Breviarium historicum de rebus gestis post imperium Mauricii
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΝΙΚΗΦΟΡΟΥ ΠΑΤΡΙΑΡΧΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΙΣΤΟΡΙΑ ΣΥΝΤΟΜΟΣ ΑΠΟ ΤΗΣ ΜΑΥΡΙΚΙΟΥ
ΒΑΣΙΛΕΙΑΣ. Μετὰ τὴν Μαυρικίου τοῦ βασιλέως ἀναίρεσιν Φωκᾶς, ἐπεὶ ταύτην διειργάσατο, τῆς βασιλείου ἀρχῆς ἐπιλαμβάνεται· οὗ δὴ ἄρξαντος ἐπὶ τοσοῦτο κακώσεως Χριστιανοῖς ἤλασε τὰ πράγματα ὡς παρὰ πολλοῖς ᾄδεσθαι ὅτι Πέρσαι μὲν τὴν Ῥωμαίων ἀρχὴν ἐκτὸς κατεπήμαινον, Φωκᾶς δὲ ἔνδον χείρω τούτων ἔπραττε. ταῦτα οὐκ ἀνεκτὰ Ῥωμαίοις ἐγίνετο· διὸ οἱ περὶ τὴν Λιβύην τηνικαῦτα ἡγεμονεύοντες, ἅτε τῷ μεγίστῳ διαστήματι τὸ θαρσεῖν ἔχοντες καὶ ἅμα παρὰ Μαυρικίου τὰ τῆς στρατηγίδος ἀρχῆς ἐγκεχειρισμένοι (δύο δὲ ἤστην ἀδελφώ, Ἡράκλειος καὶ Γρηγόριος), οὗτοι κοινῇ βουλευσάμενοι τοὺς υἱεῖς πρὸς τὸ Βυζάντιον ἐκπέμπουσιν ἄστυ, ἀλλήλοις συνθέμενοι ὡς τὸν προφθάσαντα τούτων τῆς βασιλείας, εἰ δύναιτο, ἐπιλήψεσθαι. καὶ Ἡράκλειον μὲν τὸν Ἡρακλείου παῖδα πλεῖστον καθοπλίσαντες στόλον ἐκ τῶν Ἄφρων καὶ Μαυρουσίων ἀνδρῶν πληρώσαντες πλοῒ ἐξέπεμπον, Νικήταν δὲ τὸν Γρηγορίου υἱὸν ἱππικῇ στρατιᾷ πολλῇ περι 4 βαλόντες διὰ τῆς ἠπείρου ἀπέστελλον. δεξιᾷ δὲ τύχῃ χρησάμενος Ἡράκλειος καὶ πνεύμασιν ἐπιφορωτάτοις ἀναχθεὶς φθάνει Νικήταν εὐπλοΐσας εἰς Βυζάντιον, καὶ ἤδη τῇ πόλει προσεσχηκὼς ἐπέλαζε. Κρίσπος δέ (τοῦ Φωκᾶ δὲ ἦν οὗτος γαμβρός, ὃς τηνικάδε τὸν τοῦ ὑπάρχου τῆς πόλεως θρόνον διέπειν ἔλαχε, καὶ μεγάλα ἐν τοῖς βασιλείοις δυνάμενος), ἐπεὶ ἀπηχθάνετο Φωκᾷ ὡς δὴ περιυβρισμένος ὑπ' ἐκείνου τυγχάνων τῆς οἰκείας εἰκόνος καθαιρέσεως ἕνεκεν, ἥν ποτε οἱ τῶν ἀντιθέτων χρωμάτων δημόται τῇ τοῦ Φωκᾶ συμπαρέγραψαν εἰκόνι, δόλῳ αὐτὸν μετήρχετο, καὶ πονεῖν μὲν ὑπὲρ αὐτοῦ πλαττόμενος ἔπειθε καὶ Ἡράκλειον ἐπ' ἀπωλείᾳ ἑαυτοῦ ἥκειν ἀπισχυρίζετο, συνήργει δὲ ὅμως Ἡρακλείῳ καὶ τῷ ὄντι τὰ ὑπὲρ αὐτοῦ εἰς τὰ μάλιστα ἔπραττεν. οἱ οὖν περὶ Φωκᾶν θεασάμενοι καὶ ὅσον πολιτικὸν ἐξ αὑτῶν ἐστασίαζον (ἤδη γὰρ οἱ τοῦ πρασίου χρώματος δημόται τοῖς περὶ τὴν Καισαρίου τὸ πῦρ ὑφῆπτον καὶ τὸν ἔπηλυν βασιλέα ἀνευφήμουν), ἐπικειμένους δὲ αὐτοῖς καρτερώτατα καὶ τοὺς ἐκ τῶν Ἡρακλείου στρατευμάτων εἰσιδόντες, καταλιπόντες αὐτὸν ἐφ' ἑαυτοῖς γίνονται. Φώτιος δέ τις τοὔνομα, ὃς παρ' αὐτοῦ εἰς τὴν σύζυγον ἐπιβουλευθείς ποτε καθυβρίζετο, εἰς τὰ βασίλεια σὺν πλήθει στρατιωτῶν ἐπιὼν Φωκᾶν αὐτίκα κατέσχε, καὶ τῆς βασιλικῆς αὐτὸν ἀπαμφιέσας ἐσθῆτος, περίζωμα μέλαν αὐτῷ περιθέμενος, τὰς χεῖρας περιηγμένας εἰς τοὐπίσω ἀποδεσμήσας καὶ πλοίῳ ἐμβαλὼν πρὸς Ἡράκλειον δεσμώτην ἀπήγαγεν. ὃν ἰδὼν Ἡράκλειος ἔφη "οὕτως, ἄθλιε, τὴν πολιτείαν διῴκησας;" ὁ δὲ "σὺ μᾶλλον" εἶπε "κάλλιον διοικεῖν μέλλεις". εὐθὺς οὖν αὐτοῦ τὸν διὰ ξίφους ἔτι πρὸς τῷ πλοίῳ ὄντος καταψηφίζεται θάνατον, ἔπειτα ἀκρω 5 τηριάζεσθαι, χεροῖν τε δεξιὰν ἄνωθεν ἐκ τοῦ ὠμιαίου ἄρθρου ἐκκόπτεσθαι καὶ τῶν αἰδοίων ἐκτέμνεσθαι καὶ κοντοῖς ἀναρτᾶσθαι, οὕτω τε τὸ σῶμα συρὲν κατὰ τὴν τοῦ Βοὸς λεγομένην ἀγορὰν τῷ πυρὶ καταπίμπρασθαι, ∆ομεντιόλον τε τὸν Φωκᾶ ἀδελφὸν καὶ Βονόσσον καὶ Λεόντιον τὸν τῶν βασιλικῶν χρημάτων ταμίαν τὸν αὐτὸν τῷ Φωκᾷ συνδιαφέρειν κίνδυνον προσέταττε. καὶ δὴ ταῦτα οὕτως ἀπέβαινε. Σέργιος δὲ αὐτίκα ὁ τῆς πόλεως πρόεδρος καὶ ὁ λοιπὸς ταύτης ὅμιλος σὺν πάσῃ εὐγνωμοσύνῃ Ἡράκλειον ἐντὸς εἰσδέχεται. καὶ αὐτὸς Κρίσπον εἰς τὴν βασίλειον ἀξίαν προύτρεπε· μηδὲ γὰρ τῆς βασιλείας ἕνεκεν αὐτὸς ἐληλυθέναι ἔφασκε, τίσασθαι μᾶλλον Φωκᾶν τῆς εἰς Μαυρίκιον καὶ τὰ Μαυρικίου τέκνα παρανομίας. ὁ δὲ οὐκ ἐδέχετο. τέλος ὑπὸ τῆς συγκλήτου βουλῆς καὶ τοῦ δήμου Ἡράκλειος βασιλεὺς