1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

16

Φαρισαίου· τῶν γὰρ συνανακειμένων τις ἀκούσας τὸ, Μακάριος ἔσῃ, ὅτι οὐκ ἔχουσιν ἀνταποδοῦναί σοι· ἀνταποδοθήσεται γάρ σοι ἐν τῇ ἀναστάσει τῶν δικαίων· τῆς ἀναστάσεως καὶ τῆς βασιλείας τοῦ Θεοῦ μιᾶς καὶ τῆς αὐτῆς νοουμένης. Πρὸς οὖν τὸν εἰρηκότα, Μακάριος ὅστις φάγηται ἄρτον ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ, τίς ἂν γένοιτο οὗτος ὁ μακάριος διὰ τῆς παραβολῆς ὁ Σωτὴρ παρίστησι λέγων, Ἄνθρωπός τις ἐποίησε δεῖπνον μέγα· πάλιν αὐτὸς ἑαυτὸν ἐν τούτοις ἄνθρωπον ὀνομάζων. Μέγα δὲ αὐτοῦ δεῖπνον νοήσεις, τέως μὲν ἀπιδὼν εἰς τὸ καθ' ὅλης τῆς οἰκουμένης λογικὸν συμπόσιον τῶν ἱερῶν καὶ θείων τροφῶν τῶν πανταχοῦ γῆς διὰ τῶν θεοπνεύστων ἀναγνωσμάτων πᾶσι τοῖς ἔθνεσι παραδεδομένων· ἐντεῦθεν δὲ μετάβα τῇ διανοίᾳ ἐπὶ τὴν προσδοκωμένην τῶν οὐρανῶν βασιλείαν· καὶ εἰς ἔννοιαν ἐλθὲ τοῦ τότε μεγάλου ὡς ἀληθῶς δείπνου, ἐν ᾧ συναναπαύσονται ἀγγέλοις καὶ ταῖς κατ' οὐρανὸν θείαις δυνάμεσιν αἱ τῶν μακαρίων ψυχαὶ, ἐν ᾧ τραφήσονται τῷ τῶν ἀγγέλων ἄρτῳ· πληρουμένου κυρίως τότε καὶ θεοπρεπῶς τοῦ φάσκοντος λόγου· Ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος. Οὐ γὰρ πολυειδὴς ἔσται ἡ τότε τροφὴ, οὔτε ἡδύσματος οὔτε ὄψων δεομένη, ἄρτῳ δὲ μόνῳ ἀθανατοποιῷ καὶ ζωῆς αἰωνίου παρεκτικῷ τραφήσονται οἱ κατὰ τὸν ἐνεστῶτα βίον θρέψαντες, οὓς ὠνόμασεν ὁ Σωτήρ. Ὁ δὲ ἄρτος πάλιν εἴη ὁ ψυχῶν καὶ ἀγγέλων καὶ τῶν κατ' οὐρανὸν λογικῶν τρόφιμος λόγος· τοῦτο γοῦν αὐτὸς ἐδί 24.573 δαξεν εἰπών· Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς· τοῦ γὰρ ἐν ἀρχῇ πρὸς Θεὸν Θεοῦ Λόγου μεταλήψει πᾶσα ἡ τῶν ἁγίων λογικὴ φύσις ζωοποιεῖται. Ἃ δὴ δοκεῖ μοι ἐκ προτέρων μαθημάτων πεπαιδευμένος ὁ συνανακείμενος τῷ Ἰησοῦ εἰρηκέναι· Μακάριος ὅστις φάγηται ἄρτον ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ! Οὐδὲ γὰρ τῶν τυχόντων τις ἦν ὁ ταύτην ἀφεὶς τὴν φωνὴν, ἀλλ' ὡς οἶμαι τῶν σφόδρα μεγάλων καὶ παρὰ τῷ Σωτῆρι τιμῆς ἠξιωμένων. ∆ιὸ καὶ συνανακλίνεται αὐτῷ, καὶ τοῖς αὐτοῦ λόγοις συνετῶς