1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

14

τῆς ἐν αὐτοῖς ἐμπνεύσεως. Καὶ δὴ νέος ἄρτος καὶ πνευματικὸς γενόμενοι, κατὰ τὸν Ἀπόστολον, ὅς φησιν, Εἷς ἄρτος καὶ ἓν σῶμά ἐσμεν οἱ πολλοὶ, εἰκόνα καὶ ὁμοίωσιν ἀναληψόμεθα τοῦ ζωοποιοῦ τῶν ὅλων ἄρτου, ὃς ἐκ τοῦ οὐρανοῦ καταβέβηκεν, ἑαυτῷ παραπλησίους καὶ ἡμᾶς ἀπεργασάμενος. Εὖ δὲ γυναικὶ ἀφωμοίωσε τὴν σοφίαν τοῦ Θεοῦ ἐν τούτοις· Χριστὸς δέ ἐστιν ἡ τοῦ Θεοῦ δύναμις καὶ Θεοῦ σοφία καταλλήλως τῷ τῆς ζύμης ὑποδείγματι. Ὥσπερ γὰρ ἐπὶ τῆς παραβολῆς τοῦ σπόρου γεωργίου πρόσωπον καὶ σπορέως εἰσῆγεν, οὐκ ἂν εὐλόγως ἐν ἐκείνοις μνημονευθείσης γυ 24.568 ναικὸς, οὕτω κἀνταῦθα ἐπὶ ζύμης φυρομένης εἰς ἀλεύρου σάτα τρία οἰκειότατα ἡ παραβολὴ γυναικὶ ἀρτοποιουμένῃ τὸν ἐν ἐκείνοις ὠνομασμένον σπορέα ἀπείκασεν. Κατὰ μέντοι τὸν Ματθαῖον κεκρυμμένην ζύμην τὴν βασιλείαν τῶν οὐρανῶν προειπὼν, δι' ἧς ἐδήλου τὴν ἐπιχορηγίαν τοῦ ἁγίου Πνεύματος, καὶ τὴν ὠφέλειαν τὴν ἀπὸ τοῦ εὐαγγελικοῦ λόγου, διὰ τῆς ἑξῆς παραβολῆς τὴν αὐτὴν βασιλείαν ἐοικέναι φησὶ θησαυρῷ. Εἴη δ' ἂν θησαυρὸς μέγας ὁ κατὰ τὰς οὐρανίους ἐπαγγελίας τοῖς ἀξίοις τεταμιευμένος, ὃν ὁ ὀφθαλμὸς οὐκ εἶδεν, ὃς τοὺς πολλοὺς λανθάνει. Ὁ δὲ τοῦτον νοήσας, ὡς τὸ κατ' εἰκόνα τοῦ Θεοῦ σώζων ἐν ἑαυτῷ, χαρᾶς ἔμπλεως γεγονὼς, ὡς ἂν τὸ τέλειον τῶν ἀγαθῶν εὑρηκὼς, τὰ λοιπὰ πάντα δεύτερα τίθεται, καὶ τοῦτον ἀντιλαμβάνει. Καταλλήλως δὲ θησαυρὸν καὶ ἀγρὸν εἰπὼν, ἄνθρωπον αὐτῷ συνῆψε τὸν εὑρηκότα· οὕτω δηλώσας τὸν ἐν ἀνθρώπῳ θεοφιλῆ νοῦν. Ἡ μὲν οὖν ῥηθεῖσα αὕτη παραβολὴ διὰ τοῦ θησαυροῦ τοῦ κεκρυμμένου τὰς οὐρανίας ἐπαγγελίας ἐδήλου τὰς ὑπερβεβηκυίας, πολλαὶ γὰρ μοναὶ παρὰ τῷ Πατρὶ, καὶ τὸν ἐν Θεῷ πλοῦτον, θησαυρὸν ὄντα παντὸς ἀγαθοῦ. Ἡ δὲ μετὰ ταύτην διὰ τοῦ μαργαρίτου αἰνίττεσθαί μοι δοκεῖ τὸ τιμιώτερον τοῦ δηλωθέντος πλούτου. Εἴη δ' ἂν ἡ θεότης αὐτὴ τοῦ Μονογενοῦς, ἡ πάντων τῶν ἐν τῷ ἀποδοθέντι θησαυρῷ τεταμιευμένων τιμιωτέρα, ἣν ὁ κτησάμενος τῆς ἀνωτάτω