1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

19

ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων. Ὅτι δεῖ καὶ τὸ συγκεχωρημένον ὑπὸ τῆς Γραφῆς πρᾶγμα ἢ ῥῆμα παραιτεῖσθαι, ὅταν οἰκοδομῶνται ἄλλοι ἐκ τοῦ ὁμοίου εἰς ἁμαρτίαν· ἢ ἐκκόπτωνται τὴν περὶ τὰ καλὰ προθυμίαν. Κεφάλ. Γʹ. ΠΡΟΣ ΚΟΡ. αʹ. Περὶ τῆς βρώσεως οὖν τῶν εἰδωλοθύτων οἴδαμεν, ὅτι οὐδὲν εἴδωλον ἐν κό σμῳ, καὶ ὅτι οὐδεὶς Θεὸς εἰ μὴ εἷς Καὶ γὰρ εἴπερ εἰσὶ λεγόμενοι θεοὶ, εἴτε ἐν οὐρανῷ εἴτε ἐπὶ τῆς γῆς (ὥσπερ εἰσὶ θεοὶ πολλοὶ καὶ κύριοι πολλοὶ), ἀλλ' ἡμῖν εἷς Θεὸς, ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα, καὶ ἡμεῖς εἰς αὐτόν· καὶ εἷς Κύριος, Ἰησοῦς Χριστὸς, δι' οὗ τὰ πάντα, καὶ ἡμεῖς δι' αὐτοῦ· ἀλλ' οὐκ ἐν πᾶσιν ἡ γνῶσις. Τινὲς δὲ τῇ συνειδήσει ἕως ἄρτι τοῦ εἰδώλου ὡς εἰδωλόθυ τον ἐσθίουσι, καὶ ἡ συνείδησις αὐτῶν ἀσθενὴς οὖσα μολύνεται. Βρῶμα δὲ ἡμᾶς οὐ παρίστησι τῷ Θεῷ. Οὔτε γὰρ ἐὰν φάγωμεν, περισσεύομεν· οὔτε ἐὰν μὴ φάγωμεν, ὑστερούμεθα. Βλέπετε δὲ μήπως ἡ ἐξουσία ὑμῶν αὕτη πρόσκομμα γένη ται τοῖς ἀσθενοῦσιν. Ἐὰν γάρ τις ἴδῃ σὲ, τὸν ἔχοντα γνῶσιν, ἐν εἰδωλείῳ κατακείμενον, οὐχὶ ἡ συνείδησις αὐτοῦ ἀσθενοῦς ὄντος οἰκοδομη θήσεται εἰς τὸ τὰ εἰδωλόθυτα ἐσθίειν; καὶ ἀπόλ λυται ὁ ἀσθενῶν ἐν τῇ σῇ γνώσει ἀδελφὸς, δι' ὃν Χριστὸς ἀπέθανεν; Οὕτω δὲ ἁμαρτάνοντες εἰς τοὺς ἀδελφοὺς, καὶ τύπτοντες αὐτῶν τὴν συν είδησιν ἀσθενοῦσαν, εἰς Χριστὸν ἁμαρτάνετε. ∆ιόπερ εἰ βρῶμα σκανδαλίζει τὸν ἀδελφόν μου, οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελ φόν μου σκανδαλίσω. Μὴ οὐκ ἔχομεν ἐξουσίαν φαγεῖν καὶ πίνειν; Μὴ οὐκ ἔχομεν ἐξουσίαν ἀδελφὴν γυναῖκα περιάγειν, ὡς καὶ οἱ λοιποὶ ἀπόστολοι, καὶ οἱ ἀδελφοὶ τοῦ Κυρίου, καὶ Κηφᾶς; Ἢ μόνος ἐγὼ καὶ Βαρνάβας οὐκ ἔχομεν ἐξουσίαν τοῦ μὴ ἐργάζεσθαι; Τίς στρατεύεται ἰδίοις ὀψωνίοις ποτέ; τίς φυτεύει ἀμπελῶνα, 31.753 καὶ ἐκ τοῦ καρποῦ αὐτοῦ οὐκ ἐσθίει; Ἢ τίς ποιμαίνει ποίμνην, καὶ ἐκ τοῦ γάλακτος τῆς ποί μνης οὐκ ἐσθίει; καὶ τὰ ἑξῆς. Ὅτι, ὑπὲρ τοῦ μὴ σκανδαλίσαι τινὰ, ποιεῖν δεῖ καὶ ὃ μὴ ἐπάναγκες. Κεφάλ. ∆ʹ. ΜΑΤΘΑΙΟΣ. Ἐλθόντων δὲ αὐτῶν εἰς Καπερ ναοὺμ, προσῆλθον οἱ τὰ δίδραχμα λαμβάνοντες τῷ Πέτρῳ, καὶ εἶπον· Ὁ διδάσκαλος ὑμῶν οὐ τελεῖ τὰ δίδραχμα; Λέγει· Ναί. Καὶ ὅτε εἰσῆλ θεν εἰς τὴν οἰκίαν, προέφθασεν αὐτὸν ὁ Ἰησοῦς λέγων· Τί σοι δοκεῖ, Σίμων; Οἱ βασιλεῖς τῆς γῆς ἀπὸ τίνων λαμβάνουσι τέλη, ἢ κῆνσον; Ἀπὸ τῶν υἱῶν αὐτῶν, ἢ ἀπὸ τῶν ἀλλοτρίων; Λέγει αὐτῷ ὁ Πέτρος· Ἀπὸ τῶν ἀλλοτρίων. Λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἄρα γε ἐλεύθεροί εἰσιν οἱ υἱοί. Ἵναδὲ μὴ σκανδαλίσωμεν αὐτοὺς, πορευθεὶς εἰς τὴν θάλασσαν, βάλε ἄγκιστρον, καὶ τὸν ἀναβάντα πρῶτον ἰχθὺν ἆρον· καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ, εὑρήσεις στατῆρα· ἐκεῖνον λαβὼν, δὸς αὐτοῖς ἀντὶ ἐμοῦ καὶ σοῦ. Ὅτι ἐπὶ τοῖς τοῦ Κυρίου θελήμασι, κἂν σκανδαλί ζωνταί τινες, ἀνένδοτον ἐπιδείκνυσθαι δεῖ τὴν παῤ ῥησίαν. Κεφάλ. Εʹ. ΜΑΤΘΑΙΟΣ. Οὐ τὸ εἰσερχόμενον εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὸ ἐκπορευόμενον ἐκ τοῦ στόματος, τοῦτο κοινοῖ τὸν ἄνθρωπον. Τότε προσελθόντες οἱ μαθηταὶ αὐτοῦ, εἶπον αὐτῷ· Οἶδας, ὅτι οἱ Φαρισαῖοι, ἀκούσαντες τὸν λόγον, ἐσκανδαλίσθησαν; Ὁ δὲ, ἀποκριθεὶς, εἶπε· Πᾶσα φυτεία, ἣν οὐκ ἐφύτευσεν ὁ Πατήρ μου ὁ οὐρά νιος, ἐκριζωθήσεται. Ἄφετε αὐτούς· τυφλοί εἰσιν, ὁδηγοὶ τυφλῶν. Τυφλὸς δὲ τυφλὸν ἐὰν ὁδηγῇ, ἀμφότεροι εἰς βόθυνον πεσοῦνται. ΙΩΑΝΝΗΣ. Ἀμὴν, ἀμὴν λέγω ὑμῖν· ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς. Καὶ μετ' ὀλίγα· Ἐκ τούτου πολλοὶ τῶν μαθητῶν αὐ τοῦ ἀπῆλθον εἰς τὰ ὀπίσω, καὶ οὐκέτι μετ' αὐτοῦ περιεπάτουν. Εἶπεν οὖν ὁ Ἰησοῦς τοῖς δώδεκα· Μὴ καὶ ὑμεῖς θέλετε ἀπελθεῖν; ΠΡΟΣ ΚΟΡ. βʹ. Ὅτι Χριστοῦ εὐωδία ἐσμὲν τῷ Θεῷ, ἐν τοῖς σωζομένοις, καὶ ἐν τοῖς ἀπολλυμένοις, οἷς μὲν ὀσμὴ θανάτου εἰς θάνατον, οἷς δὲ ὀσμὴ ζωῆς εἰς ζωήν. Καὶ πρὸς ταῦτα τίς ἱκανός;