προσεῖχεν, ὡς καὶ τὴν βασιλείαν τῶν οὐρανῶν μὴ ἀγνοεῖν, γνωρίζειν δὲ καὶ τὸν ἄρτον τῆς ζωῆς τὸν θρεπτικὸν τῶν τῆς βασιλείας ἀξίων· τοσαύτην τε ἄγειν παῤῥησίαν, ὡς ἐπὶ τοῦ Σωτῆρος ἀνακινεῖν δόγματα, καὶ δι' αὐτὸν τὴν πᾶσαν εἰρηκέναι παραβολὴν Σωτῆρα διδάσκοντα, τίς ἂν γένοιτο οὗτος ὁ ἀληθῶς μακάριος, ὃς φάγηται ἄρτον ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ. Πολλοὺς μὲν οὖν κεκλῆσθαι λέγει διὰ τῆς παραβολῆς ἐπὶ τὸ μέγα δεῖπνον, καὶ τὸν ἐν τούτῳ δεδωρημένον ἄρτον, μὴ μὴν τοὺς πάντας τῆς χάριτος ἐπιτυγχάνειν· ἀποστερεῖσθαι γὰρ αὐτῆς τῶν κεκλημένων τοὺς περὶ ἕτερον ἠσχολημένους· περισπᾷν γὰρ καὶ ἀφέλκειν τῆς κλήσεως τὰς τοῦ βίου φροντίδας διδάσκει· ταύτας δ' εἶναι διαφόρους· ἢ γὰρ περὶ χρήματα καὶ ἀγροὺς ἀσχολούμενοι ταῦτα τῆς κλήσεως προτετιμήκασιν, ὡς παραιτήσασθαι διὰ ταῦτα τὴν κλῆσιν, ἢ περὶ τὰς τοῦ βίου πραγματείας κατατριβόμενοι, ἢ δεσμῷ γάμου καὶ παίδων ἐμπεπλεγμένοι, ἤ τισιν ἄλλοις τοιούτοις φροντίσμασιν ἐνησχολημένοι. Ἀλλὰ περὶ μὲν τούτων ἀπόφασις ἐξενήνεκται λέγουσα· Λέγω ὑμῖν, ὅτι οὐδεὶς τῶν ἀνδρῶν ἐκείνων τῶν κεκλημένων, καὶ διὰ τὰς βιωτικὰς ἀσχολίας παραιτησαμένων γεύσεταί μου τοῦ δείπνου· ἑτέρους δὲ ἀντ' αὐτῶν ἀπολαύσεσθαι τοῦ μακαρίου δείπνου φησὶ, τοὺς μὴ τοιούτοις τισὶ προσδεδεμένους, πτωχούς τινας καὶ ἀναπήρους. Τοιοῦτοι δὲ ἦσαν πάλαι εἰδωλολατροῦντες οἱ ἐξ ἐθνῶν ὑπὸ δαιμόνων πονηρῶν τὰς ψυχὰς λελωβημένοι· οὓς ἀκολούθως τῇ ἐπαγγελίᾳ προσδεξάμενος ὁ ἑστιάτωρ, πᾶσαν τὴν νόσον τῶν ψυχῶν αὐτῶν, καὶ μαλακίαν πᾶσαν ἰασάμενος, ἔπειτα τῆς οἰκείας αὐτοῖς μεταδώσει τραπέζης· ὥστ' εἰπεῖν αὐτούς· Ἡτοίμασας ἐνώπιόν μου τράπεζαν ἐξ ἐναντίας τῶν θλιβόντων με· καὶ ἄρτον αὐτοῖς παρέξει καὶ λογικὴν τροφήν· ἐντεῦθεν ἤδη στερεᾶς βρώσεως μεταδιδοὺς αὐτοῖς, καὶ οἴνῳ δὲ αὐτοὺς εὐφρανεῖ λογικῷ· ὥστ' ἂν εἰπεῖν· Καὶ τὸ ποτήριόν σου μεθύσκον με ὡσεὶ κράτιστον! Ταῦτα δὲ πάντα παρέχει, τοὺς ἀῤῥαβῶνας τῶν οὐρανίων ἀγαθῶν διὰ τῶν κατὰ τὸν παρόντα βίον χαρισμάτων αὐτοῖς δωρούμενος. ∆υνατὸν δὲ καὶ καθ' ἑτέραν ἐκδοχὴν εἰπεῖν, ὅτι οἱ