1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

10

χορηγηθείσης αὐτοῖς ἐνθέου χάριτος, πῶς οὐκ ἔμελλον καὶ τοῖς δευτέροις τοῖς περὶ τοῦ μηδὲν μεριμνᾷν μέλλοντας δικαστηρίοις παρεστάναι, ἡγεμόσι τε καὶ βασιλεῦσιν ὁμιλεῖν πιστεύειν; Πῶς δ' οὐκ ἔμελλον ἐπιθαρσεῖν τῇ ἐπαγγελίᾳ τοῦ δοθησομένου αὐτοῖς Πνεύματος Μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν τί φάγητε, κ. τ. λ. Καὶ ταῦτα τοῦ Κυρίου ἡμᾶς ἐπιθαρσύνοντος, μὴ χρῆναι περὶ τροφῆς μηδ' ἕνεκεν τῶν τοῦ σώματος χρειῶν μεριμνᾷν, καὶ οὐκ ἀλογίστως προτρέποντος, σὺν παραστάσει δὲ λογικῇ παραμυθουμένου τὴν διδασκαλίαν· παρῄνει γὰρ λέγων· Μὴ μεριμνήσητε τί φάγητε ἢ τί ἐνδύσεσθε. Οὐχὶ ἡ ψυχὴ πλείων ἐστὶ τῆς τροφῆς, καὶ τὸ σῶμα τοῦ ἐνδύματος; Καὶ πρῶτος μὲν οὗτος συλλογισμὸς, συνάγων, ὅτι μὴ δέοι τινὰ περὶ ἑαυτοῦ μεριμνᾷν. Εἰ γὰρ τροφῆς, τῆς ἀπὸ γῆς φυομένης, μείζων καὶ κρείττων, καὶ τιμιωτέρα τυγχάνει ἡ ἀνθρώπου ψυχὴ, λογικὴ οὖσα καὶ νοερὰ οὐσία, ταύτην δὲ μὴ οὖσαν εἰς τὸ εἶναι παρήγαγεν ὁ Θεὸς, καὶ ταύτης ἡμῖν μηδὲν μεριμνήσασι μετέδωκε, ἐμψύχους ἡμᾶς καὶ λογικοὺς ἀπεργασάμενος, τί χρὴ φροντίζειν περὶ τοῦ χείρονος, ὅπερ ἐστὶν ἡ τροφή; Ὁ γὰρ τὸ κρεῖττον δεδωκὼς οὐκ ἀδυνατήσει καὶ τὸ χρειῶδες αὐτοῦ παρασχεῖν. Καὶ ἐπὶ τῆς τοῦ σώματος περιβολῆς ὁ αὐτὸς λόγος. Εἰ γὰρ ἀνωμολόγηται τὸ τοῦ ζώου σῶμα ἀπαραθέτῳ συγκρίσει κρεῖττον εἶναι τοῦ ἔξωθεν αὐτῷ περικειμένου ἐνδύματος, τὸ δ' ὅλον σῶμα ζωῆς μετέχον καὶ ψυχῆς ὁ ∆ημιουργὸς αὐτὸς συνεστήσατο· τί χρὴ ἀγωνιᾷν μὴ ἄρα ἀδυνατήσῃ τὸ χεῖρον παρασχεῖν, τοῦτο δ' ἦν τὸ ἔνδυμα, ὁ τὸ κρεῖττον ὑποστησάμενος; Οὗτος μὲν οὖν πρῶτος ἀποδεικτικὸς συλλογισμός. Καὶ δευτέρῳ κέχρηται παραδείγματι λέγων· Ἐμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ, ὅτι οὐ σπείρουσι, καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά. Οὐχ ὑμεῖς μᾶλλον διαφέρετε αὐτῶν; Εἰ γὰρ τούτοις, ὧν μὴ πατὴρ τυγχάνει, ταῦτα δ' ἦν τὰ πετεινὰ, τῆς αὐτάρκους τροφῆς προὐνόησεν ὁ τῶν ἁπάντων κηδεμὼν καὶ προνοητὴς Θεὸς, ὑμῶν τῶν κατ' εἰκόνα