1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

6

φυλάττειν, ἵνα μὴ, ἀπολέσας αὐτὸ, ἀπολέσῃ καὶ τὸν πολὺν αὐτοῦ κάματον, καὶ τὴν χάριν τοῦ Θεοῦ ἀθετήσας, ἀνάξιος γένηται τῆς αἰωνίου ζωῆς. Τί γὰρ ὠφέλησε τὸν Σολο μῶντα ταχέως λαβόντα τὴν χάριν τῆς σοφίας, καὶ ἀπολέσαντα αὐτήν; Μὴ οὖν ὀλιγοψύχει, εἰ μὴ λάβῃς ταχέως τὸ αἴ τημα. Εἰ γὰρ ᾔδει ὁ ἀγαθὸς ∆εσπότης, ὅτι, τα χέως λαμβάνων τὴν χάριν, οὐκ ἀπολεῖς αὐτὴν, ἕτοι μος ἦν καὶ πρὸ τοῦ αἰτῆσαί σε αὐτὴν παρασχεῖν. Νῦν δὲ κηδόμενός σου τοῦτο ποιεῖ. Εἰ γὰρ ὁ λαβὼν τὸ τάλαντον, καὶ σῶον αὐτὸ φυλάξας, διότι μὴ ἐπρα γματεύσατο αὐτὸ, κατεκρίθη· πόσῳ μᾶλλον κατα κριθήσεται ὁ ἀπολέσας αὐτό; Ταῦτα οὖν εἰδότες, εἴτε ταχύτερον εἴτε βραδύτερον λάβωμεν, μείνωμεν εὐχαριστοῦντες τῷ Κυρίῳ· ὅτι πάντα ὅσα ποιεῖ ὁ ∆εσπότης, ὑπὲρ τῆς ἡμῶν σωτηρίας οἰκονομεῖ· μό νον ἡμεῖς μὴ ὀλιγοψυχήσαντες παυσώμεθα τῆς αἰτή σεως. ∆ιὰ γὰρ τοῦτο τὴν παραβολὴν εἶπεν ὁ Κύριος περὶ τῆς χήρας, ἣ διὰ τῆς παραμονῆς αὐτῆς ἐπ έκαμψε τὸν ἄνομον κριτὴν, ἵνα καὶ ἡμεῖς διὰ τῆς παραμονῆς λαμβάνωμεν τὰ αἰτήματα ἡμῶν. Ἔνθεν γὰρ καὶ ἡ πίστις ἡμῶν καὶ ἡ ἀγάπη ἡ πρὸς τὸν Θεὸν δείκνυται, ὅταν, καὶ μὴ λαμβάνοντες ταχὺ, μένωμεν εὐχαριστοῦντες αὐτῷ. Εὐχαριστήσωμεν οὖν αὐ τῷ διαπαντὸς, ἵνα καταξιωθῶμεν ἐπιτυχεῖν τῶν αἰω νίων αὐτοῦ ἀγαθῶν· ὅτι αὐτῷ πρέπει ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΚΕΦΑΛΑΙΟΝ Βʹ. Περὶ τῆς τῶν λογισμῶν ἐπιστάσεως, καὶ ὅτι οὐ κακὸν τὸ

σῶμα, ὥς τινες ὑπειλήφασιν. Πρῶτον μὲν οὖν κρατητέον ἐκ παντὸς τρό 31.1340 που τὸν λογισμὸν,

νηφάλιον ἐφιστῶντας τὴν τῆς δια νοίας ἐπισκοπὴν, ὡς ἂν μὴ συγχωρεῖν τῇ ψυχῇ ταῖς ἀπερισκέπτοις ὁρμαῖς ῥᾳδίως πρὸς τὰς τοῦ σώματος ἀνθολκὰς ἐνδιδόναι. Βλέψις μὲν γὰρ τοῦ σώματος ὁ ὀφθαλμὸς, ὅρασις δὲ τῆς ψυχῆς ὁ συμφυὴς αὐτῇ νοῦς· ἀλλ' οὐχ ὡς ἕτερον ἐν ἑτέρῳ, ἀλλὰ ταὐτὸν ψυχή τε καὶ νοῦς· δύναμις ὑπάρχων φυσική τις καὶ οὐκ ἐπείσακτος τοῦ λογιστικοῦ τῆς ψυχῆς. Ἡνίκα μὲν γὰρ ἡ ψυχὴ, τὸ ἑαυτῆς ἀνακινοῦσα νοερὸν, τὸ φυσικῶς ἐγκατεσπαρμένον αὐτῇ παρὰ τῆς πεποιη κυίας αὐτὴν ἁγίας Τριάδος, βουλεύεται τὰ δέοντά τε καὶ προσήκοντα, τηνικαῦτα διαφεύγει τὰς τοῦ σώματος ἐπηρείας· τάς τε ἀτάκτους αὐτοῦ κινήσεις προορωμένη καὶ ἐπιστομίζουσα, γαλήνην τε ἄγει τὴν αὐτῇ πρέπουσαν, καὶ ἐν ἀπερικτυπήτῳ σχολῇ ἐν τοῖς κατὰ φύσιν θεωρήμασι γίνεται· τοῦτο μὲν εἰς τὴν ἁγίαν καὶ προσκυνητὴν Τριάδα, κατὰ τὸ ἐνὸν, ἀτενὲς ἐνορῶσα, καὶ ἀναλογιζομένη τὸ τῆς θείας δόξης ἀπρόσιτον διὰ τὴν ὑπερβολὴν τῆς λαμπρότητος, τὸ τῆς μακαριότητος διαυγὲς, τὸ τῆς σοφίας ἀπέραν τον, τὸ τῆς ἀταραξίας πεπηγὸς καὶ ἀκύμαντον, τὴν ἀπαθῆ καὶ ἀκίνητον φύσιν. Ὧ γὰρ μηδὲν ἐξ ἀδο κήτου συμπίπτειν δύναιτ' ἂν, οἷα δὴ τεθησαυρισμέ νῳ τὴν γνῶσιν τῶν τε ὄντων τῶν τε ἐσομένων ἁπάν των, καὶ περιδεδραγμένῳ τῶν ὅλων, καὶ ὑπὸ χεῖρα τὰ σύμπαντα ἔχοντι, καὶ οὐδὲν ἀντιπεσεῖν καὶ ἀντιβλέψαι γοῦν ὅλως δυνάμενον· τούτῳ ἀκόλουθον παρεῖναι γαλήνην καὶ ἀταραξίαν διηνεκῆ. Αἱ γὰρ τῶν ἀνελπίστων πραγμάτων αἰφνίδιοι περιστάσεις τὰς ταραχὰς ταῖς τῶν ἀνθρώπων διανοίαις ἐμποιεῖν πεφύκασιν. Ὥστε ᾧ μηδεμία κακία παρενοχλεῖ, πᾶσα δὲ ἀρετὴ καὶ πᾶν ὅ τι καλὸν ἕπεται, οὗτος εὐφραί νοιτο ἂν κατὰ λόγον εὐφροσύνην ἀκίνητόν τε καὶ ἀτελεύτητον. Ἀρετῆς γὰρ καὶ ἀγαθότητος ὀπαδὸς ἡ εὐφροσύνη, καθὼς ὁ Προφήτης φησίν· Εὐφραν θήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ. Ψυχὴ τοίνυν ἡ τὸ νοερὸν αὐτῆς ἐν νήψει καὶ ταῖς προσηκούσαις ἐνεργείαις διαφυλάττουσα ἔν τε τοῖς προειρημένοις θεωρήμασι καταστήσεται, καὶ τὸ ἑαυτῆς ἦθος πρὸς τὸ ὀρθὸν καὶ δίκαιον, κόσμιόν τε καὶ εἰρηνικὸν ἐξασκήσει. Ἡνίκα δ' ἂν τοῦ διανοεῖ σθαι καὶ ἐντρανίζειν τοῖς καθήκουσι θεωρήμασιν ἀπολήξῃ,