2
εὐχαριστίας. νʹ Περὶ προσευχῆς, καὶ πότε, καὶ τί, καὶ πῶς, καὶ ὑπὲρ τίνος προσεύχεσθαι δεῖ. νζʹ Περὶ τῆς ἐπὶ τοῖς κατορθώμασιν ἐπάρσεως. νηʹ Περὶ κτήσεως χαρισμάτων Θεοῦ, καὶ μεταδόσεως. νθʹ Περὶ τιμῆς καὶ δόξης ἀνθρωπίνης. ξʹ Περὶ διαφορᾶς χαρισμάτων Θεοῦ, καὶ συμφω 31.697 νίας τῶν ἐν τούτοις ὑπερεχόντων, ἢ ὑποβεβη κότων. ξαʹ Περὶ τῆς ὡς ἐν ἀνθρώποις εὐτελείας τῶν ὑποδεχομένων τὴν τοῦ Θεοῦ χάριν. ξβʹ Περὶ πειρασμῶν, καὶ πότε μὲν ὑπαναχωρεῖν δεῖ, πότε δὲ ἐνίστασθαι, καὶ πῶς τοῖς ἐναντίοις ἀπαντᾷν. ξγʹ Περὶ δειλίας καὶ θάρσους ἐν ταῖς περιστάσεσι. ξδʹ Περὶ χαρᾶς τῆς ἐν τοῖς ὑπὲρ Χριστοῦ παθή μασιν. ξεʹ Ὅπως δεῖ καὶ ἐν αὐτῷ τῷ τέλει προσεύχεσθαι. ξʹ Περὶ τῶν ἐγκαταλιμπανόντων τοὺς ὑπὲρ εὐσε βείας ἀγωνιζομένους, καὶ περὶ τῶν τούτοις συναγωνιζομένων. ξζʹ Περὶ τῶν ἐπὶ τοῖς ἀποθνήσκουσι λυπουμένων. ξηʹ Περὶ διαφορᾶς τοῦ παρόντος αἰῶνος καὶ τοῦ μέλλοντος. ξθʹ Περὶ τῶν ὁμοῦ καὶ κατὰ συνάφειαν ἀπαγορευομέ νων ὑπὸ τῆς Γραφῆς, ἢ ἐγκρινομένων. οʹ Περὶ τῶν τὸ κήρυγμα τοῦ Εὐαγγελίου ἐγχειριζο μένων, καὶ πότε, καὶ τίνας, καὶ τί διδάσκειν, καὶ πῶς ἑαυτοὺς προκατορθοῦν τοὺς τοιούτους χρή· καὶ ὅπως ἐν τῷ κηρύγματι παῤῥησιάζεσθαι, καὶ πῶς ἐπιμελεῖσθαι τῶν πεπιστευμένων, καὶ ποίᾳ διαθέσει, καὶ περὶ ποῖα τῶν σπουδασμάτων προ ηγουμένως καταγίνεσθαι· καὶ ὅπως καθα ρεύειν ἀπὸ τῶν ὡς ἐπὶ τὸ πλεῖστον παρεπομένων ἐλαττωμάτων, καὶ ἐπὶ ποῖον ἄγειν μέτρον τοὺς διδασκομένους, καὶ πῶς ἐνάγειν τοὺς ἀντιδιατιθε μένους, καὶ τίνα τρόπον εἴκειν τοὺς διὰ φόβον παραιτουμένους, καὶ πῶς ἀναχωρεῖν τῶν δι' ἀγνωμοσύνην μὴ καταδεχομένων· καὶ πῶς τι νας χειροτονεῖν, ἢ ἀποβάλλειν τοὺς κεχειρο τονημένους· καὶ ὅτι χρὴ τῶν προεστώτων ἕκαστον ὑπεύθυνον ἑαυτὸν ἡγεῖσθαι, καὶ τοῖς πεπι στευμένοις αὐτῷ εἰς τὴν περὶ ὧν ποιεῖ καὶ λέγει πληροφορίαν. οαʹ Περὶ τῶν κατὰ συνάφειαν ἐπὶ τοῖς προεστῶσι διατεταγμένων. οβʹ Ὅπως δεῖ τοὺς διδασκομένους διακρίνειν τοὺς πνευματικοὺς τῶν διδασκάλων ἀπὸ τῶν μὴ τοιού των, καὶ ὅπως πρὸς αὐτοὺς διατίθεσθαι, ἢ τὰ παρ' αὐτῶν δέχεσθαι. ογʹ Περὶ τῶν ἐν γάμῳ. οδʹ Περὶ χηρῶν. οεʹ Περὶ δούλων καὶ δεσποτῶν. οʹ Περὶ τέκνων καὶ γονέων. 31.700 οζʹ Περὶ παρθένων. οηʹ Περὶ στρατευομένων. οθʹ Περὶ ἀρχόντων καὶ ὑπηκόων. πʹ Ποταποὺς εἶναι βούλεται καθόλου ὁ λόγος τοὺς Χριστιανοὺς, καὶ ποταποὺς τοὺς προεστῶτας.
ΑΡΧΗ ΤΩΝ ΗΘΙΚΩΝ.
ΟΡΟΣ Αʹ. Ὅτι δεῖ τοὺς πιστεύοντας τῷ Κυρίῳ μετανοῆσαι πρῶτον, κατὰ τὸ κήρυγμα
Ἰωάννου, καὶ αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· χεῖρον γὰρ τῶν πρὸ τοῦ Εὐαγγελίου κατακριθέντων οἱ νῦν μὴ μετανοοῦντες κατακρίνονται.
Κεφάλαιον αʹ. ΜΑΤΘΑΙΟΣ. Ἀπὸ τότε ἤρξατο ὁ Ἰησοῦς κηρύσσειν, καὶ λέγειν·
Μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν ... Τότε ἤρξατο ὀνειδί ζειν τὰς πόλεις, ἐν αἷς ἐγένοντο αἱ πλεῖσται δυ νάμεις αὐτοῦ, ὅτι οὐ μετενόησαν. Οὐαί σοι, Χω ραζὶν, οὐαί σοι, Βηθσαϊδά· ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι ἐγένοντο αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν, πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ καθήμεναι μετενόησαν. Πλὴν Τύρῳ καὶ Σιδῶνι ἀνεκτότε ρον ἔσται ἐν ἡμέρᾳ κρίσεως, ἢ ὑμῖν, καὶ τὰ ἑξῆς. Ὅτι τῆς μετανοίας καὶ τῆς ἀφέσεως τῶν ἁμαρτιῶν ὁ παρών ἐστι καιρός· ἐν δὲ τῷ μέλλοντι αἰῶνι ἡ δικαία κρίσις τῆς ἀνταποδόσεως. Κεφάλ. βʹ. ΜΑΡΚΟΣ. Ἵνα δὲ εἰδῆτε, ὅτι ἐξουσίαν ἔχει ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἁμαρτίας ἀφιέ ναι, λέγει· ΜΑΤΘΑΙΟΣ. Ἀμὴν λέγω ὑμῖν, ὅσα ἂν δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα ἐν τῷ οὐρανῷ· καὶ ὅσα ἂν λύσητε ἐπὶ τῆς γῆς, ἔσται λελυμένα ἐν τῷ οὐρανῷ. Πάλιν ἀμὴν λέγω ὑμῖν, ὅτι ἐὰν δύο ὑμῶν συμφωνήσωσιν ἐπὶ τῆς γῆς περὶ παντὸς πράγματος, οὗ ἐὰν