1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

15

οὐ πολὺν χρόνον ὀφθαλμοῖς ὁρᾶσθαι τῶν ἔργων τὰ ἀποτελέσματα. Καθ' ὅλης οὖν ἐξ ἐκείνου τῆς τῶν ἀνθρώπων οἰκουμένης ἐκ μὲν ἁπάντων τῶν ἐθνῶν τὰ τῆς τοῦ Θεοῦ βασιλείας σύμβολα διὰ τῶν Ἐκκλησιῶν αὐτοῦ ἐθεωρεῖτο, μυρίων ἐν αὐταῖς κατὰ τὸ σωτήριον Εὐαγγέλιον βιούντων, τοῖς τε παλαιοῖς προφήταις καὶ αὐτῷ γε τῷ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ τῷ Ἰακὼβ ὁμοίωςθεοσεβεῖν φιλοτιμουμένων· ἐπεὶ κἀκεῖνοι, προλαβόντες τοῖς χρόνοις τοὺς Μωϋσέως νόμους, τῷ κατὰ τὸ Εὐαγγέλιον βίῳ τε καὶ τρόπῳ διέλαμψαν, τῆς μὲν ἐκ πατέρων ἡκούσης εἰς αὐτοὺς πολυθέου πλάνης κατεγνωκότες, τοῦ δ' ἐπὶ πάντων Θεοῦ τὴν γνῶσιν ἀνειληφότες. ∆ιὸ δὴ τῶν ἐθνῶν οἱ πολλοὶ ἀπ' ἀνατολῶν καὶ δυσμῶν ἥξειν εἴρηνται, καὶ ἰσότιμοι γενήσεσθαι τοῖς ἀμφὶ τὸν Ἀβραὰμ μακαρίοις ἀνδράσι διὰ τὴν ἴσην ἐκείνοις ζωήν· οἱ δ' αὐτῶν ἐκείνων ἀπόγονοί τε καὶ διάδοχοι, υἱοὶ τῆς βασιλείας διὰ τοὺς προπάτορας ὠνομασμένοι· δυνάμει γὰρ καὶ αὐτοῖς μετουσία ἦν ὁμοίως τοῖς προπάτορσι τῆς οὐρανίου βασιλείας· ὅπως ἀπόβλητοι τῶν ἐπαγγελιῶν γεγόνασι, δεῖγμα ἐναργὲς τῆς πόλεως ἡ ἐρημία, τοῦ ἱεροῦ ἡ πολιορκία, καὶ αὐτῶν ἡ εἰς πάντα τὰ ἔθνη διασπορὰ, καὶ ἡ ὑπὸ τοῖς ἐχθροῖς δουλεία, καὶ ἐπὶ τούτοις ἡ στέρησις τῆς κατὰ τὰ νόμιμα αὐτῶν θρησκείας, τοῦ τε Χριστοῦ ἡ ἀγνωσία, καὶ τῶν εὐαγγελικῶν μαθημάτων ἡ ἀπαλλοτρίωσις· ταῦτα γὰρ ἅπαντα σημεῖα ἐμφανῆ εἴη ἂν τοῦ διαλαβόντος αὐτοὺς σκότους, ᾧ περιπεπτώκασι διὰ τὴν τοῦ σωτηρίου φωτὸς ἐναντίωσιν. ∆ι' οὗ δοκεῖ μοι τὸ γνώρισμα τῆς βασιλείας αὐτῆς ὑποφαίνειν, ὅτι δὴ βασιλέως ἐντετυπωμένην εἰκόνα τοῦ δηναρίου τὸ χάραγμα σημαίνει. Ἐπειδὴ τοίνυν πάντας τοὺς ἐπὶ τὸν ἀμπελῶνα καὶ τὸ τῆς θεοσεβείας πολίτευμα παρελθόντας, μιᾶς τε καὶ τῆς αὐτῆς ἐργασίας ἁψαμένους, τῆς αὐτῆς βασιλείας μετασχεῖν ἦν δίκαιον, τούτου χάριν εἰκότως τοῖς πᾶσι τῆς βασιλείας τὸ σύμβολον τὸ δηνάριον ἀποδίδωσιν, ὧν οἱ μὲν ἐν νεότητι ἐκλήθησαν, οἱ δὲ περὶ τὸν