1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

53

ΜΑΤΘΑΙΟΣ. Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. ΠΡΟΣ ΦΙΛΙΠΠ. Ἐν οἷς φαίνεσθε ὡς φωστῆρες ἐν κόσμῳ. Ὡς ἅλας ἐν γῇ, ὥστε τοὺς κοινωνοῦντας αὐτοῖς ἀνανεοῦσθαι τῷ πνεύματι πρὸς ἀφθαρσίαν. Κεφάλ. ιʹ. ΜΑΤΘΑΙΟΣ. Ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς. Ὡς λόγον ζωῆς τῇ πρὸς τὰ παρόντα νεκρώσει πιστου μένους τὴν ἐλπίδα τῆς ὄντως ζωῆς. Κεφάλ. ιαʹ. ΠΡΟΣ ΦΙΛΙΠΠ. Ἐν οἷς φαίνεσθε ὡς φωστῆρες ἐν κόσμῳ, λόγον ζωῆς ἐπέχοντες, εἰς καύχημα ἐμοὶ εἰς ἡμέραν Χριστοῦ. Ποταποὺς βούλεται εἶναι ὁ λόγος τοὺς πιστευομέ νους τὸ κήρυγμα τοῦ Εὐαγγελίου· ὡς ἀποστόλους. καὶ ὑπηρέτας Χριστοῦ, καὶ οἰκονόμους πιστοὺς μυστηρίων Θεοῦ, μόνα τὰ διατεταγμένα ὑπὸ τοῦ Κυρίου ἀπαραλείπτως ἔργῳ καὶ λόγῳ πληροῦντας. Κεφάλ. ιβʹ. ΜΑΤΘΑΙΟΣ. Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων. Πορευθέντες μαθητεύ σατε πάντα τὰ ἔθνη. ΠΡΟΣ ΚΟΡ. αʹ. Οὕτως ἡμᾶς λογιζέσθω ἄνθρωπος, ὡς ὑπηρέτας Χριστοῦ, καὶ οἰκονόμους μυστηρίων Θεοῦ· ὃ δὲ λοιπὸν, ζητεῖ ται ἐν τοῖς οἰκονόμοις, ἵνα πιστός τις εὑρεθῇ. Ὡς κήρυκας βασιλείας οὐρανῶν ἐπὶ καταλύσει τοῦ ἔχοντος τὸ κράτος τοῦ θανάτου ἐν τῇ ἁμαρτίᾳ. Κεφάλ. ιγʹ. ΜΑΤΘΑΙΟΣ. Πορευόμενοι δὲ κηρύσσετε λέγον τες· Ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. ΠΡΟΣ ΤΙΜ. βʹ. ∆ιαμαρτύρομαι ἐγὼ ἐνώπιον τοῦ Θεοῦ καὶ Ἰησοῦ Χριστοῦ, τοῦ μέλλοντος κρίνειν ζῶντας καὶ νεκροὺς κατὰ τὴν ἐπιφάνειαν αὐτοῦ καὶ τὴν βασιλείαν αὐτοῦ· κήρυξον τὸν λόγον τοῦ Θεοῦ. Ὡς τύπον ἢ κανόνα τῆς εὐσεβείας εἰς κατόρθωσιν μὲν τῆς ἐν πᾶσιν εὐθύτητος τῶν ἀκολουθούντων τῷ Κυρίῳ, ἔλεγχον δὲ τῆς διαστροφῆς τῶν ἐν οἱῳ δηποτοῦν ἀπειθούντων. Κεφάλ. ιδʹ. ΠΡΟΣ ΦΙΛΙΠΠ. Τὰ μὲν ὀπίσω ἐπιλανθανόμε 31.865 νος, τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος, κατὰ σκο πὸν διώκω ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως Θεοῦ ἐν Χριστῷ Ἰησοῦ. Ὅσοι οὖν τέλειοι, τοῦτο φρονῶμεν· καὶ εἴ τι ἑτέρως φρονεῖτε, καὶ τοῦτο ὁ Θεὸς ὑμῖν ἀποκαλύψει. Πλὴν εἰς ὃ ἐφθάσαμεν τῷ αὐτῷ στοιχεῖν κανόνι, τὸ αὐτὸ φρονεῖν. ΠΡΟΣ ΤΙΜ. αʹ. Τύπος γίνου τῶν πιστῶν ἐν λόγῳ, ἐν ἀναστροφῇ, ἐν ἀγάπῃ, ἐν πίστει, ἐν ἁγνείᾳ. ΠΡΟΣ ΤΙΜ. βʹ. Σπούδασον σεαυτὸν δόκιμον παραστῆσαι τῷ Θεῷ· ἐργάτην ἀνεπαίσχυντον, ὀρθοτομοῦντα τὸν λόγον τῆς ἀληθείας. Ὡς ὀφθαλμὸν ἐν σώματι, διακριτικοὺς μὲν τῶν ἀγα θῶν καὶ τῶν φαύλων, κατευθύνοντας δὲ τὰ μέλη τοῦ Χριστοῦ, πρὸς τὰ ἑκάστῳ ἐπιβάλλοντα Κεφάλ. ιεʹ. ΜΑΤΘΑΙΟΣ. Ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός· ἐὰν οὖν ᾖ ὁ ὀφθαλμός σου ἁπλοῦς, ὅλον τὸ σῶμά σου φωτεινὸν ἔσται. Ὡς ποιμένας προβάτων Χριστοῦ, μηδὲ τὴν ψυχὴν ὑπὲρ αὐτῶν θεῖναι ἐν καιρῷ παραιτουμένους, ὑπὲρ τοῦ μεταδοῦναι αὐτοῖς τὸ Εὐαγγέλιον τοῦ Θεοῦ. Κεφάλ. ιʹ. ΙΩΑΝΝΗΣ. Ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐ τοῦ τίθησιν ὑπὲρ τῶν προβάτων. ΠΡΑΞΕΙΣ. Προσ έχετε οὖν ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ, ἐν ᾧ ὑμᾶς τὸ Πνεῦμα τὸ ἅγιον ἔθετο ἐπισκόπους, ποι μαίνειν τὴν Ἐκκλησίαν τοῦ Θεοῦ. Ὡς ἰατροὺς, ἐν πολλῇ εὐσπλαγχνίᾳ κατ' ἐπιστήμην τῆς τοῦ Κυρίου διδασκαλίας θεραπεύοντας τὰ πάθη τῶν ψυχῶν, εἰς περιποίησιν τῆς ἐν Χριστῷ ὑγείας καὶ διαμονῆς. Κεφάλ. ιζʹ. Κεφάλ. ιζʹ. ΜΑΤΘΑΙΟΣ. Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ' οἱ κακῶς ἔχοντες. ΠΡΟΣ ΡΩΜ. Ὀφείλομεν δὲ ἡμεῖς οἱ δυνατοὶ τὰ ἀσθενήματα τῶν ἀδυνάτων βαστάζειν. Ὡς πατέρας καὶ τροφοὺς ἰδίων τέκνων, ἐν πολλῇ διαθέσει τῆς ἐν Χριστῷ ἀγάπης εὐδοκοῦντας μετα δοῦναι αὐτοῖς οὐ μόνον τὸ Εὐαγγέλιον τοῦ Θεοῦ, ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχάς. Κεφάλ. ιηʹ. ΙΩΑΝΝΗΣ. Τεκνία, ἔτι μικρὸν χρόνον μεθ' ὑμῶν εἰμι. ΠΡΟΣ ΚΟΡ. αʹ. Ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ Εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. ΠΡΟΣ ΘΕΣΣ. αʹ. Ὡς ἐὰν τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα, οὕτως ἱμειρόμενοι ὑμῶν, εὐδοκοῦμεν μεταδοῦναι ὑμῖν οὐ μόνον τὸ Εὐαγγέλιον τοῦ Θεοῦ, ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχὰς, διότι ἀγαπητοὶ ἡμῖν ἐγενήθητε. Ὡς Θεοῦ συνεργοὺς, πρὸς μόνα τὰ ἄξια τοῦ Θεοῦ ἔργα ὅλους ἑαυτοὺς ἀποδεδωκότας ὑπὲρ τῆς Ἐκ κλησίας. 31.868 Κεφάλ. ιθʹ. ΠΡΟΣ ΚΟΡ. αʹ. Θεοῦ γάρ ἐσμεν συνεργοί· Θεοῦ γεώργιον, Θεοῦ οἰκοδομή ἐστε. Ὡς φυτευτὰς κλημάτων Θεοῦ, ἀλλότριον μὲν