1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

11

τὰ τοιαῦτα τροφῆς ἀπορεῖ διὰ τὴν πανταχοῦ ἐκτεταμένην Πρόνοιαν. Καὶ τρίτῳ συλλογισμῷ εἰς τὸ αὐτὸ ἐχρῆτο λέγων· Τίς δ' ἐξ ὑμῶν μεριμνῶν δύναται προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν ἕνα; Εἰ οὖν οὔτ' ἐλάχιστον δύνασθε, περὶ τῶν λοιπῶν τί μεριμνᾶτε; Ἀλλ' εἰ μηδεὶς οἰκείᾳ φροντίδι πώποτε προσθήκην ἑαυτῷ τοῦ σώματος ἐπενόησεν, ἀλλ' οὐδὲ τῇ προθεσμίᾳ τοῦ τῆς ζωῆς χρόνου, μεριμνήσας τις οἷός τ' ἂν εἴη πρὸς τῇ τελευτῇ τοῦ βίου γενόμενος, ἡμέρας μιᾶς διάστημα ἢ καιρὸν βραχύτατον ὥρας ἑαυτῷ περινοῆσαι· τί χρὴ περιττῶς μεριμνᾷν, δέον ἐπιτρέψαντας τῷ Θεῷ τὴν αὐτοῦ βουλὴν περιμένειν; Βουληθέντος γὰρ αὐτοῦ αὔξειν ἡμᾶς, αὔξομεν, μηδὲν μεριμνήσαντες· καὶ βουληθέντος ἡμᾶς ζῇν καὶ μακροβίους εἶναι, ζησόμεθα καὶ πολυετεῖς γενησόμεθα, μηδὲν μεριμνήσαντες· μὴ βουλομένου δὲ αὐτοῦ παραμένειν τινὰ τῶν βίων, ματαία πᾶσα φροντὶς ἀνθρώπου. 24.560 Καὶ ταῦτα μὲν περὶ τροφῆς διετάττετο· ὡσαύτως δὲ καὶ περὶ ἐνδύματος παρῄνει λέγων· Κατανοήσατε τὰ κρίνα πῶς αὐξάνει, κ. τ. λ. Πάλιν κἀνταῦθα μετὰ συλλογισμοῦ συνάγει, πείθων προσδοκᾷν πάντως ἔνδυμα παρὰ τοῦ Θεοῦ αὐτοῖς δοθήσεσθαι· εἰ γάρ τίς ἐστι φιλότιμος παρ' ἀνθρώποις ἐσθῆτι πολυτελεῖ καὶ φιλοκαλίᾳ, θεάσασθε, φησὶ, τοῖς ὀφθαλμοῖς, ὡς ὁ τοῦ παντὸς ποιητὴς Θεὸς, μέχρι καὶ τῶν γῆς φυομένων ἀνθέων τὴν πολυποίκιλον αὐτοῦ σοφίαν ἐκτείνας, παντοίοις χρώμασί τε καὶ κοσμήμασι κατεκόσμησε ταῦτα, μετασχηματίσας μὲν τὴν γῆν, καὶ τὴν κόνιν αὐτὴν τὴν ἄψυχον, τό τε ταύτης μεταβαλὼν εἶδος, ἁλουργίδος τε καὶ χρυσοῦ πολὺ κρείττοσι βάμμασιν, ἐν ὑμέσι λεπτοῖς καὶ εὐανθέσι τὸν ἐξ αὐτοῦ κόσμον ἐν αὐτῇ καταθέμενος· ὡς μηδενὸς τρυφηλοῦ βασιλέως, μηδ' αὐτοῦ Σολομῶνος τοῦ παρὰ τοῖς παλαιοῖς ἐπὶ σοφίᾳ καὶ πλούτῳ καὶ τρυφῇ βοηθέντος τοσαύτην εὑρεθῆναι φιλόκαλον τέχνην, ὡς ἑνὶ τῶν ἀπὸ γῆς ὡραίων ἀνθέων ὁμοιότατον περίβλημα κτήσασθαι. Τί οὖν χρὴ θαυμάζειν, εἰ ὁ τὸν χόρτον τοῦ ἀγροῦ τὸν εἰς οὐδὲν χρήσιμον, οὗ τέλος ἡ διὰ πυρὸς φθορὰ, τοῦτον ἀμφιέσας τὸν τρόπον, καὶ ὑμῖν αὐτοῖς ἐνδυμάτων αἰσθητῶν ἐπὶ τοῦ παρόντος βίου προνοήσει; -Οὕτως οὖν ἁπάντων ὀλιγωρεῖν, μόνης δὲ τῆς βασιλείας μεταποιεῖσθαι προσέταττε· μὴ γὰρ ζητοῦσι τὴν βασιλεία μηδ' ἀρετῆς πρόνοιαν ποιουμένοις οὐδὲν τῶν ἐπηγγελμένων ἔσται· μόνοις δὲ ταῦτ' ἐξ ἑτοίμου παρέσεσθαι τοῖς μεριμνῶσι τὰ τοῦ Θεοῦ, ὅπως ἂν ἀρέσαιεν αὐτῷ, καὶ τοῖς περὶ τὴν ζήτησιν τῶν κρειττόνων ἠσχολημένοις· μεριμνῶσι γὰρ τὰ τῷ Θεῷ φίλα, ἀντιμεριμνήσειν τὸν Θεόν. Ὅπου γὰρ ὁ θησαυρὸς ὑμῶν, ἐκεῖ καὶ ἡ καρδία ὑμῶν ἔσται. Φυσικῶς γὰρ πᾶς ἄνθρωπος περὶ ὃ σπουδάζει διάκειται, κἀκεῖ πάντα τὸν νοῦν ἔχει ἔνθα κεκτῆσθαι τὴν ὠφέλειαν νενόμικε· διὰ τοῦτο καὶ τὸν λογισμὸν ἐπάγει τοῦ μὴ δεῖν ἐπὶ γῆς θησαυρίζειν. Εἰ μὲν γάρ τις, φησὶν, ἐν τῷ θνητῷ βίῳ τὰς κτήσεις καὶ πᾶσαν ὕπαρξιν συνείληχεν, ἀναρτήσας αὐτοῦ τὴν πᾶσαν ἐλπίδα ἐπὶ τὰ παρόντα τοῦ βίου πράγματα, ἐξ ἀνάγκης οἷα δὴ δεσμοῖς τοσούτοις πεπεδημένος, πάντα τὸν αὐτοῦ λογισμὸν καὶ πᾶσαν τὴν διάνοιαν, ἣν δὴ καρδίαν ὠνόμασε, κάτω που πρὸς τῇ γῇ κέκτηται, κἀκεῖ φύρεται καὶ καλινδεῖται, ἔνθα κεκτῆσθαι τὸν αὐτοῦ θησαυρὸν νενόμικεν· εἰ δὲ τοῖς οὐρανίοις μαθήμασιν ἐντραφεὶς πάντα πράττοι, τὸν αὐτοῦ σκοπὸν ἄνω προσαναρτήσας, καὶ τὴν ἐλπίδα ῥίψας ἐπὶ τὰς οὐρανίους ἐπαγγελίας, τοῦ μὲν συνάγειν ἐπὶ γῆς οὐδεμίαν ποιούμενος φροντίδα, τὴν ἄκραν δὲ μετιὼν ἀκτημοσύνην, καὶ ὅλος γινόμενος πρὸς τοῖς κρείττοσιν, ἐν οὐρανῷ τε πάντα συνάγειν, κἀκεῖ τὸν αὐτοῦ πλοῦτον ταμιεύεσθαι, καὶ πᾶσαν τὴν ὕπαρξιν ἐκεῖ προπέμπειν σπουδάζων· εἰκότως ὁ τοιοῦτος ὄνοιτ' ἂν ἐντεῦθεν τῆς ἀγαθῆς ἐλπίδος, τῷ τὴν διάνοιαν καὶ τὸν λογισμὸν οἰκειοῦν ἑαυτοῦ τοῖς οὐρανίοις· ἔνθα γὰρ ἔχει τὸν θησαυρὸν, ἐκεῖ καὶ τὴν διάνοιαν ἕξει· ὡς δοκεῖν μὲν ἐπὶ γῆς παρεπιδημεῖν, καὶ τῷ σώματι μόνῳ συνεῖναι ἀνθρώποις, τῇ δὲ δυνάμει τὰς οὐρανίους 24.561 ἤδη διατριβὰς μετιέναι· ὥστε ἄνω βλέπειν δεῖ, καὶ τὰς ἐλπίδας ἔχειν, ὅπου καὶ τὸν θησαυρὸν αὐτοῦ συναγήοχεν. Καὶ ὑμεῖς ὅμοιοι