1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

12

σου, μηδὲ γείτονας πλουσίους, μή ποτε καὶ αὐτοί σε ἀντικαλέσωσι, καὶ γένηταί σοι ἀνταπόδομα. Ἀλλ' ὅταν ποιῇς δοχὴν, κάλει πτωχοὺς, ἀναπήρους, χωλοὺς, τυφλοὺς, καὶ μα κάριος ἔσῃ, ὅτι οὐκ ἔχουσιν ἀνταποδοῦναί σοι· ἀνταποδοθήσεται γάρ σοι ἐν τῇ ἀναστάσει τῶν δικαίων. Ὅτι οὐ δεῖ τὴν τοῦ Θεοῦ ἐντολὴν διὰ τὴν πρὸς ἀν θρώπους ἀρέσκειαν, ἢ δι' ἄλλο τι πάθος, ποιεῖν, ἀλλ' ἐν παντὶ σκοπὸν ἔχειν, τῷ Θεῷ ἀρέσαι, καὶ Θεὸν δοξάσαι. Κεφάλ. Βʹ. ΜΑΤΘΑΙΟΣ. Προσέχετε τὴν ἐλεημοσύνην ὑμῶν μὴ ποιεῖν ἔμπροσθεν τῶν ἀνθρώπων, πρὸς τὸ θεαθῆναι αὐτοῖς· εἰ δὲ μήγε, μισθὸν οὐκ ἔχετε παρὰ τῷ Πατρὶ ὑμῶν τῷ ἐν τοῖς οὐρανοῖς. Ὅταν οὖν ποιῇς ἐλεημοσύνην, μὴ σαλπίσῃς ἔμπρο σθεν τῶν ἀνθρώπων, ὥσπερ οἱ ὑποκριταὶ ποιοῦσιν ἐν ταῖς συναγωγαῖς καὶ ἐν ταῖς ῥύμαις, ὅπως δοξασθῶσιν ὑπὸ τῶν ἀνθρώπων. Ἀμὴν λέγω ὑμῖν, ἀπέχουσι τὸν μισθὸν αὐτῶν, καὶ τὰ ἑξῆς. ΠΡΟΣ ΚΟΡ. αʹ. Εἴτε οὖν ἐσθίετε, εἴτε πί νετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖ τε. ΠΡΟΣ ΘΕΣΣ. αʹ. Ἀλλὰ καθὼς δεδοκιμά σμεθα ὑπὸ τοῦ Θεοῦ, πιστευθῆναι τὸ Εὐαγγέλιον, οὕτω λαλοῦμεν, οὐχ ὡς ἀνθρώποις ἀρέσκοντες, ἀλλὰ τῷ Θεῷ τῷ δοκιμάζοντι τὰς καρδίας ἡμῶν. Οὔτε γάρ ποτε ἐν λόγῳ κολακείας ἐγενήθημεν, καθὼς οἴδατε, οὔτε προφάσει πλεονεξίας, Θεὸς μάρτυς· οὔτε ζητοῦντες ἐξ ἀνθρώπων δό ξαν, οὔτε ἀφ' ὑμῶν, οὔτε ἀπ' ἄλλων. 31.732 Ὅτι δεῖ τὰς ἐντολὰς τοῦ Κυρίου μετὰ συνειδήσεως καὶ διαθέσεως ἀγαθῆς πρός τε Θεὸν καὶ ἀνθρώ πους ποιεῖν. Ὁ γὰρ μὴ οὕτω ποιῶν κατακέκρι ται. Κεφάλ. Γʹ. ΜΑΤΘΑΙΟΣ. Οὐαὶ ὑμῖν, γραμματεῖς, καὶ Φαρι σαῖοι ὑποκριταὶ, ὅτι καθαρίζετε τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τῆς παροψίδος, ἔσωθεν δὲ γέμου σιν ἐξ ἁρπαγῆς καὶ ἀκρασίας. Φαρισαῖε τυφλὲ, καθάρισον πρῶτον τὸ ἐντὸς τοῦ ποτηρίου καὶ τῆς παροψίδος, ἵνα γένηται καὶ τὸ ἐκτὸς αὐτοῦ καθαρόν. ΠΡΟΣ ΡΩΜ. Ὁ μεταδιδοὺς ἐν ἁπλό τητι. ΠΡΟΣ ΦΙΛΙΠ. Πάντα ποιεῖτε χωρὶς γογγυ σμῶν καὶ διαλογισμῶν. ΠΡΟΣ ΤΙΜ. αʹ. Τὸ δὲ τέ λος τῆς παραγγελίας ἐστὶν ἀγάπη ἐκ καθαρᾶς καρδίας καὶ συνειδήσεως ἀγαθῆς ... Ἔχων πί στιν καὶ ἀγαθὴν συνείδησιν, ἥν τινες ἀπωσάμε νοι περὶ τὴν πίστιν ἐναυάγησαν. Ὅτι ἀπὸ τῆς περὶ τὰ ἐλάττονα εὐγνωμοσύνης ἡ ἐπὶ τοῖς μείζοσι τῆς ἀνταποδόσεως κρίσις δικαιοῦ ται. Κεφάλ. ∆ʹ. ΜΑΤΘΑΙΟΣ. Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστὲ, ἐπὶ ὀλίγα ἦς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου. Καὶ μετ' ὀλίγα· Τῷ γὰρ ἔχοντι παντὶ δοθήσεται, καὶ πε ρισσευθήσεται· ἀπὸ δὲ τοῦ μὴ ἔχοντος, καὶ ὃ ἔχει, ἀρθήσεται ἀπ' αὐτοῦ. ΛΟΥΚΑΣ. Εἰ οὖν ἐν τῷ ἀδίκῳ μαμμωνᾷ πιστοὶ οὐκ ἐγένεσθε, τὸ ἀλη θινὸν τίς ὑμῖν πιστεύσει, Καὶ εἰ ἐν τῷ ἀλλοτρίῳ πιστοὶ οὐκ ἐγένεσθε, τὸ ὑμέτερον τίς ὑμῖν δώ σει; Ὅτι δεῖ τὰς ἐντολὰς τοῦ Κυρίου μετὰ ἐπιθυμίας ἀκορέστου ποιεῖν, ἀεὶ πρὸς τὸ πλέον ἐπειγόμε νον. Κεφάλ. Εʹ. ΜΑΤΘΑΙΟΣ. Μακάριοι οἱ πεινῶντες καὶ διψῶν τες τὴν δικαιοσύνην. ΠΡΟΣ ΦΙΛΙΠ. Ἐγὼ, ἀδελ φοὶ, ἐμαυτὸν οὔπω λογίζομαι κατειληφέναι Ἓν δὲ, τῶν μὲν ὄπισθεν ἐπιλανθανόμενος, τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος, κατὰ σκοπὸν διώ κω ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως ἐν Χριστῷ Ἰησοῦ. Ὅτι δεῖ τὰς ἐντολὰς τοῦ Θεοῦ οὕτω ποιεῖν, ὥστε, ὅσον ἐπὶ τῷ ποιοῦντι, φωτίζεσθαι τοὺς πάν τας, καὶ τὸν Θεὸν δοξάζεσθαι. Κεφάλ. ʹ. ΜΑΤΘΑΙΟΣ. Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. Οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμέ νη· οὐδὲ καίουσι λύχνον, καὶ τιθέασιν ὑπὸ τὸν μόδιον, ἀλλ' ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ. Οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν 31.733 ἐν τοῖς οὐρανοῖς. ΛΟΥΚΑΣ. Οὐδεὶς δὲ, λύχνον ἅψας, κρύπτει αὐτὸν σκεύει, ἢ ὑποκάτω κλίνης τίθησιν, ἀλλ' ἐπὶ λυχνίας ἐπιτίθησιν, ἵνα οἱ εἰσπορευόμενοι βλέπωσι τὸ φῶς. ΠΡΟΣ ΦΙΛΙΠ. Ἵνα ἦτε εἰλικρινεῖς, καὶ ἀπρόσκοποι εἰς ἡμέραν Χριστοῦ, πεπληρωμένοι καρπῶν δικαιοσύνης, διὰ Ἰησοῦ Χριστοῦ εἰς δόξαν καὶ ἔπαινον Θεοῦ.