1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

19

ψυχαί· πολλαὶ γὰρ ὁδοὶ τῶν ἐξελθόντων τὸν βίον τοῦτον· αἷς ἐκήρυξε μετὰ τὴν ἀπόθεσιν τοῦ σώματος ὁ Σωτήρ· φιλανθρώπως δ' ἀνάγκην προσάγει τοῖς οὐκέτι αὐτεξουσίοις. Τοιοῦτον μὲν δὴ τὸ δεῖπνον, ὅπερ ἐνταῦθα τοῖς δαιτυμόσιν ἡτοίμασται· καὶ τοιοῦτοί τινες οἱ καλούμενοι, οἱ μὲν ἀπειθεῖς, καὶ διὰ τοῦτο ἀπομένοντες ἄγευστοι· οἱ δὲ εὐπειθεῖς, καὶ διὰ τοῦτο προλαμβανόμενοι. Σὺ δέ μοι ἐντεῦθεν μετάβα τῇ διανοίᾳ, etc. ̣ut col. 572 ̣. Μακάριοι γοῦν οἱ νῦν πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι τότε χορτασθήσονται, τοῦ δείπνου τοῦ βασιλικοῦ ἐμφορούμενοι καὶ μεταλαμβάνοντες τοῦ ἄρτου τῆς ζωῆς, καὶ τῆς εὐφροσύνης τοῦ καινοῦ ποτηρίου. Ὧν τὰ σύμβολα ἐπιτελῶν πρὸ τοῦ πάθους ὁ Σωτὴρ, Οὐ μὴ πίω, ἔφη, ἀπ' ἄρτι ἐκ τούτου τοῦ γεννήματος τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης, ὅταν αὐτὸ πίνω μεθ' ὑμῶν καινὸν ἐν τῇ βασιλείᾳ τοῦ Πατρὸς ἐμοῦ· πλήρης ἀγαθῶν τράπεζα, ἧς μεταλήψονται οἷς τὴν διαθήκην διέθετο, διὰ τὸ μεμενηκέναι μετ' αὐτοῦ ἐν τοῖς πειρασμοῖς, ἵν' ἐσθίωσι καὶ πίνωσιν ἐπὶ τῆς τραπέζης αὐτοῦ, ἄρτῳ μὲν οὐρανίῳ ψυχῶν ἁγίων θρεπτικῷ τραφησόμενοι, οἴνου δὲ τοῦ καινοῦ γεννήματος τῆς ἀληθινῆς ἀμπέλου μεταληψόμενοι, ἣν αὐτὸς ὁ τῶν ὅλων Θεὸς καὶ Πατὴρ γεωργῶν τὸ καινὸν ἐξ αὐτῆς γέννημα τοῖς τότε ἀξίοις παρέξει. Ἐὰν δὲ ἁμάρτῃ εἰς σὲ ὁ ἀδελφός σου. Ἐνταῦθα τοὺς ἐν προκοπῇ γενομένους συγχωρη 24.581 τικοὺς εἶναι τοῖς πταίουσι βούλεται, θεραπεύων δεινὴν νόσον ἐν αὐτοῖς πολλάκις ἐμφυομένην, ἐκκόπτων τὴν κατὰ τῶν πταιόντων ἀποτομήν. Κατεπαίρεσθαι γοῦν εἰώθαμεν, ὡς μήτε παρακλήσεις τῶν ἡμαρτηκότων, μήτε τῶν ὑπὲρ αὐτῶν πρεσβευόντων ἱκετηρίας παραδέχεσθαι· μηδὲ μὴν ὑπολογίζεσθαι ὅσα δὴ καὶ αὐτοὶ οἱ ἄνθρωποι πταίοντες συγγνώμης τῆς παρὰ τοῦ μεγάλου κριτοῦ δεόμεθα. Εἰκότως οὖν παρὰ τῷ Ματθαίῳ καὶ τῇ παραβολῇ κέχρηται, ἐν ᾗ ὀφειλέται εἰσάγονται, ὁ μὲν μυρία τάλαντα ὀφείλων, ἃ καὶ ἀφείθη