τὴν αὐτοῦ πεποιημένων, διὰ τὴν ἐν ὑμῖν νοερὰν καὶ λογικὴν οὐσίαν πατὴρ τυγχάνων, πῶς οὐ πᾶσαν ποιήσεται τῆς ζωῆς φροντίδα; καὶ θρέψει γε ὑμᾶς ἀμερίμνως, οἷα πατὴρ υἱοῖς ἐξ ἑτοίμου παρέχων τὰ πρὸς τὴν χρείαν μᾶλλον ἢ τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, οἷς 24.557 ἀκοπιάτως ἄσπαρτα καὶ ἀνήροτα τὰ πρὸς τροφὴν πορίζεται, τοῦ ὑμετέρου Πατρὸς ὁμοῦ καὶ ζωὴν αὐτοῖς καὶ τροφὴν δωρουμένου. Σφόδρα δ' ἀκριβῶς ἐπὶ προτροπῇ τῶν αὐτοῦ μαθητῶν οὐχ ἁπλῷ παραδείγματι τῷ τῶν ἀλόγων ἐχρήσατο ζώων· οὐκ οὖν ἑρπετῶν οὐδὲ κτηνῶν οὐδὲ μὴν ἰχθύων ἐμνημόνευσεν, ἀλλ' οὐδ' ὀρνέων ἁπλῶς εἶπεν, ἐπειδὴ καὶ τούτων τὰ μὲν σαρκοφαγεῖ, τὰ δὲ γῆν σιτεῖται, τὰ δ' ἀλληλοφαγεῖ. ∆ιὸ τῶν νεκροβόρων καὶ σαρκοβόρων ἀφορίσας τὰ σπερμοφάγα τῶν πετεινῶν, καὶ ταῦτα δηλώσας διὰ τοῦ φάναι· Οὐ σπείρουσιν οὐδὲ θερίζουσιν οὐδὲ συνάγουσιν εἰς ἀποθήκας, καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά· τούτων τε αὐτῶν ἐμφήνας τὰ ὑψηλοπετῆ διὰ τοῦ προσειπεῖν αὐτὰ οὐρανοῦ πετεινὰ, τοὺς αὐτοῦ μαθητὰς ἐπὶ τὴν ὁμοίωσιν τῆς τούτων τροφῆς παρώρμα· ὁμοῦ καὶ ἐπὶ τὴν ἀπόδειξιν τῆς πάντων ἐφόρου προνοίας παραπέμπων αὐτοὺς, ὡς ἂν τεκμαίρεσθαι δυναμένους ἐκ τοῦ παραδείγματος, ὅτι πολὺ μᾶλλον αὐτῶν ἢ τῶν πετεινῶν τοῦ οὐρανοῦ τῆς τροφῆς φροντιεῖ ὁ οὐράνιος αὐτῶν Πατήρ. Πατέρα δὲ καλῶν οὐράνιον, δόγμα μέγιστον ἐξεπαίδευεν. Ὄντος γὰρ Πατρὸς σωμάτων τοῦ τὴν σάρκα σπείραντος ἑκάστῳ, ὄντος δὲ καὶ Πατρὸς οὐρανίου τοῦ τὴν λογικὴν καὶ νοερὰν δύναμιν ἐν ἡμῖν ὑποστησαμένου, τί χρὴ μεριμνᾷν; Οὐχὶ ἀκριβῶς πεπεῖσθαι, ὅτι πολὺ πρότερον ἡμῶν ὁ κατὰ φύσιν καὶ κρείττων πατὴρ προνοήσεται ἢ τῶν πετεινῶν τοῦ οὐρανοῦ, ἃ διὰ τὴν αὐτοῦ πρόνοιαν μέχρι καὶ αὐτῶν ἐκτεινομένην, τοσαύτης ἐξ ἑτοίμου τροφῆς εὐπορεῖ, ὡς εὐτραφῆ καὶ ἰσχυρὰ καὶ ἐῤῥωμένα τυγχάνειν; Κατὰ δὲ τὸν Λουκᾶν λέγων ὁ Κύριος· Κατανοήσατε τοὺς κόρακας, πλεῖόν τι ἐμφαίνει. Τοῖς μὲν γὰρ σπερμολόγοις τῶν πτηνῶν ἑτοιμοτέρα ἐστὶ τροφὴ, τοῖς δὲ σαρκοβόροις, ὥσπερ οἱ κόρακες, δυσχερεστέρα· ἀλλ' ὅμως οὐδὲ