Descriptio Sanctae Sophiae

 Ἥκομεν ἐς ὑμᾶς, ἄνδρες, ἐκ τῆς ἑστίας τῆς τοῦ βασιλέως ἐς βασιλέως ἐστίαν τοῦ παμμεγίστου, τοῦ ποητοῦ τῶν ὅλων, δι' ὃν τὸ νικᾶν συμφυὲς τῶι δεσπότηι.

 ἅψεσι πέπλους. δάκρυ δὲ πενταέτηρον ἀποψήσαντες ὀπωπῆς μέλψομεν εὐφήμοις ὑπὸ χείλεσιν εὔποδας ὕμνους. οὐρανίων ὤϊξεν ἐπὶ χθονὶ κλῆιθρα πυλάων Αὐσονίων

 φάμενος τεμένεσσιν ἐπείγετο, καὶ τάχα μύθου γείτονος ἔργον ἔην ταχινώτερον· ὀρνύμενος γὰρ ὡς θέμις οὐκ ἀνέμιμνε συνέμπορον ἀσπιδιώτην χρύσεον ἀγνάμπτο

 συναγείρετο, πᾶς τε θοώκων ἀρχός, ὑποδρήσσων σθεναροῦ βασιλῆος ἐφετμαῖς καὶ Χριστῶι βασιλῆϊ χαρίσια δῶρα κομίζων, ἱκεσίοις στομάτεσσι θεουδέας ἤπυεν ὕ

 οὐ γὰρ ἐν αὐτῆι μεσσάτιον κατὰ χῶρον ἕλιξ περιδέδρ[ομεν] ἄντυξ οἷάπερ ἀντολικοῖς ἐπὶ τέρμασιν, ἧ[χι θυ]ηλῆς ἴδμονες ἀρητῆρες ἐνιδρύσαντο θοώκους ἀργυρ

 συνέκυρσαν ἐριχρύσοιο κ[αρή]νου· ἀλλὰ μέση στεφανηδὸν ἄνω[ ]ἄντυξ ἀσκαφέος χώροιο, τὸν οὐκ ἐ[ τέ]χνη. ]τύπος σταυροῖο μεσόμ[φα]λος ἔνδοθι κύκλου λεπτα

 ἀνελθών· ἡ γὰρ ὑπερτέλλουσα πρὸς ἕσπερον οὐκέτι δοιαῖς ἴση ταῖς ἑτέρηισιν, ὑπὲρ νάρηκος ἰοῦσα. Ἀλλὰ καὶ ἀμβροσίοιο πρὸς ἐσπέριον πόδα νηοῦ τέτρασιν αἰ

 χρυσόρρυτος ἀκτὶς ἀνδρομέοις ἄτλητος ἐπεσκίρτησε προσώποις. φαίη τις Φαέθοντα μεσημβρινὸν εἴαρος ὥρηι εἰσοράαν, ὅτε πᾶσαν ἐπεχρύσωσεν ἐρίπνην. καὶ γὰρ

 φέρομαι; πῆι μῦθος ἰὼν ἀχάλινος ὁδεύει; ἴσχεο τολμήεσσα μεμυκότι χείλεϊ φωνή, μηδ' ἔτι γυμνώσειας ἃ μὴ θέμις ὄμμασι λεύσσειν. μυστιπόλοι δ' ὑπὸ χερσίν

 δ' αἰθούσης παρὰ κίονας ἔνθα καὶ ἔνθα μουνοφανῆ λαμπτῆρα διακριδὸν ἄλλον ἀπ' ἄλλου ἑξείης ἀνέθηκαν· ὅλον δ' ἐπὶ μῆκος ὁδεύει τηλεπόρου νηοῖο· κύτος δ'

 κύκλους ἐς φάος ἑσπέριόν τε καὶ ὄρθριον· εἰς σὲ γὰρ ἠὼς ἀμπαύειν, πολύυμνε, καὶ ἕσπερος οἶδε μερίμνας. σοὶ λιμένες γλαυκῶπιν ἀποκρίνουσι γαλήνην πᾶσαν

 ὀργῆς, ἑδρήσσων ἀτίνακτος ἐπ' ἀφλοίσβοιο γαλήνης. πάντα μὲν ὑλαίων ἀπεσείσαο πήματα μόχθων, εὐσεβίης δ' ὀχετηγὸν ἐνηέα θυμὸν ἀνοίγων συμπαθὲς ἀνδρομέο