αὐτῷ προσπεσόντι· ὁ δὲ ἑκατὸν δηνάρια, ἐφ' οἷς ἀπεπνίγετο παρὰ τοῦ ἀφεθέντος τὰ πολλὰ ἐκεῖνα τάλαντα. ∆ι' ἧς διδάσκει, ὅτι μὴ ἄλλως τυχεῖν δυνατόν ἐστι τῆς βασιλείας, κἂν πολλά τις κατορθώσῃ, μὴ τὸν ἀγαθὸν Θεὸν μιμησάμενος κατὰ τὸ ἀμνησίκακον· ἐπειδήπερ ἡ βασιλεία, κρίσει τοὺς ἀξίους παραδεχομένη, τοὺς μὴ συγχωρητικοὺς καὶ τὸν ἀγαθὸν τῶν ὅλων κριτὴν κατὰ τοῦτο μιμουμένους οὐ παραδέχεται. Οὐ γὰρ ἂν ἔχει τις εἰπεῖν τοσαῦτά τινα πεπλημμεληκέναι εἰς ἑαυτὸν, ὅσα περ αὐτὸς τὸν πάντα χρόνον τῆς αὐτοῦ ζωῆς παρὰ τὸ βούλημα τοῦ Θεοῦ πράξας ὀφειλέτης ἐστί· ποτὲ μὲν γὰρ διὰ τοῦ λόγου πταίομεν, ποτὲ δὲ δι' αἰσχρῶν καὶ πονηρῶν ἐπιθυμημάτων τε καὶ πράξεων. Πλὴν ὅμως τοσαῦτα πταίοντες, οὐκ ἀπογινώσκομεν τὰς παρὰ τῷ Θεῷ ἐλπίδας, διὰ τὸ φιλάνθρωπον καὶ ἀνεξίκακον ἐλεημονικόν τε καὶ συγχωρητικὸν τοῦ Θεοῦ. Οὐκοῦν ἕπεται τῷ αὐτῷ μέτρῳ, καὶ ἡμᾶς μετρεῖν τοῖς εἰς ἡμᾶς ἁμαρτάνουσι· μηδὲ κατὰ τὸν Πέτρον ἀκριβολογεῖσθαι τῇ φιλανθρωπίᾳ, καὶ μέχρις ἑβδόμου ἀριθμοῦ τοῖς εἰς ἡμᾶς ἡμαρτηκόσι συγχωρεῖν· κατὰ δὲ τὸν συμπαθῆ καὶ ἐλεήμονα Σωτῆρα μέχρι τοῦ ἑβδομηκοντάκις ἑπτά· οὐ πάντως τὰ τοσαῦτα περιεργαζομένους ἁμαρτήματα, καὶ ὥσπερ ἀναγραφὴν αὐτῶν ποιουμένους καθ' ἑκάστην ἡμέραν, ἐκ δὲ τούτου τὸ ἀπεριόριστον διδασκομένους. Πυθομένου γὰρ τοῦ Πέτρου ἐπὶ πόσοις τοῖς εἰς ἡμᾶς ἁμαρτανομένοις συγχωρεῖν δέοι, καὶ ἀριθμὸν ὁρίσαντος τὸν ἕως ἑπτάκις, ὁ Σωτὴρ τὸν ἕως ἑβδομηκοντάκις ἐπτὰ εἰσήγαγε, καθ' ὃν δεῖ καὶ ἡμᾶς ἀφιέναι, εἰδότας καὶ πεπεισμένους, ὡς ἔσται καιρὸς καθ' ὃν συναρθήσεται πρὸς ἡμᾶς λόγος ὑπὸ τοῦ πάντων κριτοῦ τε καὶ βασιλέως, ἐπειδὰν οἱ πάντες παραστῶμεν τῷ βήματι αὐτοῦ, ὅτε ᾧ μέτρῳ μετροῦμεν, ἀντιμετρηθήσεται ἡμῖν. Ὁ μὲν γὰρ μέγας βασιλεὺς ἐντεῦθεν ἤδη πᾶσιν ἡμῖν τοῖς χρεωφειλέταις πολλῶν ταλάντων κατὰ τὸ πρέπον αὐτοῦ τῇ φιλανθρωπίᾳ τὸ πᾶν ἀνῆκε χρέος, δοὺς ἄφεσιν ἁμαρτημάτων καὶ ἐξαλείψας τὸ καθ' ἡμῶν χειρόγραφον· ἡμεῖς δ' ἐπὶ βραχέσι πταίσμασι τοὺς συνδούλους ἀποπνίγομεν,