1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

3

δυνάμεις τῷ μονογενεῖ τοῦ Θεοῦ Λόγῳ. Εἰ δὲ ἄλλως τινὲς φιλάνθρωποι καὶ ἐλεήμονες γεγόνασι, τὸ συμπαθὲς καὶ κοινωνικὸν πρὸς τοὺς πέλας ἐπιδεικνύμενοι, ταὐτὸν πείσονται οἷς ἔδρασαν, κατ' ἔλεον Θεοῦ καὶ φιλανθρωπίαν ἐλεηθέντες. Ἄλλο δὲ τάγμα γένοιτ' ἂν τῶν κατὰ τὴν ἐπαγγελίαν μακαρίων, τὸ τῶν τὴν καρδίαν τουτέστι τὴν διάνοιαν κεκαθαρμένων· καὶ ἄλλο πάλιν τῶν εἰρηνοποιῶν· ὧν οἱ μὲν πρότεροι γέρας λήψονται τῆς καθαρότητος, τὴν τοῦ Θεοῦ θέαν, ἅτε δὲ ὀφθαλμοῖς ψυχῆς κεκαθαρμένοις αὐτὸν ὀψόμενοι· οἱ δὲ δεύτεροι υἱοὶ Θεοῦ γενήσονται, ὡς ἂν ἔργον ὅμοιον κατωρθωκότες· οἷον καὶ ὁ τοῦ Θεοῦ Υἱὸς εἰρηνοποιήσας τὰ πάντα δι' ἑαυτοῦ, τά τε ἐν οὐρανῷ καὶ τὰ ἐπὶ τῆς γῆς. Ἀλλ' οὗτοι μὲν ἐπὶ διαφόροις κατορθώμασι διαφόρων τεύξονται τιμῶν ἐν τῇ κατηγγελμένῃ τῶν οὐρανῶν βασιλείᾳ. Οἵ γε μὴν αὐτῷ συμβασιλεύσοντες τῷ Υἱῷ τοῦ Θεοῦ πρῶτοι μὲν ἦσαν οἱ δηλωθέντες πτωχοὶ τῷ πνεύματι· δεύτεροι δὲ μετ' ἐκείνους οἱ γενναῖοι τοῦ Θεοῦ μάρτυρες, περὶ ὧν ἑξῆς ἐδίδασκε λέγων· Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης· διὰ τούτων γὰρ τοὺς μέλλοντας ὑπεραγωνίζεσθαι τῆς βασιλείας ὡς εὐγενεῖς Θεοῦ στρατιώτας ἐμακάριζεν· ἀναγκαίως καὶ αὐτοῖς ὡς ἀδελφοῖς τῶν προμεμακαρισμένων πτωχῶν βραβεῖα τῶν ἐπάθλων τὴν τῶν οὐρανῶν βασιλείαν ὑπισχνούμενος. Τάξει δὲ πολλῇ καὶ ἀκολουθίᾳ τούτοις μετεδίδου τῆς αὐτοῦ βασιλείας μετὰ τοὺς πτωχοὺς τῷ πνεύματι· βιῶναι γὰρ δεῖ πρότερον θεοφιλῶς τὸν πάντα χρόνον τῆς ζωῆς ἐν ἀκτήμονι καὶ φιλοσόφῳ τρόπῳ διατελέσαντας, εἶθ' οὕτως ἐπὶ τὸ θεοφιλὲς τέλος ἐλθεῖν. Οἱ μὲν οὖν πρῶτοι τὴν ἄκραν ἀκτήμονα μετήρχοντο ἀγωγὴν τοῦ βίου, διὰ πάσης αὐτῶν τῆς ζωῆς τοῖς τῆς ἀρετῆς ἄθλοις ἐναγωνιζόμενοι· οἱ δὲ δεύτεροι τῆς εἰς αὐτὸν μαρτυρίας 24.537 ἕνεκεν ἠλαύνοντο πολεμούμενοι καὶ μισούμενοι, συκοφαντούμενοί τε ψευδέσι διαβολαῖς δι' οὐδὲν ἕτερον ἢ διὰ τὴν εἰς Χριστὸν ὁμολογίαν. Ἀλλὰ γὰρ τοὺς μὲν πεινῶντας καὶ κλαίοντας καὶ διὰ Χριστὸν ὀνειδιζομένους καὶ παρὰ τῷ Λουκᾷ ὀψόμεθα· τοὺς δὲ πραεῖς καὶ τοὺς ἐλεήμονας καὶ τοὺς καθαροὺς τῇ καρδίᾳ καὶ τοὺς εἰρηνοποιοὺς ὁ Ματθαῖος ἡμῖν εἰς ἐξέτασιν παρατίθεται. Καὶ ταῦτ' ἔλεγεν ὁπλίζων καὶ περιφράττων τοὺς μαθητὰς εἰς τὸν κατὰ τῶν ἐναντίων πόλεμον, ὃν ἔμελλον ἐπαναντλεῖσθαι κηρύττοντες παντὶ τῷ κόσμῳ, καὶ μαρτυρόμενοι τὴν ἑνὸς τοῦ ἐπὶ πάντων Θεοῦ βασιλείαν. Μέλλοντας γὰρ αὐτοὺς διὰ τὸ νέον κήρυγμα πρὸς ἁπάντων ἐλαύνεσθαι καὶ πολεμεῖσθαι, προησφαλίζετο καὶ προέφραττε μακαρισμῶν τε ἠξίου· ὅτι δὴ ἄληπτον βίον προβαλλόμενοι, ὡς μηδὲ τοῖς ἐχθροῖς προφάσεις κατ' αὐτῶν θηρωμένοις ἀφορμὰς διαβολῆς παρέχειν· ὅμως διὰ μόνην τὴν εἰς αὐτὸν ὁμολογίαν, καὶ τῶν αὐτοῦ παραγγελμάτων ἕνεκεν, διώκεσθαι καὶ πολεμεῖσθαι μέλλοιεν, δυσφημούμενοι καὶ πάσας ὑπομένοντες λοιδορίας καὶ ὕβρεις καὶ ὀνειδισμοὺς, οὐ δι' οἰκείας πλημμελείας, διὰ δὲ τὸν ἐνάρετον καὶ ἄκρον ἐν δικαιοσύνῃ βίον αὐτῶν· ὃ δὴ καὶ αὐτὸ κατὰ τὴν θείαν προμήθειαν εἰρημένον τέλους ἐτύγχανεν ἀληθοῦς ἐν τῷ μετὰ ταῦτα χρόνῳ. Πλὴν ἀλλὰ θεραπεύει τὸ λυπηρὸν τοῦ λόγου, ἰσοτίμους αὐτοὺς ἀποφαίνων τοῖς πάλαι τοῦ Θεοῦ προφήταις. ∆ιὸ καὶ χαίρειν καὶ ἀγαλλιᾷν ἐν πᾶσι τοῖς ἐπιοῦσι παρῄνει, ὡς ἂν τὰ ὅμοια τοῖς προφήταις πεισομένους, καὶ δηλαδὴ ὁμοίως αὐτοῖς τῆς παρὰ τῷ Θεῷ τιμῆς ἀξιωθησομένους. Ἔνθεν εἰκότως Παῦλος τούτοις ἐπιθαῤῥῶν ἔλεγεν· Εἴπερ συμπάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν· καὶ, Οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἐκκαλυφθῆναι εἰς ἡμᾶς. Καὶ οὐ λόγοις μὲν ταῦτα ἔλεγεν, ἔργοις δὲ ἀφυστέρει τῶν λελεγμένων, ἀλλὰ καὶ αὐταῖς πράξεσι τοὺς ὑπὲρ εὐσεβείας ἄθλους ἐνεδείκνυτο, οὓς καὶ κατηριθμεῖτο λέγων· ∆ιὸ εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσι, καὶ τὰ ἑξῆς. Καὶ ταῦτα μὲν ἔτι τὰ τῶν ἄθλων προοίμια· τὸ δὲ συμπέρασμα τοῦ παντὸς ἀγῶνος αὐτῷ ἐπὶ τῆς Ῥωμαίων ἐτελειοῦτο πόλεως, ἔνθα μαρτυρίῳ τὴν κεφαλὴν ἀπετμήθη. Ὁ Πέτρος δὲ ἁρπαγμὸν τὸν διὰ σταυροῦ θάνατον ἐποιεῖτο διὰ