ἅψεσι πέπλους. δάκρυ δὲ πενταέτηρον ἀποψήσαντες ὀπωπῆς μέλψομεν εὐφήμοις ὑπὸ χείλεσιν εὔποδας ὕμνους. οὐρανίων ὤϊξεν ἐπὶ χθονὶ κλῆιθρα πυλάων Αὐσονίων σκηπτοῦχος, ὅλαις δ' ἐπέτασσεν ἑορταῖς εὐφροσύνην εὐρεῖαν, ὅλας ἤμβλυνε μερίμνας. ἐξότε γὰρ δούπησεν ἐρισθενὲς ἔργον ἀνάκτων, κῆδος ἔην ἀλίαστον ἀνὰ πτόλιν. ἵλαθι μύθωι, ἵλαθι τολμήεντι, μεγασθενὲς ἤρανε γαίης, ἱλήκοις ἐπέεσσι, καὶ εἰ τεὸν οὖας ὀρίνω βαιὸν ὅσον· μεγάλων γὰρ ἐπερχομένη χάρις ἔργων Ληθαίοις ἐκάλυψε κατηφέα κέντρα ῥεέθροις. καὶ φάος ἠελίοιο φαάντερόν ἐστιν ὁδίτηι χειμερίην μετὰ νύκτα, καὶ ἱμερόεσσα γαλήνη ἄνδρας ἁλιπλάγκτους μετὰ κύματα μᾶλλον ἰαίνει. ἵλαθι τολμήεντι, μεγασθενές, ἵλαθι μύθωι. Ἤδη μὲν σθεναροῖσιν ἐπεμβεβαυῖα θεμείλοις σφαίρης ἡμιτόμοιο κατήριπε θέσκελος ἄντυξ· μυστιπόλου δ' ἐτίναξεν ἐδέθλια πάντα μελάθρου, πάντα δ' ὑπεσκίρτησεν ἐν ἄστεϊ βάθρα θεμείλων, γαῖα δ' ὑπεστενάχιζεν ἐπὶ χρόνον, ἠερίαις δὲ μισγομένη νεφέληισιν ὁμιχλήεσσα κονίη οὐρανίης ἀμάρυγμα μεσημβρινὸν ἔσκεπεν αἴθρης. Χριστὲ μάκαρ, σὺ δὲ σεῖο κατ' ἔνδια χεῖρα τανύσσας αἵμασιν οὐ μεθέηκας ὑπ' ἀνδροφόνοισι μιῆναι σὴν χθόνα Τελχῖνας κακοεργέας· οὐδὲ γὰρ ἔτλης ὄμματος ἀχράντοιο βολῆι πανδερκέϊ λεύσσειν αἷμα χυθὲν τεμένεσσιν ἀναιμάκτοιο θυηλῆς. οὐδὲ μὲν εὐρύστερνος ὑπώκλασε μέχρι θεμείλων νηός, ἀριστώδινος ἐελμένος ἅμμασι τέχνης· ἀλλὰ μιῆς ἁψῖδος ἀπωλίσθησε κεραίη ἀντολική, σφαίρης τε λάχος κονίηισιν ἐμίχθη. ἦν δὲ τὸ μὲν δαπέδοισι, τὸ δ' εἰσέτι (θάμβος ἰδέσθαι) οἷάπερ ἀστήρικτον ὁμίλεεν ἐκκρεμὲς αὔραις. πᾶς δὲ κατηφείηι βεβολημένος ἔστενεν ἀνήρ. μή τις ἐμὴν σειρῆνα βάλοι νεμεσήμονι μύθωι ἀτραπὸν ἀμνήστοιο διαστείχουσαν ἀνίης· ἡδύτερος μετὰ δάκρυ γέλως, μετὰ νοῦσον ὑγείη. οὐχ οὕτως ἀκάχησεν ἀπ' αἰθέρος ἐκχυμένη φλὸξ ἀνέρας, ὁππότε νῶτα κατέφλεγεν ἄχλοα γαίης, μυρία καρφομένων ὅτε χεύματα σίζεν ἀναύρων, οὐδ' ὅτε καρποτόκοιο κατὰ χθονὸς οὐρανὸς αἴθων εὐρὺ χανὼν ὤϊξε πύλας δηλήμονος ὄμβρου καὶ τραφερὸν ξύνωσε πέδον ῥοθίοισι θαλάσσης.

