1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

25

εἰσελεύσεται ἢ εἰς τὸν νέον αἰῶνα καὶ τὴν καινὴν οἰκουμένην; Καὶ δὴ τῶν δυνάμεων τῶν ἀφανῶν καὶ ἀσωμάτων, δι' ὧν ὁ σύμπας οὐρανὸς διοικεῖται, τῆς ἐξ αἰῶνος στάσεως παρακινηθεισῶν, καὶ αὐτὸς ὁ σύμπας οὐρανὸς ἥλιός τε καὶ σελήνη, καὶ ἀστέρες παρελεύσονται, ἀνοιγομένου τοῦ οὐρανοῦ, καὶ τῶν ἐξ αἰῶνος κεκλεισμένων αὐτοῦ πυλῶν ἀναπεταννυμένων, ὡς ἂν ὀφθεῖεν τὰ ὑπουράνια, καὶ ἡ ἐξ αἰῶνος τοῦ Θεοῦ βασιλεία φανηθείη τοῖς πᾶσιν· ἢν 24.597 δὴ καὶ προσεύχεσθαι ᾗ τάχος ἐπιστῆναι, αὐτὸς ὁ Σωτὴρ ἐδίδαξε, λέγειν ἐν τῇ προσευχῇ παρακελευόμενος· Ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς· οὕτω τε τῶν φθαρτῶν καὶ σωματικῶν παρελθόντων, τὰ νοητὰ καὶ οὐράνια ἐπιστήσεται· ὅτε καὶ ἡ ἀσάλευτος βασιλεία τοῦ μηκέτι παρελευσομένου αἰῶνος καθηγήσεται, καινός τε καὶ νέος οὐρανὸς, γῆ τε καινὴ συστήσεται κατὰ τὸν φήσαντα προφήτην· Ἔσται οὐρανὸς καινὸς καὶ ἡ γῆ καινὴ, ἃ ἐγὼ ποιῶ μένειν ἐνώπιόν μου, λέγει Κύριος. Αἱ γὰρ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται. Αἱ τὸν πρότερον αἰῶνα διακονησάμεναι δυνάμεις ἐν τῇ συστάσει τοῦ προτέρου κόσμου, τοῖς τε αἰσθητοῖς μέρεσι τοῦ παντὸς ἐπιστατήσασαι, τότε δὴ σαλευθήσονται, ὡς ἂν κρείττονος τύχοιεν στάσεως. Τέως μὲν γὰρ δουλεύουσι φθαρτοῖς σώμασι διακονούμεναι, κατὰ δὲ τὸν νέον αἰῶνα ἐλευθερωθήσονται καὶ αὐταὶ ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ. Ἐπὶ μὲν γὰρ τοῦ παρόντος στενάζει ἡ κτίσις τῇ φθορᾷ τῶν αἰσθητῶν σωμάτων δουλεύουσα, καὶ τὴν οἰκείαν στάσιν φυλάττουσα, ἐν ᾗ κατέστησεν αὐτὴν ὁ τοῦ παντὸς Κύριος· τότε δὲ, κατὰ τὴν σωτήριον θεοφάνειαν ἐλευθερωθεῖσα τῆς νῦν στάσεως, ἐπὶ τὰ κρείττω μεταβήσεται. Ἀρχομένων δὲ τούτων γίνεσθαι, ἀνακύψατε καὶ ἐπάρατε τὰς κεφαλὰς ὑμῶν. Λέγει δὲ ταῦτα πρὸς τοὺς μαθητὰς, οὐχ ὡς μέλλοντας αὐτοὺς ζήσεσθαι, καὶ παραμένειν τῷ βίῳ μέχρι τῆς συντελείας, ἀλλ' ὡς ἑνὸς ὄντος σώματος αὐτῶν τε καὶ ἡμῶν, τῶν τε μετὰ ταῦτα μέχρι τῆς συντελείας εἰς αὐτὸν πεπιστευκότων, καὶ δι' αὐτὸν κατὰ τὸν παρόντα βίον τεταπεινωμένων. Τότε γοῦν ἀπολαβόντες τὰς ἐπαγγελίας ἐφ' αἷς ἠλπίζομεν, ἀνακύψομεν οἱ τότε συγκεκυφότες, καὶ ἐπαροῦμεν τὰς κεφαλὰς ἡμῶν οἱ πάλαι τεταπεινωμένοι. Ἡ γὰρ ἀπολύτρωσις ἡμῶν ἡ προσδοκωμένη αὐτὴ ἐκείνη ἔσται, ἣν καὶ ἡ πᾶσα κτίσις προσδοκᾷ κατὰ τὴν ἀποστολικὴν διδασκαλίαν, ἣν καὶ Παῦλος ἀπεκδεχόμενος στενάζει ταῖς σωτηρίοις φωναῖς δουλεύων. Πότε δὲ ἐγγίζει ἡ ἀπολύτρωσις, ἀκριβῶς ἐδίδαξεν εἰπὼν, ὅτι τούτων ἀρχομένων γίνεσθαι. Μὴ γὰρ ἀρχομένων, ἀλλ' ἤδη εἰς ἔργα χωρούντων τῶν λεγομένων, οὐκέτι ἐγγίζειν εἰκὸς τὴν ἀπολύτρωσιν, ἀλλ' ἔργοις ἐπιτελεῖσθαι. Ὁ δὲ θεῖος Ἀπόστολος καὶ ὅλης αὐτῆς τῆς κτίσεως ἀπολύτρωσιν καὶ ἐλευθερίαν τότε γενήσεσθαι διδάσκει, διὰ τὸν μέλλοντα καὶ αὐτῆς γίνεσθαι ἐπὶ τὸ κρεῖττον μετασχηματισμόν. ∆ιό φησι· Καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ. Ἀφθάρτων γὰρ ἁπάντων καὶ ἀθανάτων τῶν τέκνων τοῦ Θεοῦ τὸν νέον οἰκησάντων αἰῶνα, ἐχρῆν δήπου καὶ τὴν κτίσιν αὐτὴν τὴν νῦν τῇ φθαρτῇ φύσει δουλεύουσαν, εἰς ἄφθαρτον οὐσίαν μεταβαλεῖν, τῆς παρούσης καταστάσεως ἐλευθερωθεῖσαν. Εὐκαίρως μέντοι τῷ· Καὶ τότε ὄψονται τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρ 24.600 χόμενον ἐν νεφέλῃ μετὰ δόξης, παραθήσεις τὴν τοῦ ∆ανιὴλ προφητείαν, δι' ἧς καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου, καὶ ἡ νεφέλη, καὶ ἡ τῷ τοῦ ἀνθρώπου δοθησομένη βασιλεία ἐθεωρεῖτο. Ἀλλὰ τότε μὲν εἷς προφήτης θείῳ Πνεύματι θεοφορούμενος τὸ μέλλον ἔσεσθαι ἐθεᾶτο· κατὰ δὲ τὸν τῆς συντελείας καιρὸν πάντες, ὥς φησιν ὁ Σωτὴρ, αὐτὸν ὄψονται ἐρχόμενον ἐν νεφέλῃ μετὰ δυνάμεως πολλῆς ζωοποιητικῆς καὶ φωτιστικῆς τοῦ νέου αἰῶνος, καὶ μετὰ δόξης πολλῆς, τῆς πατρικῆς δηλαδὴ θεότητος. Πότε δὲ ταῦτα ἔσται; Ὅταν πληρωθῶσι καιροὶ ἐθνῶν. Περαιωθείσης γὰρ τῆς ὡρισμένης τοῖς ἔθνεσι προθεσμίας, ἔσται σημεῖα τῆς τοῦ κόσμου συντελείας.