1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

34

Χρὴ μέντοι καὶ τοὺς τῶν πνευματικῶν συστη μάτων ἀφηγουμένους, τὴν

πρὸς ἀλλήλους ἀσκοῦν τας εὔνοιαν, καὶ τὴν ἀλλήλων οἰκειουμένους φρον τίδα, μὴ καταλύειν τὰ ἀλλήλων σπουδάσματα, μηδὲ ἁπλῶς καὶ ἀβασανίστως τοὺς ἀποστατοῦντας τῶν ἀδελ φῶν ἀλλήλων ἀνθυποδέχεσθαι. Τοῦτο γάρ ἐστι σύγχυσις παντελὴς, καὶ διάλυσις, καὶ τοῦ πνευματικοῦ ἔργου καθαίρεσις. Οἱ μὲν γὰρ συνετώτεροι τῶν ἀδελφῶν τῷ τοῦ Θεοῦ φόβῳ κρατούμενοι, βεβαίως τῷ καλῷ περιμένουσιν· οἱ δὲ νωθέστεροι καὶ ῥᾳθυμότε ροι καὶ ὑπὸ τῆς περὶ ἀνθρώπους αἰδοῦς, καὶ τῆς ἐπηρτημένης ἐξ ἀνθρώπων ἀνάγκης πρὸς τὸ καλὸν παιδαγωγοῦνται καὶ διευθύνονται. Ἂν τοίνυν ὁ ῥᾳ θυμότερος ἴδῃ ἐξὸν αὐτῷ μετὰ ἀδείας ἀποφεύγειν τοὺς ἐν τῷ ἅπαξ αἱρεθέντι συστήματι πόνους, καὶ μεθίστασθαι πρὸς ἑτέραν καταγωγὴν, καὶ βιοῦν ἀφυλάκτως καὶ ἀκρατῶς, εὐκόλως ἀποῤῥαγήσεται, 31.1424 καὶ τῆς αὐτοῦ ἀπωλείας ἔνοχος ὁ προχείρως ὑπο δεχόμενος ἔσται. Καὶ τὸ κακὸν τοῦτο προβαῖνον πολλάκις καὶ τοὺς καλῶς ὁδεύοντας τῆς ὀρθῆς ὁδοῦ καὶ δικαίας ἐξίστησι· καὶ ἡ τῶν πάντων ἀπώλεια ἐπὶ τὸν διδόντα τὰς ἀφορμὰς τοῖς ὀλισθήμασι σω ρευθήσεται. Ἵνα οὖν μὴ τοῦτο γένηται, τοὺς ἀπο στατοῦντας τῶν ἀδελφῶν ἢ νουθετῶμεν καὶ ἐπαν άγωμεν ὅθεν ἐξέβησαν, ἢ μὴ πειθομένους ἡμῖν φυ λαττώμεθα, καὶ τὴν συντυχίαν αὐτῶν παραιτώμεθα, καὶ τοῖς ἀδελφοῖς πᾶσι τοῦτο παρεγγυῶμεν· ὥστε ἢ αὐτοὺς γοῦν ἐκείνους σωφρονισθέντας τῇ τοι αύτῃ ἀποστροφῇ ἐπανελθεῖν ἐπὶ τὴν οἰκείαν μάνδραν, καὶ ὑπὸ τῷ ἀποκληρωθέντι ποιμένι ποιμαίνεσθαι, ἢ εἰ ἐκεῖνοι ἐμμένοιεν τῇ ἀθετήσει τῆς πνευματικῆς κοινωνίας, τοὺς γοῦν λοιποὺς θεασαμένους ὅπως βδελυκτοὶ γεγόνασι, σωφρονισθῆναι τῷ ὑποδείγματι, καὶ φεύγειν τὴν μίμησιν τὴν αἰσχύνην ἀποδιδρά σκοντας. Ὅτι δὲ οὐκ ἐμοὶ ταῦτα λόγοι, ἀλλ' ἐναργεῖς λό γοι τοῦ Πνεύματος, αὐτὰ τὰ Παύλου ῥήματα παρα θήσομαι, δι' ὧν τοὺς ἀκρατῶς βιοῦντας ἐκόλασε μετὰ τῶν ἄλλων καὶ τοὺς μεθύοντας καὶ τοὺς λοιδόρους ἐπιτιμίοις ὑποβάλλων. Ἐὰν γάρ τις ἀδελφὸς ᾖ πόρνος, φησὶν, ἢ λοίδορος, ἢ μέθυσος, τῷ τοιούτῳ μηδὲ συνεσθίειν. Καὶ πάλιν ἑτέρωθι περὶ τῶν μηδὲν ἐργαζομένων, ἀλλὰ περιεργαζομένων, ἔλεγε· Τοῦτον σημειοῦσθε, καὶ μὴ συναναμί γνυσθε αὐτῷ. Ὅτι δὲ ὁ τὰς ἐπὶ τοῦ Πνεύματος συμβάσεις παρασπῶν τὰ χείρονα τῶν λοιδόρων, καὶ τῶν μεθυόντων, καὶ τῶν ἐν ἀργίᾳ διατελούντων τολ μᾷ, παντί που δῆλόν ἐστιν. Ὥστε ἀκολούθως ὁ λόγος τοὺς καταλύοντας τὴν πνευματικὴν εὐταξίαν τῆς ὁμιλίας τῶν φυλαττόντων αὐτὴν εἶρξαι καὶ ἀποκω λῦσαι παρεγγυᾷ. Τότε δὲ μόνον ἀνεπιτίμητον προσήκει μένειν ἀδελφοῦ χωρισμὸν, ἡνίκα ἂν κρίσει τοῦ προεστῶτος ἐπ' οἰκονομίᾳ τινὶ γένηται.

ΚΕΦΑΛΑΙΟΝ Λ∆ʹ. Ὅτι οὐ χρὴ τὸν ἐν συστήματι πολιτευόμενον ἀσκητὴν ἰδίᾳ

τι κεκτῆσθαι τῶν ὑλικῶν. Προσήκει μέντοι τὸν ἀσκητὴν, τὸν τὴν προ εκτεθεῖσαν κοινωνίαν ἑλόμενον,

πάσης ἰδιαζούσης τῶν ὑλικῶν κτήσεως ἐλεύθερον εἶναι. Εἰ γὰρ μὴ τοῦτο ποιεῖ, πρῶτον μὲν τὴν ἀκριβῆ κοινωνίαν διέφθειρε τῷ τῆς κτήσεως ἰδιάζοντι· ἔπειτα δὲ καὶ ἀπιστίας καθ' ἑαυτοῦ μεγάλα ἐξήνεγκε δείγματα, ὡς ἀπι στῶν τῷ Θεῷ, ὅτι τοὺς ἐπὶ τῷ ὀνόματι αὐτοῦ συν ηγμένους οὐ διαθρέψει· καὶ οὐκ ἀκούσας παρὰ τοῦ προφήτου ∆αβὶδ λέγοντος· Νεώτερος ἐγενόμην, καὶ 31.1425 γὰρ ἐγήρασα, καὶ οὐκ εἶδον δίκαιον ἐγκαταλε λειμμένον, οὐδὲ τὸ σπέρμα αὐτοῦ ζητοῦν ἄρτους, ἢ τοὺς νοητοὺς τῆς φρονήσεως, ἢ τοὺς αἰσθητοὺς, οἷς τὸ σῶμα τρέφεται. Εἰ γὰρ ἔνθα δύο ἢ τρεῖς συνηγμένοι εἰσὶν ἐπὶ τῷ ὀνόματι τοῦ Χριστοῦ, ἐν μέσῳ αὐτῶν ἐστι, πολλῷ μᾶλλον ἔνθα πολὺ πλέον καὶ πολυανθρωπότερον ἄθροισμα. Ἢ τοίνυν οὐδὲν