1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

2

ῥυθμίζειν, τὸ περιέπειν, τὸ ὑπεραποθνήσκειν αὐτῶν· ἃ μάλιστα χαρακτηρίζουσι τὸν ἀληθῆ βασιλέα. Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ. Θεὸς, φησὶν, ὁ ἐνεργῶν, μὴ ἀμφίβαλλε· ὁ καὶ τὴν φύσιν γεγηρακυῖαν καὶ ἀσθενοῦσαν ἐπιῤῥωννὺς, καὶ φύσιν καινοτομῶν, ὅτε βούλεται. Εἶπε Μαριάμ· Ἰδοὺ ἡ δούλη Κυρίου, κ. τ. λ. ∆ούλη εἰμὶ Κυρίου· πίναξ εἰμὶ γραφόμενος· ὃ 24.533 βούλεται ὁ γραφεὺς, γραφέτω· ποιείτω ὃ ἐθέλει ὁ τοῦ παντὸς Κύριος. Φῶς εἰς ἀποκάλυψιν ἐθνῶν. Ὅρα πῶς ἤδη λέγει καὶ τὴν μέλλουσαν ἔσεσθαι τῶν ἐθνῶν σωτηρίαν· τὴν γὰρ τούτου παρουσίαν, φησὶ, τὰ ἔθνη προσδοκᾷ. Πνεῦμα Κυρίου ἐπ' ἐμὲ, οὗ ἕνεκεν ἔχρισέ με. Ὁ μὲν Σωτὴρ, τῶν μακαρισμῶν ἀπαρχόμενος, τοῖς πτωχοῖς τὸν οὐράνιον εὐηγγελίζετο πλοῦτον καὶ τὴν τῶν οὐρανῶν βασιλείαν· Ἡσαΐας δὲ ὁ προφήτης τούτων προλαβὼν ἐμνημόνευσεν, ἐξ αὐτοῦ προσώπου τοῦ Σωτῆρος τὸ μέλλον ὧδε προθεσπίζων· Πνεῦμα Κυρίου ἐπ' ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με. Ἄντικρυς γοῦν ἐσήμανε πτωχοῖς εὐαγγελισμὸν ἀγαθῶν· διὸ ἅμα τε ἐπέφανεν ἀνθρώποις ὁ τῷ ἁγίῳ Πνεύματι κατὰ τὸ ἀνθρώπινον κεχρισμένος· καὶ ἐντεῦθεν ἀπήρχετο τῆς διδασκαλίας, βασιλείαν οὐράνιον δι' αὑτὸν πτωχεύουσιν εὐαγγελιζόμενος. Οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν. Ὅρα γοῦν ἐπὶ τοῦ παρόντος, ἄνωθεν ἀρξαμένους τὰς τοῦ Σωτῆρος διελθεῖν φωνὰς, καὶ παρ' αὐτοῦ τὰς διδασκαλίας ὥσπερ τινὰς νόμους, δι' ὧν ἄν τις τύχοι τῆς οὐρανίου βασιλείας, παραδέξασθαι· καὶ μὴ μέχρι τοῦ μαθεῖν στῆναι, ἀλλὰ καὶ δι' ἔργων χωρῆσαι, ὡς ἂν μὴ ἐκπέσοιεν τῶν ἐπαγγελμάτων· ὅτι οὐκ ἐν λόγῳ ἡ βασιλεία τοῦ Θεοῦ, ἀλλ' ἐν δυνάμει. Μακάριοι οἱ πτωχοὶ, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. Πλὴν τῆς τῶν οὐρανῶν βασιλείας ἐν πολλοῖς ἀγαθῶν τάγμασιν ἐπινοουμένης, κατὰ τὸ, Πολλαὶ μοναὶ παρὰ τῷ Πατρὶ, τὸ πρῶτον, ὡς ἂν εἴποι τις, ἀξίωμα, καὶ ὁ πρῶτος ἀνιόντων βαθμὸς ὁ τῶν διὰ Θεὸν