1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

33

ἀκούσῃ, παράλαβε μετὰ σεαυτοῦ ἔτι ἕνα ἢ δύο. Εἰ δὲ μήτε αὐτοῖς πείθοιτο, τῷ προεστῶτι τὸ νόσημα τῆς ψυχῆς αὐτοῦ γνώριμον γενέσθαι· εἰ δὲ μήτε τοῦ προεστῶτος ἀνά σχοιτο, ὡς τὸν ἐθνικὸν καὶ τὸν τελώνην λελογίσθαι αὐτὸν, καὶ ὡς πρόβατον λοιμῷ κεκρατημένον τῆς ποίμνης εἴργεσθαι, ὡς ἂν μὴ καὶ τοὺς λοιποὺς τοῦ νοσήματος ἀναπλήσειεν. Εἰ δὲ μηδεὶς εἴη ὁ τῷ πο νηρῷ βλαπτόμενος ὑποδείγματι, τότε μόνον ἡ ἐπ' αὐτῷ καὶ μετὰ τὰ εἰρημένα μακροθυμία χώραν ἕξει ἐλπίδι τῆς διορθώσεως. Μακροθυμία δὲ, ἡ ἐπὶ τῷ μὴ ἀποκόπτειν, οὐκ ἐπὶ τῷ μὴ νουθετεῖν καὶ παιδεύειν τοῖς ἐννόμοις ἐπιτιμίοις.

ΚΕΦΑΛΑΙΟΝ Λʹ. Ὅτι οὐ χρὴ ἐνδυμάτων ἢ ὑποδημάτων ἐκλογὴν ἐπιζητεῖν τὸν

ἀσκητήν. Ἐνδυμάτων μέντοι ἢ ὑποδημάτων μὴ τὰ ἐκλεκτὰ ἐπιζητεῖν, ἀλλ' αἱρεῖσθαι τὰ

εὐτελέστερα, ἵνα καὶ κατὰ τοῦτο τὴν ταπεινοφροσύνην ἐπιδειξώμεθα, καὶ μὴ καλλωπιστῶν, καὶ φιλαύτων, καὶ ἀφιλαδέλφων δόξαν ἀπενεγκώμεθα. Ὁ γὰρ τῶν πρωτείων ἐφιέμε νος ἀγάπης καὶ ταπεινοφροσύνης κεχώρισται. ΚΕΦΑΛΑΙΟΝ ΛΑʹ. Ὅτι δεῖ τὸν προεστῶτα ἀνάλογα τῆς τοῦ σώμα τος δυνάμεως ὁρίζειν τὰ ἐπιτεταγμένα· καὶ περὶ τῶν ἀποκρυβόντων τὴν ἑαυτῶν δύναμιν. Τὸν μέντοι προεστῶτα προσέχειν χρὴ, ὅπως ἂν μὴ, τῆς τοῦ σώματος δυνάμεως μείζονα τὰ ἐπιτά γματα ποιησάμενος, πρὸς ἀντιλογίαν τὸν ἀτονοῦντα διερεθίσῃ· ἀλλ' ὡς πατὴρ ἅπασιν ὁμοίως εὔνους καὶ γνήσιος, ἑκάστου τὰς δυνάμεις ἐπισκοπεῖσθαι τοῦ σώματος, καὶ οὕτως ἐπινέμειν καὶ διακληροῦ 31.1421 σθαι τὰ ἐπιτάγματα. Κρῖμα μέντοι μέγιστον ἕξουσιν οἱ τὴν ὑπάρχουσαν τοῦ σώματος δύναμιν καὶ παρὰ Θεοῦ δεδομένην ἀρνούμενοι, καὶ καταναισχυντοῦντες τῶν προεστώτων, καὶ τοῖς ἐπιτασσομένοις οὐκ εἴ κοντες. Εἰ γὰρ τῷ προεστῶτι κίνδυνον μέγαν καὶ ἀνυπόστατον φέρει τὸ ἀποκρύψαι τοῦ λόγου τὸ τά λαντον, καὶ μὴ ἑκάστῳ προμηνῦσαι τὴν ἐρχομένην ἐπὶ τῇ ἁμαρτίᾳ ῥομφαίαν, πολλῷ μᾶλλον οἴσει κίν δυνον τῷ λαμβάνοντι παρὰ τοῦ Θεοῦ δύναμιν σώμα τος εἰς λυσιτέλειαν τοῦ κοινοῦ, καὶ ταύτην καταρ γοῦντι καὶ ἀποκρύπτοντι.

ΚΕΦΑΛΑΙΟΝ ΛΒʹ. Ὅτι οὐ δεῖ τοὺς ἀδελφοὺς λυπεῖσθαι, τῶν ἀσθενεστέρων

φειδοῦς ἀξιουμένων. Μὴ μέντοι τοὺς ἀδελφοὺς λυπεῖσθαι καὶ ἀγανα κτεῖν, ἐπειδὰν τοῖς

ἀσθενεστέροις ὁ προεστὼς τὰς ἁρμοζούσας ἐγχειρίζοι διακονίας, καὶ φειδοῦς ἀξιώσῃ τούτους, οὕτω τῆς χρείας εἰσηγουμένης· ἀλλὰ τοὺς δυνατωτέρους ὡς μελῶν ἀσθενεστέρων φείδεσθαι τῶν δεομένων φειδοῦς, καὶ ταύτῃ τὴν πνευ ματικὴν ἀγάπην πληροῦν. Οὐδὲ γὰρ ὁ ποῦς ἐν τῷ σώματι τῆς χειρὸς κατεξανασταίη, ἢ καὶ ταύτην εἰς τὴν οἰκείαν διακονίαν βιάσοιτο, οὐδὲ ἡ χεὶρ σύμ πασα τῷ μικροτάτῳ δακτύλῳ τῆς οἰκείας ἐνεργείας ἐπιθήσει τὸ ἄχθος· ἀλλ' ἕκαστον τῶν μελῶν ἣν ἔλαχε παρὰ τῆς φύσεως δύναμιν, ταύτην ἐνεργεῖ διαβα στάζων τὰ ἀσθενέστερα. Ταύτης τῆς τάξεως ἐν πνευματικῷ συστήματι φυλασσομένης, δειχθήσεται, ὅτι ὄντως ἐσμὲν σῶμα Χριστοῦ, καὶ μέλη ἐκ μέρους, τὴν ἁρμονίαν τῆς συναφείας καὶ τὴν πρὸς ἀλλήλους ἀστασίαστον ἕνωσιν διαπαντὸς φυλάττοντες.

ΚΕΦΑΛΑΙΟΝ ΛΓʹ. Ὅτι οὐ χρὴ τοὺς προεστῶτας τοῖς ἀποστατοῦσι τοῦ οἰκείου

ἀθροίσματος ἀσκηταῖς παῤῥησίας μεταδιδόναι, ἢ τούτους εἰς κοινωνίαν βίου δέχεσθαι.