1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

8

Περὶ μὲν τῆς ἐπιστάσεως τῶν λογισμῶν, καὶ τῆς ἡνιοχήσεως τῶν τοῦ σώματος παθημάτων, καὶ τῆς εὐρυχωρίας καὶ γαλήνης τοῦ ἔνδον ἀνθρώπου, καὶ τῆς τῶν καθηκόντων αὐτῷ θεωρίας τε καὶ σπου δῆς, ἀρκούντως, ὡς ἐνῆν, προειρήκαμεν. Χρὴ δὲ μὴ μόνον τοῖς λογισμοῖς ἐπιστατεῖν, ἀλλὰ καὶ τούτων τῆς ὁμιλίας, ὡς οἷόν τε, χωρίζεσθαι, μάλιστα ὅσα πλησιάζοντα ἡμῖν εἰς ὑπόμνησίν τε τῶν παθῶν ἡμᾶς ἄγοντα, ταράττει καὶ συγχέει τὸν λογισμὸν, καὶ πολέμους καὶ ἀγῶνας ἐμποιεῖ τῇ ψυχῇ. Τὸν μὲν γὰρ ἀκουσίως ἡμῖν προσπίπτοντα καταδέχεσθαι πό λεμον ἀναγκαῖον ἂν εἴη ἑκούσιον δὲ δημιουργεῖν ἑαυτοῖς ἀλογώτατον. Ἐν μὲν γὰρ τῷ προτέρῳ καὶ ἡ ἧττα τυχὸν συγγνώμης τεύξεται, ἀπείη δὲ τῶν κατὰ Χριστὸν ἀθλητῶν· ἐν δὲ τούτῳ τὸ ἁλῶναι, πρὸς τὸ καταγέλαστον εἶναι, καὶ συγγνώμης ἐστέ ρηται. Χρὴ τοίνυν καὶ τὰς τῶν γυναικῶν ὁμιλίας καὶ συντυχίας ὡς τὰ μάλιστα φεύγειν, εἰ μή τις ἀπαραίτητος ἀνάγκη τὴν συντυχίαν βιάζοιτο. Καὶ ἀνάγκης δὲ καταλαβούσης, ὡς ἀπὸ πυρὸς προσήκει φυλάττεσθαι, καὶ ὀξυτάτας καὶ ταχίστας ἀπαλλα γὰς ποιουμένους. Σκόπησον δὲ τί περὶ τούτου φησὶν ἡ Σοφία· Ἀποδέσει τις πῦρ ἐν κόλπῳ, τὰ δὲ ἱμά τια οὐ κατακαύσει; ἢ περιπατήσει τις ἐπ' ἀνθράκων πυρὸς, τοὺς δὲ πόδας οὐ κατακαύ σει; 31.1345 Εἰ δέ τις λέγει, ἐκ τοῦ γυναιξὶ συντυγχάνειν, συνδιαιτᾶσθαί τε ἐπὶ πλέον, μὴ παραβλάπτεσθαι, οὗτος ἢ οὐ μετέσχηκε τῆς τοῦ ἄῤῥενος φύσεως, καὶ ἔστι τι κτῆμα παραδοξότατον, ἐν μεταιχμίῳ τῆς φύσεως ἑκατέρας ἑστὼς (οἷον τοὺς ἀπὸ γεννήσεως εὐνούχους φασὶν, εἴγε κἀκείνοις δοίημεν τὸ πρὸς τὴν θήλειαν ἀπαθὲς καὶ ἀκίνητον· Ἐπιθυμία γὰρ εὐ νούχου ἀποπαρθενῶσαι νεᾶνιν, φησὶν ὁ Σο φός)· ἢ, εἰ μετέσχε, βαπτιζόμενος ὑπὸ τῶν παθῶν, οὐκ αἰσθάνεται, τοὺς μεθύοντας ἢ φρενιτιῶντας μι μούμενος, οἳ, τὰ δεινότατα πεπονθότες, ἔξω πάθους εἶναι νομίζουσι. Συγχωρήσωμεν δὲ τῷ λόγῳ τὸ ἔξω λόγου, τὸ εἶναί τινα μὴ νυττόμενον ὑπὸ τοῦ ἄῤῥενος