2
τὴν ψυχὴν ἐξ ασκήσας, οἰκειοῦται κατὰ τὴν ἐγχωροῦσαν ὁμοίω σιν τῷ Θεῷ, ἐπέραστός τε καὶ ποθεινότατος αὐτῷ γίνεται· οἷα δὴ μέγα τι ἆθλον καὶ δυσήνυτον ἀνα τλὰς, καὶ ἐκ τῆς κατὰ τὴν ὕλην συγκράσεως δυνη θεὶς ἀκραιφνεῖ καὶ κεχωρισμένῃ τῇ διανοίᾳ τῆς τῶν 31.1325 σωματικῶν ἐπιμιξίας παθῶν προσομιλῆσαι Θεῷ. Οὐκοῦν πρέπον τε καὶ ἀκόλουθον τὸν εἰς τοιαύτην ἕξιν διὰ τῆς προειρημένης ἀσκήσεως ἀνελθόντα μὴ κατασπᾶσθαι πάλιν διὰ τῶν τῆς σαρκὸς ἐρεθισμῶν πρὸς κοινωνίαν τῶν ἐκείνης παθῶν· μηδὲ τοὺς ἐκεῖ θεν ἀτμοὺς ἀνιόντας δεχόμενον, ὥσπερ ἀχλύϊ τινὶ βαθυτάτῃ ἀμαυροῦσθαι τὸν τῆς ψυχῆς ὀφθαλμόν· καὶ ἀποπίπτειν τῆς θείας καὶ πνευματικῆς θεωρίας, ὑπὸ τοῦ καπνοῦ τῶν παθημάτων τὸ βλέμμα τοῦ λογισμοῦ δριμυσσόμενον.
ΚΕΦΑΛΑΙΟΝ Αʹ Περὶ τοῦ δεῖν τὴν εὐχὴν προτιθέναι πάντων.
Πᾶσα πρᾶξις, ἀγαπητὲ, καὶ πᾶς λόγος τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ κανών ἐστιν εὐ σεβείας τε καὶ ἀρετῆς. ∆ιά τοι τοῦτο καὶ ἐνηνθρώπη σεν, ὡς ἐν εἰκόνι διαγράφων ἡμῖν εὐσέβειάν τε καὶ ἀρετὴν, ἵνα κατὰ δύναμιν ἕκαστος καὶ ἑκάστη ὁρῶν τες ζηλώσωμεν τὸ ἀρχέτυπον. ∆ιὰ γὰρ τοῦτο φορεῖ τὸ ἡμέτερον σῶμα, ἵνα καὶ ἡμεῖς αὐτοῦ τὴν πολι τείαν, ὡς οἷόν τε, μιμησώμεθα. Σὺ τοίνυν, ὅταν ἀκούσῃς λόγον ἢ πρᾶξιν αὐτοῦ, μὴ παρέργως καὶ ἁπλῶς καὶ ὡς ἔτυχεν ἄκουε· ἀλλ' ἔμβαινε εἰς τὸ βάθος τῶν θεωρημάτων· γίνου κοινωνὸς τῶν μυ στικῶς παραδεδομένων. Μάρθα μὲν γὰρ τὸν Κύριον ὑποδέχεται· καθέζεται δὲ πρὸς τοὺς πόδας αὐτοῦ Μαρία· ἐν δυσὶ δὲ ἀδελφαῖς καλὴ προθυμία· διά στησον μέντοι τὰ πράγματα. Ἡ μὲν γὰρ Μάρθα διηκόνει, παρασκευάζουσα τὰ πρὸς δεξίωσιν τῆς σωματικῆς αὐτοῦ χρείας· ἡ δὲ Μαρία, καθημένη πρὸς τοὺς πόδας αὐτοῦ, ἤκουε τῶν λόγων αὐτοῦ. Ἡ μὲν οὖν ἀνέπαυε τὸ φαινόμενον, ἡ δὲ ἐδούλευε τῷ ἀοράτῳ. Ἦν γὰρ ἀληθῶς καὶ ἄνθρωπος καὶ Θεὸς ὁ παρὼν, ὁ αὐτὸς ∆εσπότης ἀμφοτέρων τῶν γυναι κῶν τὴν προθυμίαν ἀπεδέξατο. Ἀλλ' ἡ μὲν Μάρθα, καμάτῳ πιεζομένη, μεσίτην γενέσθαι παρεκάλει τὸν Κύριον, ἵνα προσλάβῃ βοηθὸν τὴν ἰδίαν ἀδελφὴν τῆς διακονίας. Εἰπὲ, φησὶν, αὐτῇ, ἵνα ἀνα στᾶσα συνδιακονῇ μοι. Ὁ δὲ Κύριος πρὸς αὐτήν· Μάρθα, Μάρθα, μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολ λά. Ἑνὸς δέ ἐστι χρεία. Μαρία γὰρ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ' αὐτῆς· Οὐδὲ γὰρ ἐπὶ τοῦτο πάρεσμεν, ἵνα ἐπὶ στι βάσιν ἀναπέσωμεν, καὶ τὴν κοιλίαν θρέψωμεν· ἀλλὰ πάρεσμεν, ἵνα ὑμᾶς θρέψωμεν λόγῳ ἀληθείας καὶ θεωρίᾳ μυστηρίων. Τὴν μὲν οὖν οὐκ ἀπέστρεψεν 31.1328 ἀφ' ὧν ἐποίει, τὴν δὲ ἀπεδέξατο ἐφ' οἷς προσεῖχεν. Ὅρα μοι τοίνυν τὰς δύο μερίδας διὰ τῶν δύο γυναι κῶν εἰσαγομένας· τὴν μὲν μίαν ἐλάττω, τὴν δια κονίαν τὴν σωματικωτέραν ἑλομένην, πλὴν ὅτι καὶ αὐτὴν χρησιμωτάτην· τὴν δὲ ἀναβεβηκυῖαν τῇ θεωρίᾳ τῶν μυστηρίων κρείττονα καὶ πνευματι κωτέραν. Ταῦτα σὺ ὁ ἀκροατὴς πνευματικῶς ἐκλάμβανε, καὶ ὃ θέλεις ἔκλεξαι. Εἰ μὲν βούλῃ διακονεῖν, διακόνει ἐν τῷ ὀνόματι τοῦ Χριστοῦ. Αὐτὸς γὰρ ἔλεγεν· Ἐφ' ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε. Κἂν γὰρ ξένους δέχῃ, κἂν πτωχοὺς ἀναπαύῃς, κἂν τοῖς ὀδυνωμένοις ἐπικάμπτῃ, κἂν τοῖς ἐν ἀνάγκῃ καὶ συμφορᾷ χεῖρα βοηθείας ὀρέγῃς, κἂν ἀῤῥώστοις ὑπηρετῇς, πάντα εἰς ἑαυτὸν ὁ Χριστὸς ἀναδέχεται. Εἰ δὲ θέλῃς τὴν Μαρίαν ζηλῶσαι καταλελοιπυῖαν τὴν τοῦ σώματος διακονίαν, ἀναβᾶσαν δὲ εἰς θεω ρίαν τῶν πνευματικῶν θεαμάτων, γνησίως μέτελθε τὸ πρᾶγμα. Κατάλιπε τὸ σῶμα, ἔασον γεωργίαν, ὀψοποιίαν τε καὶ παρασκευήν· κάθισον δὲ παρὰ τοὺς πόδας τοῦ Κυρίου, καὶ ἄκουσον αὐτοῦ τῶν λόγων, ἵνα κοινωνὸς γένῃ τῶν τῆς θεότητος μυστηρίων. Ἡ γὰρ θεωρία τῶν Ἰησοῦ μαθημάτων ἀναβέβηκε τοῦ σώματος τὴν διακονίαν. Ἔλαβες τοίνυν, ἀγαπητὲ, τὰ