μακαριότητος ἠξίωται. Μαργαρίτης δὲ ὠνόμασται εἰκότως ὁ σαρκωθεὶς Θεὸς Λόγος· ἐπεὶ καὶ ὁ μαργαρίτης τοιοῦτος, ἐν σαρκὶ μὲν καὶ ἐν ὀστρέῳ καὶ ἐν ὑγροῖς γεννώμενος, τίμιον δέ τι χρῆμα, καὶ πάντων τῶν ἐν ὑγροῖς σωμάτων τιμαλφέστερον· ἔοικε γοῦν εἶναι τῇ φύσει σῶμα ὑγρὸν, διαυγὲς, θεοειδὲς, φωτὸς καὶ πνεύματος γέμον. Εἴη δ' ἂν καὶ σαρκωθεὶς Λόγος τοιοῦτος, φῶς νοερὸν διὰ θνητοῦ καὶ ὑγροῦ σώματος ἐκλάμψαν. Πολλῶν γε μὴν καὶ ἄλλων μαργαριτῶν ὄντων ἁγίων καὶ θεοφιλῶν, προφητῶν τε καὶ δικαίων ἀνδρῶν, καὶ αὐτῶν ἐν σαρκὶ πεπιλημένων διὰ τὸν ἔνσαρκον τῶν ἀνθρώπων βίον, οὐδεὶς ἕτερος ἢ μόνος εἷς οὗτος ἀληθῶς μονογενὴς καὶ πολυφεγγὴς καὶ πολύτιμος εὕρηται· ὡς καὶ Ἡσαΐαν θεσπίσαι περὶ αὐτοῦ καὶ εἰπεῖν· Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον πολυτελῆ, ἐκλεκτὸν, ἀκρογωνιαῖον, ἔντιμον· καὶ ὁ πιστεύων εἰς αὐτὸν οὐ καταισχυνθήσεται. Ὁ δὴ οὖν μέλλων τῆς βασιλείας τῶν οὐρανῶν καταξιοῦσθαι προσφυῶς παραβέβληται ἐμπόρῳ ἀνδρὶ φιλοκάλῳ τινὶ καὶ φιλομαθεῖ καὶ ποικίλων δοκιμαστῇ λόγων, ὃς περιιὼν πολλοὺς μὲν ἀνεῦρε μαργαρίτας, παντοίους ἐν ἀνθρώποις ἁγίους· τέλος δὲ τὸν πολύτιμον εὑρὼν, ὃν ὁ Λόγος παρεστήσατο, πάντων τῶν πρότερον αὐτῷ πεπορισμένων τοῦτον ἀντικατηλλάξατο, ταυτὸν τῷ προτέρῳ πράξας πάντα ὅσα εἶχε πωλήσας, καὶ ἀγοράσας τὸν ἀγρὸν ἐκεῖνον. Καὶ τοῦτ' ἂν εἴη τέλος τῆς ἄκρας μακαριότητος, τὸ κατακοσμηθῆναι τῷ πολυτιμήτῳ μαργαρίτῃ, δηλαδὴ τῷ φωτὶ τῆς θεότητος τοῦ μονογενοῦς Λόγου· ἀρχὴ μὲν γὰρ ἦν ὁ σπόρος· εἶτ' ἐπίδοσις τῆς τοῦ σίτου καρ 24.569 ποφορίας· καὶ τρίτον ἡ ἀπὸ τῶν ζιζανίων διάκρισις· τέταρτον ἡ ἐπὶ μέγα δένδρον τοῦ σπόρου φυή· πέμπτον ἡ διὰ τοῦ ἁγίου Πνεύματος ζύμωσις· ἕκτον ὁ θησαυρὸς τῶν οὐρανίων ἐπαγγελιῶν· ἕβδομον ἡ αὐτοῦ κτῆσις τοῦ Θεοῦ Λόγου, ἐν ᾧ πᾶς κατακοσμεῖται ὁ τῆς βασιλείας τῶν οὐρανῶν ἄξιος. Ταῦτα δὲ πρὸ τῶν ἔργων ἀνεφωνεῖτο· προλέγοντος τὰ μέλλοντα ἔσεσθαι τοῦ Σωτῆρος, ἃ δὴ καὶ τέλους οὐκ εἰς μακρὸν ἐτύγχανε, ὥστε μετ'