1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

7

τετράρχης τὰ γινόμενα ὑπ' αὐτοῦ πάντα. Ἐπὶ τῆς παρουσίας τοῦ Σωτῆρος, λέλυτο μὲν Ἰουδαίοις ἤδη λοιπὸν τὰ τῆς ἐκ προγόνων βασιλείας· λέλυτο δὲ τὰ τῆς αὐτονομίας καὶ ἐλευθερίας, τά τε τῆς ἐνθέσμου ἱερωσύνης. Καὶ οἱ μὲν κατὰ νόμους ἄρχοντες οὐκέτι ἦσαν αὐτοῖς· Ἡρώδης δὲ καὶ οἱ τούτου παῖδες Ἀγρίππας καὶ Ἀρχέλαος, τὸ γένος ἀλλόφυλοι, παρὰ Ῥωμαίων τὴν κατ' αὐτῶν ἦσαν ἀρχὴν ἐγκεχειρισμένοι· διῄρητό τε εἰς τετραρχίαν ἡ χώρα αὐτῶν· τό τε πᾶν ἔθνος ὑπόφορον καθειστήκει Ῥωμαίοις, τὸν κῆνσον κατὰ κεφαλὴν ἐπιτρόπων κατὰ καιροὺς εἰσπραττομένων σὺν χειρὶ στρατιωτικῇ. ∆ιὸ, τῆς τοῦ Θεοῦ βασιλείας τὸ κήρυγμα πρώτοις αὐτοῖς ἐπαγγέλλειν ὁ Σωτὴρ τοῖς αὐτοῦ μαθηταῖς παρακελευσάμενος, ἀπολωλότα πρόβατα οἴκου Ἰσραὴλ αὐτοὺς ὠνόμασε. Ὃς γὰρ ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους, τοῦτον ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται. ∆ιαλαλήσας τὰ εἰρημένα περὶ τοῦ δεῖν καὶ αὐτοὺς μιμητὰς αὐτοῦ γενέσθαι, καὶ μὴ φεύγειν τὸν θάνατον, ἀφειδεῖν δὲ καὶ τῆς ἑαυτῶν ψυχῆς τε καὶ ζωῆς ἕνεκεν τῆς εἰς αὐτὸν ἐλπίδος, ἐπισυνάπτει εὐκαίρως τὰ περὶ τῆς δευτέρας αὐτοῦ θεοφανείας παραδιδοὺς αὐτοῖς μυστήρια. Σφόδρα δὲ ἀκολούθως καὶ ἀναγκαίως ταῦτα ἔλεγε τοῖς μέλλουσιν ὑπὲρ αὐτοῦ διὰ βασάνων χωρεῖν, καὶ μέχρι θανάτου ἀγωνίζεσθαι, τίς ἔσται ὁ καρπὸς τοῦ τοσούτου ἀγῶνος παριστὰς αὐτοῖς. Ἔδει γὰρ τοὺς μέλλοντας ἕπεσθαι αὐτῷ καὶ ὀπίσω αὐτοῦ ἀπιέναι, τόν τε ἴδιον σταυρὸν ἀναλαμβάνειν κατὰ τὴν αὐτοῦ μίμησιν, γνῶναι ἀκριβῶς τί ποτέ ἐστιν οὗτος ὑπὲρ οὗ τὰ τοσαῦτα μέλλουσι πάσχειν. Εὐκαίρως δὲ Υἱὸν ἀνθρώπου ἐν τούτοις τὸν ἐρχόμενον ὠνόμασεν, εἰς ὑπόμνησιν τῆς παρὰ τοῦ ∆ανιὴλ προφητείας, ἥτις ἔλεγε· Καὶ ἰδοὺ Υἱὸς ἀνθρώπου ἐρχόμενος ἦν ἐπὶ τῶν νεφελῶν· καὶ ἕως τοῦ Παλαιοῦ τῶν ἡμερῶν ἔφθασε. Καὶ αὐτῷ ἐδόθη ἡ ἀρχὴ καὶ ἡ τιμὴ καὶ ἡ βασιλεία. Ἀλλ' ὅτε μὲν ὁ Πέτρος Χριστὸν αὐτὸν εἶναι ὡμολόγησε, καὶ Υἱὸν τοῦ Θεοῦ τοῦ ζῶντος, ἀπὸ τότε ἤρξατο δεικνύναι αὐτοῖς, ὅτι δεῖ αὐτὸν πολλὰ παθεῖν καὶ ἀποκτανθῆναι· ὅτε δὲ αὐτὸς καταφρονητικῶς ἔχειν τοῦ θανάτου παρεκελεύετο, ἐδίδαξε δὲ, ὅτι δεῖ αὐτὸν πολλὰ παθεῖν, τότε κατὰ καιρὸν τοὺς περὶ τῆς δευτέρας αὐτοῦ καὶ ἐνδόξου παρουσίας λόγους παρεδίδου· ὡς ἂν εἰδέναι ἔχοιεν, τίς ποτε ἦν ὁ μέλλων τοσαῦτα πάσχειν ὑπὸ Ἰουδαίων, καὶ τίς ἔσται αὐτοῖς ὁ καρπὸς τοῦ ὑπὲρ αὐτοῦ ἀγῶνος. -Καὶ δὴ ταῦτα τοῖς μαθηταῖς διαλεχθεὶς, καὶ τὸ μέγα καὶ λανθάνον μυστήριον τῆς δευτέρας αὐτοῦ θεοφανείας ἐξειπὼν αὐτοῖς, ἵνα μὴ λόγοις μόνον καὶ ψιλαῖς φράσεσι δοκῇ ἐμπιστεύειν, ἀναγκαίως ἐπὶ τὰ ἔργα ἐχώρει, αὐτοῖς ὀφθαλμοῖς δεικνὺς αὐτοῖς τὴν εἰκόνα τῆς θεϊκῆς αὐ 24.549 τοῦ βασιλείας. ∆ιόπερ εἰπὼν, ὅτι ἐπαισχυνθήσεται τὸν ἐπαισχυνθέντα αὐτὸν, ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ Πατρὸς, ἑξῆς ἐπισυνάπτει φάσκων· Λέγω δὲ ὑμῖν ἀληθῶς, εἰσί τινες τῶν ὧδε ἑστώτων, κ. τ. λ. Παραλαβὼν τὸν Πέτρον καὶ Ἰωάννην καὶ Ἰάκωβον. Καὶ ἐν μὲν τῇ μεταμορφώσει τρεῖς μόνοι τὴν δυνάμει ὀφθεῖσαν αὐτοῖς βασιλείαν τῶν οὐρανῶν θεάσασθαι ἠξιώθησαν· ἐν δὲ τῇ συντελείᾳ τοῦ αἰῶνος, ἐπειδὰν μετὰ τῆς δόξης τῆς πατρικῆς ὁ Κύριος ἀφίκηται, οὐκέτι Μωϋσῆς μόνον καὶ Ἠλίας δορυφορήσουσιν αὐτὸν, οὐδὲ τρεῖς μόνοι τῶν μαθητῶν αὐτῷ συνέσονται, ἀλλὰ πάντες προφῆται καὶ πατριάρχαι καὶ δίκαιοι· καὶ οὐκ εἰς ὄρος ὑψηλὸν, ἀλλ' εἰς τὸν οὐρανὸν ἀνάξει τοὺς ἀξίους τῆς αὐτοῦ θεότητος. Τότε δὲ λάμψει ἡ θεότης αὐτοῦ οὐχ ὡς ὁ ἥλιος, ἀλλ' ὑπὲρ πᾶν ἐπινοούμενον ἔν τε αἰσθητοῖς καὶ ἐν νοητοῖς γεννητὸν φῶς· ἐπείπερ ἐστὶν αὐτὸς τὸ φῶς τὸ φωτίζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον· ὅτε καὶ δείξει αὐτοῦ τὸ πρόσωπον· οὐ γὰρ ὡς πάλαι τῷ Μωϋσεῖ ποτε ἔλεγεν, ὅτι Τὰ ὀπίσω μου ὄψει, τὸ δὲ πρόσωπόν μου οὐκ ὀφθήσεταί σοι, οὕτω καὶ τότε ποιήσει· ἀλλ' οὕτως ἑαυτὸν παρέξει τοῖς ἁγίοις, ὡς δύνασθαι πάντας λέγειν· Ἡμεῖς δὲ, ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν. Καὶ τότε