1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

21

Ἀντιχρίστου γεγονότων, τῆς τε ἀποστασίας καθ' ὅλης τῆς οἰκουμένης κρατησάσης, ἡ τοῦ Θεοῦ ὀργὴ τοὺς ἀσεβεῖς μετελεύσεται. Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὃς ἂν ἔσται ἐπὶ τοῦ δώματος, κ. τ. λ. Σημαίνει δὲ διὰ τούτων τὸν κατὰ τῶν θεοσεβῶν ἐπενεχθησόμενον διωγμὸν ὑπὸ τοῦ υἱοῦ τῆς ἀπωλείας. Ἡμέραν δὲ ἐκείνην ὀνομάζει τὸν χρόνον τὸν πρὸ τῆς συντελείας, ἐν ᾧ φησιν· Ὁ φεύγων μὴ ἐπιστρεφέτω, μηδὲ μιμητὴς γινέσθω τῆς γυναικὸς Λὼτ, ἥτις μετὰ τὸ φυγεῖν καὶ ἔξω γενέσθαι τῆς Σοδομιτῶν χώρας, στραφεῖσα εἰς τὰ ὀπίσω, ἀπενεκρώθη, στήλη ἁλὸς γενομένη. Ἀφειδεῖν γὰρ τότε προσήκει οὐχ ὑπαρχόντων μόνον, ἀλλὰ καὶ τῆς ἑαυτῶν ζωῆς τε καὶ ψυχῆς τοὺς ἐν μέσῳ τῆς ἀποστασίας καταληφθησομένους, μήποτε, βουληθέντες τῆς ἑαυτῶν περιποιήσασθαι προσκαίρου ζωῆς, σὺν ταύτῃ καὶ τὴν αἰώνιον ζωὴν ἀπολέσειαν, τῇ ἀποστασίᾳ ἑαυτοὺς παραδόντες. Ταύτῃ τῇ νυκτὶ ἔσονται δύο ἐπὶ κλίνης μιᾶς, κ. τ. λ. Σφόδρα δὲ θαυμαστῶς τὸν τῆς ἀποστασίας καιρὸν καὶ τὴν στέρησιν τοῦ νοεροῦ λογικοῦ φωτὸς νύκτα ὠνόμασε· νυκτὸς γὰρ καὶ σκότους χείρων ἡ τότε τῶν ἀνθρώπων ἔσται κατάστασις διὰ τὴν ἐπικρατήσασαν αὐτῶν ἄνοιάν τε καὶ πλάνην. ∆ιό φησι· Λέγω ὑμῖν· ∆ύο ἔσονται ἐπὶ κλίνης καὶ δύο ἐπὶ μυλῶνος, εἷς παραλαμβανόμενος ὡς ἀλλότριος τῆς ὀργῆς, καὶ εἷς ἀφιέμενος, ὥστε τῇ ὀργῇ παραδοθησόμενος, ὁ θησαυρίσας ἑαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς· δι' ὧν παρίστησι τὸν χωρισμὸν τῶν ἁγίων καὶ θεοφιλῶν ψυχῶν τὸν ἀπὸ τῶν ἀσεβῶν. Ἵνα γὰρ μὴ ἀδιακρίτως ἐπελθοῦσα ἡ ὀργὴ καὶ τῶν δικαίων παραλήψεται, προλαβὼν ὁ Θεὸς ὥσπερ τὸν Λὼτ προεξήγαγε τῆς Σοδόμων καταστροφῆς. Τὸν αὐτὸν τρόπον καὶ πρὸ τῆς συντελείας, πρὶν ἐπελθεῖν τὴν κατὰ τῶν ἀσεβῶν ὀργὴν, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶσιν οἱ δίκαιοι, χωρισμὸς ἔσται τῶν θεοφιλῶν ψυχῶν, ἀγγέλων αὐτὰς διαχωριζόντων καὶ παραληψομένων· ὥστε ἐν μιᾷ στρωμνῇ δυοῖν κατακειμένων ἕνα μὲν τὸν