1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

20

καὶ παρακαλούμενοι οὐ συγχωροῦμεν τὰ εἰς ἡμᾶς ἐπταισμένα, μὴ ἐπιμετροῦντες τὰ ἴσα οἷς παρὰ Θεοῦ τετυχήκαμεν τοῖς ἡμετέροις οἰκέταις. Εὐλόγως οὖν ἀγανάκτησις καθ' ἡμῶν ἐξενεχθήσεται· καὶ ὁ τὴν πᾶσαν ἡμῖν ὀφειλὴν ἀφεὶς ∆εσπότης οὐκέτ' ἀφήσει ἡμῖν· ἀλλ' ᾧ μέτρῳ μεμετρήκαμεν ἀσυμπαθεῖ καὶ ἀνελεεῖ καὶ ἀποτόμῳ, ἐπιμετρήσει ἡμῖν· καὶ τὸν ἐξ ἡμῶν κατὰ τῶν ἡμετέρων συνδούλων ὅρον καθ' ἡμῶν ἐπαρτήσει. Ἐφεύ 24.584 ροι δέ τις ἑαυτῷ μέθοδον ἀγαθῆς ἀποφάσεως τῆς ἐπὶ τοῦ δικαιωτηρίου ἐξενεχθησομένης, εἰ προλαβὼν γένοιτο φιλάνθρωπος καὶ τῶν εἰς αὐτὸν ἁμαρτανομένων συγχωρητικός. Καὶ ἐροῦσιν ὑμῖν· Ἰδοὺ ὧδε, ἢ ἰδοὺ ἐκεῖ. Ταῦτα κατὰ μὲν τὸν Ματθαῖον ἐλέγετο περὶ τῆς ἐρημώσεως Ἱερουσαλήμ· διὸ καὶ προσέκειτο· Τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη· ἐνταῦθα δὲ περὶ τῶν καιρῶν τοῦ Ἀντιχρίστου προλέγει· διὸ οὐ πρόσκειται τοῦτο. Πρῶτον δεῖ αὐτὸν πολλὰ παθεῖν Αἰνίττεται δὲ καὶ ἐν τούτοις τήν ποτε γενησομένην ἀποστασίαν εἰπών· Πρῶτον δὲ δεῖ αὐτὸν πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῆς γενεᾶς ταύτης, δηλονότι τῆς τῶν ἀνθρώπων· ἀποβληθῆναι γὰρ καὶ ἀποδοκιμασθῆναι τὸν περὶ αὐτοῦ λόγον, πολλά τε παθεῖν τὸν αὐτοῦ λαὸν, ἐθέσπισεν· εἴτε ἐν τοῖς μετὰ ταῦτα διωγμοῖς, καθ' οὓς μυρία πέπονθεν αὐτός τε βλασφημούμενος ὁ Σωτὴρ παρὰ τοῖς ἀνθρώποις, ἤ τε Ἐκκλησία αὐτοῦ καὶ ὁ λόγος ἐλαυνόμενος καὶ πολεμούμενος· εἴτε πρὸς τῷ πάντων τέλει, καθ' ὃ ἀποδοκιμασθήσεται πάμπαν ἀποβληθεὶς ἀπὸ τῆς τῶν ἀνθρώπων γενεᾶς. Καὶ καθὼς ἐγένετο ἐν ταῖς ἡμέραις τοῦ Νῶε, κ. τ. λ. Οὕτω τοίνυν, ὡς εἴρηται, ἐκβληθέντος διὰ τὴν ἀποστασίαν τοῦ λόγου τοῦ εὐαγγελικοῦ, κατὰ τὴν ὁμοίωσιν τῶν ἐπὶ τοῦ κατακλυσμοῦ συμβεβηκότων, ὁ κατὰ τῶν ἀσεβῶν ὄλεθρος ἐπιστήσεται, φησί. Ἀλλ' ὡς τότε πάντας μὲν ἀπώλεσεν, οὐ μὴν καὶ τοὺς συνηγμένους ἅμα τῷ Νῶε ἐν τῇ κιβωτῷ, οὕτω καὶ ἐπὶ τῆς αὐτοῦ παρουσίας οἱ μὲν ἀσεβεῖς κατὰ τὸν καιρὸν τῆς ἀποστασίας τρυφαῖς καὶ μέθαις καὶ γάμοις καὶ ταῖς τοῦ βίου ἡδοναῖς κατατριβόμενοι ὁμοίως τοῖς ἐπὶ τοῦ Νῶε κατακλυσθέντες ἀπολοῦνται. Ὑπὲρ δὲ τοῦ μή τινα νομίσαι δι' ὕδατος καὶ τούτους κατακλυσθήσεσθαι, ἀναγκαίως τῷ ἐπὶ τοῦ Λὼτ κέχρηται παραδείγματι, Καθὼς ἐγένετο, λέγων, ἐν ταῖς ἡμέραις Λὼτ, ἤσθιον, ἔπινον, καὶ τὰ ἑξῆς· Ἧ δὲ ἡμέρα ἐξῆλθε Λὼτ ἀπὸ Σοδόμων ἔβρεξε πῦρ ἀπ' οὐρανοῦ καὶ ἀπώλεσε πάντας. Κατὰ τὰ αὐτὰ ἔσται ᾗ ἡμέρᾳ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἀποκαλύπτεται· σφόδρα ἀποῤῥήτως καὶ φοβερῶς διδάσκων ὅτι πυρὶ καὶ θείῳ ἀπ' οὐρανοῦ καταπεμπομένῳ τοὺς ἀσεβεῖς πάντας ἡ ὀργὴ μετελεύσεται· διὸ τοῖς μὲν ἡμέραν ταύτην ἐπιστῆναι εὐχομένοις ἀσεβέσιν ἡ προφητικὴ φωνὴ ἐπανατείνεται λέγουσα· Οὐαὶ οἱ ἐπιθυμοῦντες τὴν ἡμέραν Κυρίου! Ἵνα τί; Ὑμῖν αὕτη ἔσται σκότος, καὶ οὐ φῶς, ἡμέρα σκότους καὶ γνόφου, ἡμέρα ταλαιπωρίας καὶ ἀφανισμοῦ. Σφόδρα δὲ ἀκριβῶς καὶ ἐνταῦθα ἐτήρησεν ὁ Σωτὴρ οὐ πρότερον τὸ πῦρ εἰπὼν ἀπ' οὐρανοῦ καὶ τὸ θεῖον κατεληλυθέναι ἐπὶ τοὺς ἐν Σοδόμοις ἀσεβεῖς, ἢ τὸν Λὼτ ἐξελθεῖν, καὶ χωρισθῆναι ἐξ αὐτῶν. Οὕτω καὶ ἐπὶ τοῦ κατακλυσμοῦ οὐ πρότερον ἐπῆλθεν οὗτος καὶ πάντας ἀπώλεσε τοὺς κατὰ γῆν οἰκοῦντας, ἢ τὸν Νῶε εἰσελθεῖν εἰς τὴν κιβωτόν. Κατὰ τὰ αὐτὰ τοίνυν καὶ ἐπὶ 24.585 τῆς συντελείας οὐ πρότερον ἔσεσθαι τὸν κατακλυσμὸν τῆς ἀπωλείας τῶν ἀσεβῶν φησιν, ἢ συναχθῆναι εἰς τὴν ἐπουράνιον τοῦ Θεοῦ κιβωτὸν, καὶ διασωθῆναι τοὺς τότε εὑρεθησομένους τοῦ Θεοῦ ἀνθρώπους, κατὰ τὸ παράδειγμα τὸ ἐπὶ τοῦ Νῶε· οἷς καὶ λεχθήσεται κατὰ καιρὸν τὸ προφητικὸν ἐκεῖνο· Βάδιζε, λαός μου, εἴσελθε εἰς τὸ ταμεῖόν σου, καὶ τὰ ἑξῆς, ἕως οὗ παρέλθοι ἡ ὀργὴ Κυρίου· ὥσπερ καὶ ἐπὶ τοῦ Λὼτ ἐποίησεν, ἵνα μὴ οἱ δίκαιοι συναπόλωνται τοῖς ἀσεβέσιν· οὕτως καὶ ἐπὶ τῆς συντελείας τοῦ αἰῶνος οὐ πρότερον αὕτη ἔσται, ἢ πάντας τοὺς ἐπὶ γῆς δικαίους καὶ θεοσεβεῖς ἀφορισθῆναι τῶν ἀσεβῶν, καὶ συναχθῆναι εἰς τὴν ἐπουράνιον τοῦ Θεοῦ κιβωτόν· οὕτω γὰρ μηκέτι μηδενὸς δικαίου ἐν ἀνθρώποις εὑρισκομένου, πάντων δὲ ἀθέων ἀσεβῶν τῶν ὑπὸ τοῦ