1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

27

ὥσπερ κατὰ τὸν ἐνεστῶτα βίον ἥλιος μετὰ χειμερίους τροπὰς ἔαρος ἐνισταμένου θερμὴν ἀκτῖνα βάλλων, τὰ ὑπὸ γῆν κρυπτόμενα ζωοποιεῖ σπέρματα, τοῦ προτέρου μεταβαλόντα σχήματος, νεαρὰ δὲ φύει καὶ τέθηλεν, ὡραίαν καὶ πολυανθῆ τὴν τῶν ἄρτι φυέντων βλάστην παρεχόμενα· κατὰ τὸν αὐτὸν τρόπον καὶ ἡ ἔνδοξος τοῦ Μονογενοῦς τοῦ Θεοῦ ἄφιξις, φωτὸς ζωογόνοις ἀκτῖσι τὸν νέον αἰῶνα καταυγάσασα, τὰ ἀποκρυφθέντα πάλαι κατὰ τὸν ἔμπροσθεν αἰῶνα, καὶ ἐν τῷ παντὶ κόσμῳ διασκεδασθέντα σπέρματα, τουτέστι τοὺς ἐν γῆς χώματι κεκοιμημένους, κρείττοσι σώμασιν ἢ κατὰ τὰ πρότερον θειότερόν τε μετεσχηματισμένοις εἰς φῶς προάξει· καὶ τοῦ θανάτου καταργηθέντος, αὐτὴ λοιπὸν ἡ ζωὴ βασιλεύσει τοῦ νέου αἰῶνος. Οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη. Ποία γενεὰ ἀλλ' ἡ καινὴ καὶ νέα, ἣν αὐτὸς συνεστήσατο; περὶ ἧς ἐν προφητείαις εἴρητο· Γραφήτω αὕτη εἰς γενεὰν ἑτέραν, καὶ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν Κύριον· καὶ πάλιν· Ἀναγγελήσεται τῷ Κυρίῳ γενεὰ ἡ ἐρχομένη. ∆ιόπερ δεικτικῶς εἰς τοὺς ἀποστόλους αὐτοῦ, καὶ τὴν ἐξ αὐτῶν καὶ δι' αὐτῶν καθ' ὅλης τῆς οἰκουμένης συστησομένην καινὴν γενεὰν τῆς ἁγίας Ἐκκλησίας αὐτοῦ ἀφορῶν, ἔλεγεν· Οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη, ἕως ἂν πάντα γέ 24.604 νηται. ∆ιαμενεῖν γάρ φησι καὶ διαρκέσειν τὸν λαὸν αὐτοῦ καὶ τὴν Ἐκκλησίαν εἰς ἐκεῖνο καιροῦ εἰς ὅτε αὐτοπτήσειε πάντα, καὶ τὰς ἐκβάσεις τῶν τοῦ Σωτῆρος προῤῥήσεων ὀφθαλμοῖς παράλαβοι. Προσέχετε ἑαυτοῖς μήποτε βαρυνθῶσιν ὑμῶν αἱ καρδίαι ἐν κραιπάλῃ. ∆ιεγείρει τοὺς μαθητὰς ἐπὶ τὸ πάντοτε ἑτοίμους εἶναι παρασκευαζομένους εἰς τὴν αὐτοῦ παρουσίαν, ἐφ' ἣν αὐτὸς ἡμᾶς παρορμῶν τοὺς πάντας τῆς διδασκαλίας ἐποιεῖτο λόγους· νήφειν τε καὶ ἐγρηγορέναι παρακελεύεται, καὶ ἀγρυπνεῖν διὰ πάσης τῆς τοῦ θνητοῦ βίου νυκτὸς, διὰ τὸ μηδενὶ γνώριμον τὸν καιρὸν τῆς συντελείας ὑπάρχειν. -Ἀλλ' ὑμῖν γε, φησὶ, φυλακτέον τὸ ἐντεῦθεν βάρος, ἵνα δυνήσησθε νήφειν, μήποτε ἐπιστῇ αἰφνίδιος ἐφ' ὑμᾶς ἡ ἡμέρα ἐκείνη· περὶ ἧς καὶ ὁ ἱερὸς Ἀπόστολος παρῄνει γράφων· Ἀδελφοὶ, οἴδατε ἀκριβῶς, ὅτι ἡ ἡμέρα Κυρίου, ὡς κλέπτης ἐν νυκτὶ, οὕτως ἔρχεται. Ὅταν δὲ εἴπωσιν εἰρήνη καὶ ἀσφάλεια, τότε αἰφνίδιος αὐτοῖς ἐφίσταται ὄλεθρος. Ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σκότει, ἵνα ὑμᾶς ἡ ἡμέρα ὡς κλέπτης καταλάβῃ· πάντες γὰρ ὑμεῖς υἱοὶ φωτός ἐστε καὶ υἱοὶ ἡμέρας. Γρηγορητέον οὖν ἡμῖν οὐ μόνον διὰ τὴν ἀθρόαν καὶ ἀπροσδόκητον τοῦ ∆εσπότου ἄφιξιν, ἀλλὰ καὶ διὰ τὸν κλέπτην τὸν ἐφεδρεύοντα. Ὁ δὲ κλέπτης ἐστὶν ὁ καιρὸς τῆς ἑκάστου τελευτῆς· ἢ καὶ ὁ μέλλων τὴν ἑκάστου ψυχὴν παραλαμβάνειν ἄγγελος. Ὡς παγὶς γὰρ ἡ τοῦ Κυρίου παρουσία ἐπελεύσεται ἐπὶ πάντας τοὺς ἐν τῇ γῇ· οἱ μὲν οὖν προσέχοντες ἑαυτοῖς σώζονται, ὥσπερ δορκὰς ἐκ βρόχων, καὶ ὥσπερ ὄρνεον ἐκ παγίδος· οἱ δὲ τῇ μέθῃ βεβαρημένοι, καὶ εἰς θάνατον ὑπνώττοντες, ἐκπίπτουσιν εἰς ἀδόκητον κίνδυνον. Ἀγρυπνεῖτε οὖν ἐν παντὶ καιρῷ δεόμενοι, κ. τ. λ. Τούτοις συνᾴδων ὁ Ἀπόστολος ἔλεγε· ∆ιὰ τοῦτο ἀναλάβετε τὴν πανοπλίαν τοῦ Θεοῦ, ἵνα δυνηθῆτε ἀντιστῆναι ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ, καὶ ἅπαντα κατεργασάμενοι στῆναι. Στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ. Ἵνα ἐσθίητε καὶ πίνητε ἐπὶ τῆς τραπέζης μου. Τοιούτων ἔσται πλήρης ἀγαθῶν τράπεζα, ἧς μεταλήψονται οἷς τὴν ∆ιαθήκην διέθετο διὰ τὸ μεμενηκέναι μετ' αὐτοῦ ἐν τοῖς πειρασμοῖς· ἵνα ἐσθίωσι καὶ πίωσιν ἐπὶ τῆς τραπέζης αὐτοῦ· ἄρτῳ μὲν οὐρανίῳ ψυχῶν ἁγίων θρεπτικῶς τραφησόμενοι, οἴνου δὲ τοῦ καινοῦ γεννήματος τῆς ἀληθινῆς ἀμπέλου μεταληψόμενοι· ἣν αὐτὸς ὁ τῶν ὅλων Θεὸς γεωργῶν τὸ καινὸν ἐξ αὐτῆς γέννημα τοῖς τότε ἀξίοις παρέξει. Ὁ δὲ ἠρνήσατο αὐτὸν, λέγων· Γύναι, οὐκ οἶδα αὐτόν. Ὅρα δὲ τὸ φιλάληθες τοῦ εὐαγγελιστοῦ, πῶς οὐ καταχαρίζεται τῷ Πέτρῳ, ἀλλὰ τὸ πάθος αὐτοῦ ὡς ἔχει διηγεῖται, ὅτι οἱ μὲν ἄλλοι ἀπολιπόντες τὸν διδάσκαλον ᾤχοντο, ὁ δὲ πάντων αὐτῶν προκεκριμένος ἀπόστολός τε καὶ μαθητὴς, αὐτὸς ἐκεῖνος ὁ βοώμενος Πέτρος, βασάνων ἐκτὸς καὶ ἀρχοντικῆς ἀπειλῆς, τρίτον αὐτὸν ἐξωμόσατο. 24.605