1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

22

Σωτὴρ παραινεῖ εὐχαῖς σχολάζειν. Κριτής τις ἦν τὸν Θεὸν μὴ φοβούμενος. Ἐπισυνάπτει γοῦν καὶ παραβολὴν τὴν περὶ τοῦ κριτοῦ τῆς ἀδικίας, πρὸς τὸ δεῖν πάντοτε προσεύχεσθαι καὶ μὴ ἐκκακεῖν. Τὸ δὲ εἰπεῖν· Ἆρα ἐλθὼν ὁ Υἱὸς τοῦ ἀνθρώπου εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς; ἔκλειψιν δηλοῖ τῆς πίστεως, ὡς μηδένα πιστὸν εὑρεθήσεσθαι, ἢ εἴ που ἄρα σπάνιόν τινα κατὰ τὸν τῆς δευτέρας αὐτοῦ θεοφανείας χρόνον. Ὅπερ μέγα τεκμήριον τυγχάνει τοῦ καιροῦ τῆς ἀποστασίας, ἐν ᾧ σπάνιος ἔσται ὁ εὑρεθησόμενος πιστός· τάχα δὲ οὐδὲ εἷς ἔσται, διὰ τὸ τοὺς μὲν παραληφθήσεσθαι, τοὺς δὲ καταλειφθήσεσθαι τοῖς ἀετοῖς παραδοθησομένους· οὕτω τε ἐξ ἀνθρώπων ἐκλειπούσης τῆς πίστεως, αὐτὸς λοιπὸν ἐπιστήσεται τὴν ἐκδίκησιν ποιησόμενος τῶν ἁγίων αὐτοῦ τῶν ὑπὸ τῶν ἀσεβῶν ἀνῃρημένων. Ἐν τάχει δὲ ποιήσει τὴν ἐκδίκησιν, διὰ τὸ βοᾷν πρὸς αὐτὸν νυκτὸς καὶ ἡμέρας· βοᾷν δὲ πρὸς αὐτὸν ἐδίδαξε διὰ τῆς παραβολῆς τοῦ κριτοῦ τῆς ἀδικίας. Ἄνθρωπός τις εὐγενὴς ἐπορεύθη εἰς χώραν μακρὰν λαβεῖν ἑαυτῷ βασιλείαν, καὶ ὑποστρέψαι. Τοσαῦτα διὰ τῆς παραβολῆς διδασκόμεθα, τὴν 24.589 μέλλουσαν αὐτοῦ καὶ μηδέπω παροῦσαν βασιλείαν, κἂν αἰσθητὴν ταύτην τινὲς ἐφαντάζοντο, τὴν ἀπὸ γῆς εἰς οὐρανὸν μετάστασίν τε καὶ ἀνάληψιν, τὴν δευτέραν καὶ ἔνδοξον αὐτοῦ θεοφάνειαν, τὴν κριτικὴν καὶ τοῦ κατ' ἀξίαν ἑκάστῳ διανεμητικὴν ἐξουσίαν, τὴν τῶν οἰκείων αὐτοῦ καὶ πιστῶν θεραπευόντων εὐδοκίμησιν, τὴν τῶν μὴ τοιούτων κατάγνωσιν, τὴν τῶν πολιτῶν τοῦ βασιλέως κατ' αὐτοῦ συσκευὴν, τὴν μετελευσομένην αὐτοὺς ἐπαξίως ὧν ἔδρασαν δίκην· ταῦτα γὰρ ὁμοῦ πάντα διὰ τῶν ἐκτεθεισῶν φωνῶν ἐδήλου. Καὶ πρῶτον μὲν ἄνθρωπον αὐτὸς ἑαυτὸν ὠνόμαζε διὰ τὴν κατὰ σάρκα γέννησιν, τὴν κατὰ ἄνθρωπον αὐτῷ συστᾶσαν· ἔπειτα εὐγενῆ, ἀλλ' οὔπω βασιλέα ἑαυτὸν ἐκάλει, διὰ τὸ μηδέπω τῇ βασιλικῇ ἀξίᾳ κατὰ τὴν πρώτην θεοφάνειαν κεχρῆσθαι. Τῆς δ' εὐγενείας αὐτοῦ μάρτυρες οἱ τοῦ γένους καὶ τῆς ἐκ προγόνων διαδοχῆς τὴν ἱστορίαν γραφῇ παραδεδωκότες· ὧν ὁ μέν τις, τὴν κατὰ ἀνθρώπους εὐγένειαν αὐτοῦ παριστὰς, ἔνθεν δή ποθεν εὐηγγελίζετο λέγων· Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ υἱοῦ ∆αβὶδ, υἱοῦ Ἀβραάμ· εἶθ' ἑξῆς τούτοις τὴν γενεαλογίαν δι' ἐπιδήμων ἀνδρῶν καὶ διὰ βασιλικοῦ γένους ἐπ' αὐτὸν κατάγων ἵστησιν· ὁ δὲ τὴν ἀνωτάτω καὶ πρὸ πάντων αἰώνων ἐκ Θεοῦ γέννησιν αὐτοῦ διδάσκων, τὴν ἀληθῶς πρώτην καὶ μόνην εὐγένειαν παρεδίδου λέγων· Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος. Πάντα δι' αὐτοῦ ἐγένετο. Ἀλλὰ γὰρ οὗτος ὁ πρὸ πάντων αἰώνων Θεὸς Λόγος, γενόμενος ἄνθρωπος εὐγενὴς, καὶ τὸν σὺν ἀνθρώποις διεξελθὼν βίον τὸν ἐμφερόμενον ταῖς περὶ αὐτοῦ εὐαγγελικαῖς γραφαῖς, μετὰ τὴν παρὰ ἀνθρώποις αὐτάρκη διατριβὴν, ἐπανιὼν πρὸς τὸν ἑαυτοῦ Πατέρα, ἐπορεύθη εἰς χώραν μακρὰν λαβεῖν ἑαυτῷ βασιλείαν καὶ ὑποστρέψαι. Χώραν δὲ μακρὰν τὴν ἀπὸ γῆς εἰς οὐρανὸν ἄνοδον ἐδήλου· λαβεῖν τε τὴν βασιλείαν αὐτὴν ἐκείνην φησὶν, ἣν ὁ προφήτης ∆ανιὴλ ᾐνίττετο λέγων· Καὶ ἰδοὺ Υἱὸς ἀνθρώπου ἐπὶ νεφελῶν ἐρχόμενος ἦν· καὶ αὐτῷ ἐδόθη ἡ ἀρχὴ καὶ ἡ τιμὴ, καὶ ἡ βασιλεία. Εὖ δὲ καὶ τὸ λαβεῖν εἴρηται· πάντως γὰρ τοῦ Πατρὸς διδόντος ἐλάμβανε, κατὰ τό· Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου· ἃ δὴ δοθέντα αὐτῷ παρὰ τοῦ Παλαιοῦ τῶν ἡμερῶν ὑποδεξάμενος, αὖθις ἐπανήξει. ∆ιό φησι λαβεῖν ἑαυτῷ βασιλείαν καὶ ὑποστρέψαι· καὶ ὅπως δὲ ποιήσεται τὴν ἐπάνοδον, ὁ θεῖος Ἀπόστολος διασαφεῖ λέγων· Ὅτι αὐτὸς ὁ Κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου, καὶ ἐν σάλπιγγι Θεοῦ καταβήσεται ἀπὸ οὐρανοῦ. Ἡ δὲ ἀποδημία καὶ τὴν μακροθυμίαν δηλοῖ. Ἔδει δὲ αὐτὸν ἀναγκαίως εἰς τὴν δηλωθεῖσαν μακρὰν χώραν στείλασθαι, κἀκεῖ χρόνον διατρίψαι πολλῶν ἕνεκα· ὡς ἂν ἐν τῷ μεταξὺ οἱ αὐτοῦ θεράποντες τῆς ἑαυτῶν ἐργασίας τὴν δοκιμὴν δοῖεν. 24.592 Καλέσας δὲ δέκα δούλους ἑαυτοῦ, ἔδωκεν αὐτοῖς δέκα μνᾶς. Ἐσήμαινε τοίνυν διὰ τῶν λαβόντων τὰς μνᾶς τοὺς ἑαυτοῦ μαθητὰς, οἷς ἀνὰ μίαν μνᾶν