Αὐτὰρ ἐμὸς σκηπτοῦχος ἀπότροπον ἄλγος ἀκούσας οὐκ ἐπὶ δὴν ἐκάλυψε νόου σέλας, οὐδὲ κατηφὴς ἠρεμέειν τέτληκεν ἀεργέος ἅμμασιν ὄκνου, ἀλλὰ μινυνθαδίης ἀπεσείσατο κέντρον ἀνίης, πρὸς δὲ πόνους ἤϊξε παλινδωμήτορας οἴκου. τῶι δὲ παρεστηκυῖα σακέσπαλος ἔννεπε Ῥώμη· "παγκρατές, ὀλβιόμοιρε ∆ίκης ἕδος, ἕρμα πολήων, ἥρπασε βασκανίη με, χάρις δέ τίς ἐστι Μεγαίρης, ὅττι σέθεν ζώοντος ἐπέχραε κάλλεϊ Ῥώμης. στήθεσιν ἡμετέροισι περιρραγὲς ἕλκος ἀνίσχει· ἀλλά, μάκαρ, (δύνασαι γὰρ ἐφ' ἕλκεϊ φάρμακα πάσσειν) χεῖρα τεὴν προτίταινε, ῥυηφενέος τροφὸν ὄλβου. πάντα κυβερνητῆρι τεῶι διέπουσα χαλινῶι ὑμετέροις ὑπέθηκα τροπαιοφόροισι θριάμβοις. ἠρεμέει καὶ Μῆδος ἄναξ καὶ Κελτὶς ὁμοκλή, καὶ ξίφος ὑμετέροις φιλοτήσιον ὤπασε θώκοις Ἰνδὸς ἀνήρ, ἐλέφαντας ἄγων καὶ μάργαρα πόντου· Καρχηδὼν γόνυ δοῦλον ἐμοῖς ἔκλινε τροπαίοις. εἰς ἐμὲ φορτὶς ἅπασα φερέσβιον ἐλπίδα τείνει, κύκλιον εἰσορόωσα δρόμον διδυμάονος ἄρκτου, ὥς κεν ἐμοῖς τεκέεσσιν ἐπίρρυτον ὄλβον ὀρέξω· ἐμπορίην δ' ἀνάγοντες ἐπιπνείουσιν ἀῆται. ταῦτα τεοῖς καμάτοισιν ἐφέσπεται· ἀλλ' ἐπὶ πάσης ἀγλαΐης θημῶνι πεσεῖν ὑπὸ χεύματα Λήθης μήποτέ μοι, σκηπτοῦχε, τὸ θέσκελον ἔργον ἐάσηις. οὐ γάρ, ἄναξ, εἰ καί σε καταπτήσσουσι κλιθέντα Αὐσονίοις θεσμοῖσιν ἀπείρονος ἔθνεα γαίης, εἰ καὶ πᾶσαν ἔδειμας ἐμοὶ πόλιν, οὔποτε δήεις σύμβολον ὑμετέροιο φαάντερον ἄλλο θοώκου." ὣς φαμένη χαρίεντα λιλαίετο χείλεα πῆξαι ποσσὶν ἀνακτορέοισιν. ὁ δ' ἵλαον ἠθάδι Ῥώμηι δεξιτερὴν ὤρεξεν ὑποκλάζουσαν ἐγείρων. ἦκα δὲ μειδήσας, ἵνα μυρίον ἄλγος ἐλάσσηι, εὐφροσύνης πλήθοντας ἀκηδέος ἔκφατο μύθους· "ῥῖψον ἄχος, βασίλεια πόλις, μὴ θυμὸν ὀρίνηις· ὡς βέλος οὐ νίκησε τεὸν σάκος οὐδέ τις ἄλλη ἄκλονον ἐστυφέλιξε τεὴν φρένα βάρβαρος αἰχμή, μηδὲ βαρυτλήτοισιν ὑποκλάζοιο μερίμναις. τέτλαθι, παμβασίλεια πόλις, μὴ θυμὸν ἀμύξηις· καὶ γὰρ ἐμοῖς καμάτοισιν ἀοιδοτέρην σε τελέσσω αὖτις ἀναστήσας κορυφὴν εὐάντυγα νηοῦ." Ὣς