μέσον τῆς ἀνθρώπου ζωῆς χρόνον, οἱ δὲ τὸν ἄνδρα τέλειον ἤδη καὶ ὑπερβεβηκότα ἀνειληφότες, οἱ δὲ κατὰ τὸν πρεσβύτην αὐτὸν γηραλέοι λοιπὸν καὶ περὶ δυσμὰς ἔχοντες τοῦ βίου. Εἴποι δ' ἄν τις καὶ ἑτέρως ἐξηγούμενος ἐφαρμόττειν τὰ διὰ τῆς παραβολῆς δηλούμενα τοῖς ἀνέκαθεν ἐκ πρώτης τοῦ βίου στάσεως μέχρι συντελείας καταξιουμένοις τῆς ἐνθέου κλήσεως· ὥσπερ ἅμα πρωῒ κεκλῆσθαι λέγειν ἐπὶ τὴν θεοσεβείας ἐργασίαν τοὺς κατὰ τὴν ἀρχὴν τοῦ βίου πρώτους δικαιωθέντας· δευτέρους δὲ τοὺς ἀμφὶ τὸν Ἐνὼχ καὶ Νῶε· 24.572 τοὺς περὶ τὴν τρίτην τοὺς ἀμφὶ τὸν Ἀβραάμ· τοὺς δὲ περὶ τὴν ἕκτην τοὺς ἀμφὶ τὸν Μωϋσέα καὶ Ἰησοῦν καὶ κριτάς· τοὺς δὲ περὶ τὴν ἐννάτην τοὺς ἐν τοῖς χρόνοις τῶν προφητῶν· τοὺς δὲ περὶ τὴν ἑνδεκάτην, τοὺς μετὰ τὴν σωτήριον θεοφάνειαν· οὓς δὴ πάντας καταξιωθήσεσθαι ἑνὸς καὶ τοῦ αὐτοῦ μισθοῦ τοῦ κατὰ τὸ δηνάριον δεδηλωμένου, ὅπερ εἰς τὴν τοῦ Θεοῦ βασιλείαν ἀνεφέρετο. Οὐ μή με ἴδητε ἕως ἂν ἥξῃ ὅτε εἴπητε· Εὐλογη μένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Αὐτοὶ γὰρ ἐκεῖνοι, οἷς τότε παρὼν παροῦσι διελέγετο θεώμενοι αὐτὸν μετὰ τῆς ἐνθέου δόξης, καὶ σὺν ἀγγέλων δορυφορίᾳ ἐρχόμενον ἐξ οὐρανῶν, ὁμολογεῖν ἀναγκασθήσονται αὐτὸν εἶναι τὸν εὐλογημένον τὸν ἐρχόμενον ἐν ὀνόματι Κυρίου τοῦ ἑαυτοῦ Πατρός. Ἄνθρωπός τις ἐποίησε δεῖπνον μέγα, καὶ ἐκάλεσε πολλούς. Ἀλλοτρία αὕτη ἡ παραβολὴ πρὸς τὴν παρὰ τῷ Ματθαίῳ. Ἐκεῖ μὲν γὰρ βασιλεὺς, καὶ γάμοι υἱοῦ βασιλέως, καὶ κλήτορες πολλοὶ, καὶ οἱ κληθέντες οὐκ ἀπῆλθον, ἀλλὰ καὶ τοὺς δούλους ὕβρισαν καὶ ἀπέκτειναν, καὶ στράτευμα κινούμενον κατὰ τῶν ἀνῃρηκότων τοὺς δούλους, καὶ ὁ διὰ τὴν ῥυπαρὰν ἐσθῆτα ἐκβαλλόμενος τοῦ γάμου· ὧδε δὲ ἄνθρωπος εἰσάγεται ψιλὸς, καὶ δεῖπνον ἁπλῶς, καὶ εἷς ἐπὶ τὴν κλῆσιν ἐκπέμπεται, καὶ οἱ κληθέντες παραιτοῦνται μόνον τὴν κλῆσιν, ἀσχολίαν σκηπτόμενοι. Τὸ δὲ κεφαλαιωδέστερον, ὅτι ἐκείνη μὲν ἐν τῷ ἱερῷ λέλεκτο πρὸς τοὺς ἀρχιερεῖς καὶ πρεσβυτέρους τοῦ λαοῦ, αὕτη δ' ἐπὶ τῆς Γαλιλαίας ἐν οἰκίᾳ τινὸς ἄρχοντος