πτωχευόντων τυγχάνει. Εἶεν δ' ἂν οὗτοι οἱ πάντων τῶν τοῦ παρόντος βίου τιμίων κατολιγωρήσαντες, οἱ πτωχεύοντες τῇ μετριοφροσύνῃ, οἱ καὶ εἰς ἄκρον ἐλάσαντες ἀκτημοσύνης διὰ τὴν κατὰ Θεὸν φιλοσοφίαν, τοῦ σωτηρίου μακαρισμοῦ τεύξονται. Τοιούτους δὲ αὐτοὺς τοὺς πρώτους αὐτῷ μαθητεύοντας ἀπειργάσατο· διὸ καὶ εἰς αὐτῶν πρόσωπον κατὰ θάτερον τῶν εὐαγγελιστῶν ἡρμόττετο λέγων· Μακάριοι οἱ πτωχοὶ, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ· τὸ γὰρ ὑμετέρα δεικτικῶς πρὸς παρόντας ἐλέγετο. Εἰς αὐτοὺς δὲ καὶ τοὺς ὀφθαλμοὺς ἐπῆρε, καὶ πρὸ τοῦ λόγου τῷ ἱλαρῷ βλέμματι πρὸς τὴν ἀκρόασιν αὐτοὺς ἐφελκόμενος· οἱ δὲ προθύμως σφᾶς αὐτοὺς ὑπηκόους τοῖς λεγομένοις παρεῖχον. Πρῶτος μὲν οὖν βαθμὸς τῶν σωτηρίων μακαρισμῶν οὗτος ἦν, ὁ συμβασιλεύειν αὐτῷ παριστὰς τοὺς τὴν δι' αὐτὸν πτωχείαν, καὶ τὸν ἄκρως ἀκτήμονα φιλόσοφόν τε καὶ θεοφιλῆ βίον ἀναδεδεγμένους, ἤγουν τοὺς ταπεινόφρονας. ∆εύτεροι οὖν καὶ τρίτοι ἐφεξῆς καταλέγονται παρ' 24.536 αὐτῷ μακαρισμοὶ, καὶ τέταρτοι καὶ ἐφεξῆς. Ἐξεῖναι γὰρ ἐδίδασκε καθ' ἕνα τινὰ τρόπον τῶν κατωνομασμένων βίων καταξιωθῆναι τῶν ἐπηγγελμένων φιλοτιμεῖσθαι· ὥστ' εἶναι δυνατὸν, ἐν τῇ τοῦ Θεοῦ βασιλείᾳ γενομένους, εἰ καὶ μὴ συμβασιλεῦσαι Χριστῷ κατὰ τοὺς πτωχοὺς τῷ πνεύματι, ἀλλὰ γοῦν παρακληθῆναι ἐφ' οἷς τὰ πρὸς θάνατον ἁμαρτήσαντες ἐπένθησαν, μετανοίᾳ καὶ ἐξομολογήσει καὶ βίῳ σώφρονι ἑαυτοὺς ἐπιδεδωκότες· ἢ τῆς ἐπηγγελμένης γῆς τυχεῖν, οἰκήτοράς τε καὶ πολίτας τῆς ἄνω τοῦ Θεοῦ πόλεως γενέσθαι, πράους καὶ ἀνεξικάκους ἀποδειχθέντας· ἢ πεινήσαντας ἐν τῷ παρόντι βίῳ, καὶ διψήσαντας τῆς δικαιοσύνης τυχεῖν αὐτῆς, καὶ κορεσθῆναι κατὰ τὸν ἐπηγγελμένον αἰῶνα, ἐπὰν αὐτῆς καθαρᾶς τῆς οὐσιώδους ἀρετῆς ἀπολαύωσιν, αὐτὴν ὑποστατικὴν ὁρῶντες τὴν τοῦ Θεοῦ δικαιοσύνην, καὶ ὑποστατικὴν ὁρῶντες τὴν τοῦ Θεοῦ δικαιοσύνην, καὶ αὐτὴν τὴν σοφίαν τοῦ Θεοῦ, καὶ τὴν ζωὴν τὴν αἰώνιον, καὶ τὸ ψυχῶν φωτιστικόν· ἃ δὴ πάντα ἐπινοεῖται κατὰ τὰς ἐνυπαρχούσας