλοτέρων κλέα μόχθων ἐξεδάης, πᾶσαν δὲ ποσὶν καθαροῖσιν ὁδεύεις ἀτραπιτὸν λειμῶνι θεουδέϊ· σὰς δὲ μερίμνας ἰθυνόωι πλάστιγγι κανὼν σταθμήσατο μύστης. ἔνθεν ὑπ' ἀχράντοισι νόον μελεδήμασι θέλγων ὤνιον οὐ τέτληκας ἰδεῖν σέβας, οὐδὲ καρήνοις ἐμπορίην ἱεροῖσιν ἐφήρμοσας, οὐδὲ βεβήλοις ἀνδράσιν οἶμον ἔδειξας ἀνέμβατον. εἰ δέ σε δώροις πρηῢς ὑποσσαίνων τις ὀΐσσεται εἰς χάριν ἕλκειν, βριθὺς ὁμοκλητῆρι χαλέψαο τόν γε χαλινῶι, ὅσσον ἀποσμῆξαι κραδίης νέφος, ὅσσον ἐλέγξαι χρυσὸν ἀτιμηθέντα, καὶ ἀφραίνοντα διδάξαι ὡς καθαρὸν καθαροῖσι θέμις τεμένεσσι θαμίζειν. Ἀλλὰ μένοις καὶ σκῆπτρον ἐμοῦ βασιλῆος ἀέξων σαῖς, μάκαρ, εὐχωλῆισι· μένοις δ' ἁλιγείτονι Ῥώμηι πᾶσαν ἁμαρτινόου βιότου σμώδιγγα καθαίρων.