τοῦ Θεοῦ ἄξιον παραλαμβάνεσθαι, τὸν δὲ ἕτερον καταλείπεσθαι, ὡς ἄξιον τῆς τότε καταληψομένης τοὺς ἀσεβεῖς ὀργῆς. Καὶ ἐπὶ τῶν ὑφ' ἑνὶ μυλῶνι ἀληθουσῶν, ὁ αὐτὸς λόγος ἔσται. Ἀληθούσας δὲ ὠνόμασε τὰς τὸν εὐτελῆ καὶ 24.588 πενιχρὸν καὶ ἔσχατον ἐν ἀνθρώποις διαντλούσας βίον· ἐπὶ κλίνης δὲ τοὺς τὸν ἐλεύθερον καὶ ἄνετον βίον μετερχομένους. Τοῦτο δὲ παραστήσει ἡ Μωϋσέως γραφὴ ἐν ᾗ φησιν ὁ λόγος ἥξειν τὴν ὀργὴν ἀπὸ πρωτοτόκου Φαραὼ, καὶ ἕως τῆς ἀληθούσης καὶ πεσσούσης ἐν τῷ μυλῶνι. Τὰ γὰρ ἄκρα τῶν κατ' ἀνθρώπους βίων, τοῦ τε ἐνδόξου τοῦ ἀπεῤῥιμμένου καὶ ἐσχάτου, διὰ τούτων ὁ λόγος παρέστησεν· οὕτως οὖν καὶ ἐνταῦθα δύο ἐπὶ κλίνης μιᾶς εἰσήγαγε, τοὺς τὴν ἐλευθέραν ζωὴν μετιόντας αἰνιξάμενος· ὁ εἷς παραληφθήσεται, ὁ ἄξιος τῆς ἀπὸ τοῦ Θεοῦ ἐκλογῆς· ὁ δὲ ἕτερος ἀφεθήσεται, δηλονότι ὁ τῆς ὀργῆς οἰκεῖος· ὡσαύτως δύο ἀλήθουσαι εἶεν ἂν αἱ ἐν ἀνθρώποις τὸν ἄτιμον καὶ πενιχρὸν βίον μετιοῦσαι· ὧν πάλιν ἡ κρείττων παραληφθήσεται, ἡ δὲ ἑτέρα ἀφεθήσεται. Λέγουσιν αὐτῷ· Ποῦ, Κύριε; Ὁ δὲ εἶπεν αὐτοῖς· Ὅπου τὸ σῶμα, ἐκεῖ συναχθήσονται καὶ οἱ ἀετοί. Ἐρωτησάντων τῶν μαθητῶν· Κύριε, ποῦ; καὶ βουληθέντων μαθεῖν ποῦ καταλειφθήσεται ὁ ἕτερος τῶν μὴ παραληφθέντων· Ὅπου, φησὶ, τὸ σῶμα, ἢ τὸ πτῶμα κατὰ Ματθαῖον, ἐκεῖ συναχθήσονται καὶ οἱ ἀετοί· ὥσπερ οἰωνούς τινας νεκροβόρους, τοὺς ἄρχοντας τοῦ αἰῶνος τούτου αἰνιξάμενος, τοὺς τότε διώκοντας τοὺς ἁγίους τοῦ Θεοῦ· ὧν ἐπὶ τὸ αὐτὸ συναχθέντων, ἐκεῖ καὶ παρ' αὐτοῖς συναχθήσεται ὁ ἀνάξιος τῆς παραλήψεως. Ἦν δ' οὗτος τῶν ἐπὶ κλίνης καθευδόντων ὁ ἕτερος· ἢ τῶν ἀληθουσῶν ἡ μία· οἳ καὶ παραδοθήσονται τοῖς ἐπισυναχθεῖσι κατ' αὐτῶν ἀετοῖς. Ἀετοὺς δὲ καὶ τοὺς τῆς Ἱερουσαλὴμ πολιορκητὰς ὁ προφητικὸς λόγος ὠνόμασεν· ὡς ὅτε περὶ τοῦ Ναβουχοδονόσορ λέγει· Ὁ ἀετὸς ὁ μέγας ὁ μεγαλοπτέρυγος· μή ποτ' οὖν καθ' ἑτέραν διάνοιαν αἱ τιμωρητικαὶ καὶ κολαστικαὶ δυνάμεις, αἱ τοὺς ἀσεβεῖς μετελευσόμεναι, διὰ τῶν ἐνταῦθα λεγομένων ἀετῶν ἐδηλώθησαν· αἷς ἵνα μὴ παραδοθῶμεν, ἑξῆς ὁ