πάθους. Ἀλλὰ κἂν αὐτὸς μὴ πάσχῃ, οὐκ ἂν καὶ τοὺς ἄλλους εὐκόλως πείσειεν, ὡς οὐ πάσχοι. Τὸ δὲ, μηδενὸς προκειμένου κατορθώματος, τοὺς πολλοὺς σκανδαλίζειν, οἶμαι οὐκ ἀκίνδυνον τῷ ποιοῦντι. Ἔπειτα δὲ ἕτερον ἔστιν ἰδεῖν, ὅτι κἂν ὁ ἀνὴρ μὴ δέχεται λύμην τοῖς λογισμοῖς, ἀλλ' οὐκ ἤδη καὶ περὶ τῆς γυναικὸς ἡμῖν ἀμφισβητήσει, ὡς καὶ αὐτὴ ἔξω τῶν τοῦ σώματος ὑπάρχει παθῶν· ἀλλὰ πολλάκις ἐκείνη, ἀσθενὴς οὖσα τὸν λογισμὸν, καὶ τὸ πάθος ὀξύῤῥοπον ἔχουσα, ἔπαθέ τι ἐπὶ τῷ ἀφυλάκτως ποιησαμένῳ τὰς συντυχίας. Καὶ αὐτὸς μὲν οὐ τέτρωται, ἔτρωσε δὲ πολλάκις, ὡς οὐκ ἐπίσταται. Καὶ ἐν προσποιήσει δῆθεν πνευματικῆς ἀγάπης τὸ γύναιον συνεχῶς πρὸς τὸν ἀσκητὴν ἀφικνούμενον, ἄρχεται δι' ὀφθαλμῶν τῆς ἁμαρτίας ἐμφορηθῆναι, καὶ ἀκολάστοις ὄμμασι τὴν τοῦ πλησίον ἰδέαν ἐπι βόσκεσθαι, καὶ τὴν ἔνδον παρθένον, ἧς μάλιστα ὁ νυμφίος ἐρᾷ, τοῖς ἀκαθάρτοις λογισμοῖς διαφθεί ρειν. Ὡς ἂν τοίνυν μηδὲν τῶν εἰρημένων συμ βαίη, φυλάττεσθαι προσήκει, εἰ μὲν οἷόν τε, καὶ παντελῶς, εἰ δὲ μὴ, τὰς γοῦν συχνὰς καὶ ἐπιτετα μένας ὁμιλίας τῶν γυναικῶν καὶ συντυχίας, οὐχ ὡς μισοῦντας τὸ γένος. ἄπαγε! οὐδὲ ὡς ἀπαρνουμένους τὴν ἐκείνων συγγένειαν, ἀλλὰ καὶ προσισταμένους καὶ ὠφελοῦντας τὰ δυνατὰ, πᾶσαν μὲν κοινω νοῦσαν τῆς ἀνθρωπίνης φύσεως, ἐξαιρέτως δὲ τὰς τοὺς ὑπὲρ τῆς ἁγνείας ἀγῶνας ἀνελομένας, ὡς τὰ ἀδελφὰ ἡμῖν συναθλούσας· τὴν δὲ συντυχίαν φυ λαττομένους, ἵνα μὴ πάθους, οὗ παρῃτήμεθα καὶ ᾧ ἀπηγορεύσαμεν, ὑπόμνημα γένηται. ΚΕΦΑΛΑΙΟΝ ∆ʹ. Ὅτι δεῖ τῇ δυνάμει τοῦ σώματος μετρεῖν τὴν ἐγκράτειαν· καὶ ὅτι καλὸν καὶ ἔννομον ἡ τοῦ σώματος ἐργασία. Ἀκόλουθον μέντοι καὶ γαστρὸς ἐπικρατεῖν. 31.1348 Γαστρὸς γὰρ παιδαγωγία παθῶν ἐστι κόλασις· παθῶν δὲ κόλασις ἀταραξία καὶ γαλήνη ψυχῆς· γαλήνη δὲ ψυχῆς ἀρετῶν γονιμωτάτη πηγή. Ἐγκράτεια δὲ γαστρὸς ἀρίστη ἡ ἑκάστῳ μετρουμένη πρὸς τὴν τοῦ σώματος δύναμιν. Ἐνίοις μὲν γὰρ καὶ ἐπιτεταμένη κακοπάθεια ἄλυπος ὤφθη, καὶ ἄνεσις μᾶλλον ἢ πόνος ἔδοξε διὰ