1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

54

οὐδὲν τῆς ἀμπέλου, ἥτις ἐστὶν ὁ Χριστὸς, οὔτε μὴν ἄκαρπον ἐναφιέντας· τὰ δὲ οἰκεῖα καὶ καρποφόρα διὰ πάσης ἐπιμελείας βελτιοῦντας. Κεφάλ. κʹ. ΜΑΤΘΑΙΟΣ. Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινὴ, καὶ ὁ Πατήρ μου ὁ γεωργός ἐστι. Πᾶν κλῆμα, ἐν ἐμοὶ μὴ φέρον καρπὸν, αἴρει αὐτὸ, καὶ πᾶν, τὸ καρπὸν φέρον, καθαίρει αὐτὸ, ἵνα πλείονα καρπὸν φέρῃ. ΠΡΟΣ ΚΟΡ. αʹ. Ἐγὼ ἐφύτευσα, Ἀπολλὼς ἐπότισεν· ἀλλ' ὁ Θεὸς ηὔξανεν. Ὡς οἰκοδόμους ναοῦ Θεοῦ, καταρτίζοντας τὴν ἑκάστου ψυχὴν, εἰς τὸ συναρμολογηθῆναι τῷ θεμε λίῳ τῶν ἀποστόλων καὶ προφητῶν. Κεφάλ. καʹ. ΠΡΟΣ ΚΟΡ. αʹ. Κατὰ τὴν χάριν τοῦ Θεοῦ, τὴν δοθεῖσάν μοι, ὡς σοφὸς ἀρχιτέκτων, θεμέλιον τέθεικα· ἄλλος δὲ ἐποικοδομεῖ. Ἕκαστος δὲ βλεπέτω πῶς ἐποικοδομεῖ. Θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός. ΠΡΟΣ ΕΦΕΣ. Ἄρα οὖν οὐκέτι ἐστὲ ξένοι καὶ πάροικοι, ἀλλὰ συμπολῖται τῶν ἁγίων, καὶ οἰκεῖοι τοῦ Θεοῦ, ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ Χριστοῦ Ἰησοῦ, ἐν ᾧ πᾶσα οἰκοδομὴ συναρμολογουμένη αὔξει εἰς ναὸν ἅγιον ἐν Κυρίῳ, ἐν ᾧ καὶ ὑμεῖς συνοικοδομεῖσθε εἰς κατοικητήριον Θεοῦ ἐν Πνεύματι. Κεφάλ. κβʹ. Τί ἴδιον Χριστιανοῦ; Πίστις δι' ἀγάπης ἐνεργουμένη. Τί ἴδιον πίστεως; Ἀδιάκριτος πληροφορία τῆς ἀληθείας τῶν θεοπνεύστων ῥημάτων, οὐδενὶ λογισμῷ, οὔτε ὑπὸ φυσικῆς ἀνάγκης εἰσαγομένῳ, οὔτε πρὸς εὐσέβειαν ἐσχηματισμένῳ, διασαλευομένη. Τί ἴδιον πιστοῦ; Τὸ ἐν τοιαύτῃ πληροφορίᾳ συνδιατίθεσθαι τῇ δυνάμει τῶν εἰρημένων, καὶ μηδὲν τολμᾷν ἀθετεῖν, ἢ ἐπιδιατάσσεσθαι. Εἰ γὰρ πᾶν ὃ οὐκ ἐκ πίστεως, ἁμαρτία ἐστὶν, ὥς φησιν ὁ Ἀπόστολος, ἡ δὲ πίστις ἐξ ἀκοῆς, ἡ δὲ ἀκοὴ διὰ ῥήματος Θεοῦ· πᾶν τὸ ἐκτὸς τῆς θεοπνεύστου Γραφῆς οὐκ ἐκ πίστεως ὂν, ἁμαρτία ἐστίν. Τί ἴδιον τῆς πρὸς Θεὸν ἀγάπης; Τὸ τηρεῖν τὰς ἐντολὰς αὐτοῦ κατὰ σκοπὸν τῆς αὐτοῦ δόξης. Τί ἴδιον τῆς πρὸς τὸν πλησίον ἀγάπης; Τὸ μὴ ζητεῖν τὰ ἑαυτοῦ, ἀλλὰ τὰ τοῦ ἀγαπωμένου πρὸς τὸ συμφέρον τῇ τε ψυχῇ καὶ τῷ σώματι. Τί ἴδιον Χριστιανοῦ; Τὸ διὰ τοῦ βαπτίσματος ἐξ ὕδατος καὶ Πνεύματος γεννηθῆναι ἄνωθεν. Τί ἴδιον τοῦ γεννηθέντος ἐξ ὕδατος; Τὸ, καθὼς ὁ Χριστὸς ἀπέθανε τῇ ἁμαρτίᾳ ἐφάπαξ, οὕτω καὶ αὐτὸν νεκρὸν εἶναι καὶ 31.869 ἀκίνητον πρὸς πᾶσαν ἁμαρτίαν, κατὰ τὸ γεγραμμένον, ὅτι Ὅσοι ἐβαπτίσθημεν εἰς Χριστὸν Ἰησοῦν, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν. Συνετάφημεν οὖν αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον, τοῦτο γινώσκοντες, ὅτι ὁ παλαιὸς ἡμῶν ἄν- θρωπος συνεσταυρώθη, ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας, τοῦ μηκέτι δουλεύειν ἡμᾶς τῇ ἁμαρτίᾳ. Τί ἴδιον τοῦ γεννηθέντος ἐκ Πνεύματος; Τὸ γενέσθαι ἐκεῖνο κατὰ τὸ διδόμενον μέτρον, ὅπερ ἐστὶ τὸ ἐξ οὗ ἐγεννήθη, καθὼς γέγραπται, ὅτι Τὸ γε- γεννημένον ἐκ τῆς σαρκὸς, σάρξ ἐστι· καὶ τὸ γεγεννημένον ἐκ τοῦ πνεύματος, πνεῦμά ἐστιν. Τί ἴδιον τοῦ ἄνωθεν γεννηθέντος; Τὸ ἀπεκδύσασθαι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ καὶ ταῖς ἐπιθυμίαις, καὶ ἐνδύσασθαι τὸν νέον τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ' εἰκόνα τοῦ κτίσαντος αὐτὸν, κατὰ τὸ εἰρημένον, ὅτι Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Τί ἴδιον Χριστιανοῦ; Τὸ καθαρισθῆναι μὲν ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος ἐν τῷ αἵματι τοῦ Χριστοῦ, ἐπιτελεῖν δὲ ἁγιωσύνην ἐν φόβῳ Θεοῦ καὶ ἀγάπῃ τοῦ Χριστοῦ, καὶ μὴ ἔχειν σπῖλον ἢ ῥυτίδα, ἤ τι τῶν τοιούτων, ἀλλ' εἶναι ἅγιον καὶ ἄμωμον, καὶ οὕτως ἐσθίειν τὸ σῶμα τοῦ Χριστοῦ, καὶ πίνειν τὸ αἷμα. Ὁ γὰρ ἐσθίων καὶ πίνων ἀναξίως, κρῖμα ἑαυτῷ ἐσθίει καὶ πίνει. Τί ἴδιον τῶν ἐσθιόντων τὸν ἄρτον, καὶ πινόντων τὸ ποτήριον τοῦ Κυρίου; Τὸ τὴν μνήμην φυλάσσειν διηνεκῆ τοῦ ὑπὲρ ἡμῶν ἀποθανόντος καὶ ἐγερθέντος. Τί ἴδιον τῶν φυλασσόντων τὴν τοιαύτην μνήμην; Τὸ μηκέτι ἑαυτοῖς ζῇν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι. Τί ἴδιον Χριστιανοῦ; Τὸ περισσεύειν αὐτοῦ τὴν δικαιοσύνην ἐν παντὶ, πλέον τῶν γραμματέων καὶ Φαρι- σαίων, κατὰ τὸ μέτρον τῆς κατὰ τὸ Εὐαγγέλιον τοῦ Κυρίου διδασκαλίας. Τί ἴδιον