1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

32

χρειῶν; Ἄλλως δὲ καὶ ἐξ ὑπο δείγματος τοῦτο παιδεύεσθαι ἄξιον. Ὁ γὰρ ἐγκατα λεγόμενος ἄρτι τάγματί τινι στρατιώτης οὐχὶ τοὺς ἐν τῷ τάγματι πρὸς τὴν οἰκείαν ἕξιν μεταστῆ σαι πειρᾶται, ἀλλ' αὐτὸς πρὸς τὴν τοῦ τάγματος ἀγωγὴν καὶ συνήθειαν μεθαρμόζεται. Προσήκει τοί νυν καὶ τὸν ἐγκαταλεγόμενον πνευματικῷ συστή ματι μὴ ἐκείνους πρὸς τὸν ἑαυτοῦ τρόπον μεθαρμό ζειν ἐθέλειν, ἀλλὰ τὸν οἰκεῖον τρόπον τοῖς ἐν τῷ συστήματι ἔθεσί τε καὶ τύποις ἐξομοιοῦν.

ΚΕΦΑΛΑΙΟΝ ΚΖʹ. Ὅτι οὐ χρὴ ἰδίας ἀσχολίας ἔχειν τὸν ἀσκητήν.

Ἐξουσίαν δὲ ἑαυτοῦ οὐδὲ πρὸς τὸ ἀκαριαῖον ἔχοι ἂν ὁ ἀσκητὴς, ὥστε

οἰκείαις ἀσχολίαις ἐνδια τρίβειν. Οὐδὲ γὰρ ὄργανον δίχα τοῦ τεχνίτου κινη θείη ἂν, οὐδὲ μέλος τοῦ παντὸς σώματος ἐν βραχεῖ γοῦν χωρίζεσθαι δύναιτ' ἂν, ἢ κινεῖσθαι παρὰ τὸ δοκοῦν τῷ ἔνδον τεχνίτῃ καὶ ἐπιστάτῃ τοῦ παντὸς σώματος· οὐδὲ ἀσκητὴς παρὰ τὸ δοκοῦν τῷ προ εστῶτι πράττειν τι ἢ ἐνεργεῖν χώραν ἔχει. Εἰ δὲ λέγοι δι' ἀσθένειαν σώματος ἀτονεῖν πρὸς τὰ ἐπι τάγματα, τῷ καθηγουμένῳ ἐπιτρέψει τὴν δοκιμα σίαν τῆς ἑαυτοῦ ἀσθενείας. Ἄλλως δὲ καὶ τὸ τῆς Γραφῆς λογισάμενος, ἑαυτὸν παρορμήσει πρὸς τὴν τῶν ἐπιτασσομένων ἐκπλήρωσιν, ἀκούων τῆς Γρα φῆς λεγούσης· Οὔπω μέχρις αἵματος ἀντικατέστη τε, πρὸς τὴν ἁμαρτίαν ἀνταγωνιζόμενοι· καὶ πάλιν ἑτέρωθι· ∆ιὰ τὰς παρειμένας χεῖρας καὶ τὰ παραλελυμένα γόνατα ἀνορθώσατε.

ΚΕΦΑΛΑΙΟΝ ΚΗʹ. Ὅτι χρὴ τὸν προεστῶτα πατρικῇ εὐνοίᾳ τὰ κατὰ τοὺς

ὑπηκόους οἰκονομεῖν. Καὶ αὐτὸς δὲ ὁ καθηγούμενος, ὡς πατὴρ παίδων γνησίων ἐπιμελούμενος,

ἐπισκέψεται τὴν χρείαν ἑκάστου, καὶ τὴν προσήκουσαν, κατὰ τὸ ἐνὸν, εἰσοίσει θεραπείαν καὶ ἐπιμέλειαν· καὶ τὸ κατὰ ἀλήθειαν ἀσθενοῦν μέλος εἴτε ψυχικῶς εἴτε σωματι κῶς μετὰ ἀγάπης καὶ τῆς πατρὶ πρεπούσης εὐνοίας διαβαστάσει.

ΚΕΦΑΛΑΙΟΝ ΚΘʹ. Ὅτι οὐ χρὴ ἑταιρίας δύο ἢ τριῶν ἀδελφῶν ἐν συστήματι

ἀσκητικῷ γενέσθαι. Ἀγάπην δὲ τὴν πρὸς ἀλλήλους ἔχειν μὲν προσ ήκει τοὺς ἀδελφοὺς, μὴ

μέντοι τινὰς ἑταιρίας δύο κατὰ ταυτὸ ἢ τρεῖς γενομένους συνίστασθαι. Οὐ γὰρ ἀγάπη τοῦτο, ἀλλὰ στάσις ἐστὶ, καὶ διαίρεσις, καὶ κακίας τῶν συνιόντων κατηγορία. Εἰ γὰρ τὸ 31.1420 κοινὸν τῆς εὐταξίας ἠγάπων οἱ τοιοῦτοι, κοινὴν ἂν ἔσχον πρὸς πάντας καὶ ἰσότιμον τὴν ἀγάπην· εἰ δὲ, ἀποτεμόντες καὶ διορίσαντες ἑαυτοὺς, σύστημα ἐν συστήματι γίνονται, πονηρὰ ἡ τῆς τοιαύτης φιλίας συναγωγὴ, καὶ παρηλλαγμένον τι παρὰ τὸ κοινὸν πρᾶγμα τοὺς τοιούτους συνάγει, ὅπερ ἐστὶ καινοτο μία παρὰ τὴν κρατοῦσαν εὐστάθειαν. Προσ ήκει τοίνυν μήτε τὰς τοιαύτας ἑταιρίας συγχωρεῖ σθαι, μήτε διὰ τὴν τῆς ἀγάπης τήρησιν εἰς κοινωνίαν ἔρχεσθαί τινα ἀδελφοῦ πονηρεύεσθαι βου λομένου, καὶ τοὺς τῆς κοινῆς εὐταξίας παραχαράτ τειν θεσμούς· ἀλλὰ μέχρι μὲν ἂν ἅπαντες ἐν τῷ καλῷ μένωσιν, εἶναι ἑκάστου τὴν πρὸς ἅπαντας κοι νωνίαν καὶ ἕνωσιν. Εἰ δέ τις, ἐναντιοῦσθαι τῇ κρα τούσῃ καταστάσει βουλόμενος, τὸν ἀδελφὸν συνεφέλ κεται, τοῦτον τὰ μὲν πρῶτα παρὰ τοῦ ὑγιαίνοντος, ὡς νοσοῦντα τοὺς λογισμοὺς, ἐν ἀποῤῥήτῳ νουθε τεῖσθαι· εἰ δὲ μὴ βούλοιτο κατ' ἰδίαν θεραπεύεσθαι, καὶ ἑτέρους ἀδελφοὺς τοὺς συνετωτέρους εἰς θερα πείαν αὐτοῦ συμπαραλαμβάνεσθαι, κατὰ τὸ ἱερὸν Εὐαγγέλιον· Ἐὰν δὲ μή σου