3
ὑποδείγματα καὶ τὴν ἀπόδειξιν. Ζήλωσον ἃ θέλεις, ἢ διάκονος ἔσο πτωχῶν, ἢ ἐραστὴς δογμάτων Χριστοῦ. Εἰ δὲ δύνα σαι ἀμφότερα ζηλῶσαι, ἑκατέρωθεν ἀποφέρῃ τὸν καρπὸν τῆς σωτηρίας. Πρῶτος μέντοι ἐστὶν ὁ πνευ ματικὸς λόγος, τὰ δὲ λοιπὰ πάντα δεύτερα. Μαρία γὰρ, φησὶ, τὴν ἀγαθὴν μερίδα ἐξελέξατο. Ἂν τοίνυν καὶ σὺ θέλῃς μύστης εἶναι Χριστοῦ, παρακαθέζῃ μὲν αὐτοῦ τοῖς ποσὶ, δέχῃ δὲ αὐτοῦ τὸ Εὐαγγέλιον, καταλείψεις αὐτοῦ ὅλον τὸν βίον, καὶ ἀμερίμνως διοί σεις· ἐπιλησθήσῃ δὲ καὶ τοῦ ἰδίου σώματος, καὶ οὕτω δυνήσῃ προσδιαλέγεσθαι αὐτοῦ τοῖς θεωρήμα σιν, ἵνα ζηλώσῃς Μαρίαν, καὶ τὴν ἀνωτάτω καρπώσῃ δόξαν. Προσευχόμενος δὲ, ὅρα μὴ ἄλλα ἀντ' ἄλλων αἰτήσῃς, καὶ παροργίσῃς τὸν Κύριον, μὴ χρήματα, μὴ δόξαν ἀνθρωπίνην, μὴ δυναστείαν, μὴ ἄλλο τι τῶν παρερχομένων· ἀλλὰ αἴτει τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ πάντα τὰ πρὸς τὴν χρείαν τοῦ σώματος αὐτός σοι παρέξει, καθώς φησιν αὐτὸς ὁ Κύριος· Ζητεῖτε τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ τὴν δι καιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσε ται ὑμῖν. Προσευχῆς δὲ, ἀγαπητὲ, δύο εἰσὶ τρόποι· ὁ μὲν ὁ τῆς δοξολογίας μετὰ ταπεινοφροσύνης· δεύ τερος δὲ ὁ τῆς αἰτήσεως ὑποβεβηκώς. Προσευχόμενος οὖν, μὴ εὐθέως ἐπὶ αἴτησιν ἔρχου· εἰ δὲ μήγε, δια βάλλεις σου τὴν προαίρεσιν, ὡς ὑπὸ τῆς χρείας ἀναγκαζόμενος προσεύχῃ τῷ Θεῷ. Ἀρχόμενος τοίνυν προσευχῆς, κατάλιπε σεαυτὸν, γυναῖκα, τέκνα· ἔασον τὴν γῆν, ὑπέρβηθι οὐρανὸν, κατάλιπε πᾶσαν τὴν 31.1329 κτίσιν ὁρατήν τε καὶ ἀόρατον, καὶ ἄρξαι ἀπὸ δοξο λογίας τοῦ ποιήσαντος τὰ πάντα, καὶ ὅταν δοξολογή σῃς αὐτὸν, μὴ πλανώμενος τὸν νοῦν ὧδε κἀκεῖσε, μηδὲ Ἑλληνικῶς μυθολογῶν, ἀλλ' ἀπὸ τῶν ἁγίων Γραφῶν ἐκλεγόμενος, καὶ λέγων· Εὐλογῶ σε, Κύριε, τὸν μακρόθυμον, καὶ ἀνεξίκακον, τὸν καθ' ἑκάστην ἡμέραν μακροθυμοῦντά μοι πλημμελοῦντι, καὶ δόντα ἐξουσίαν πᾶσιν ἡμῖν μετανοίας. ∆ιὰ γὰρ τοῦτο σιω πᾷς, καὶ ἀνέχῃ ἡμῶν, Κύριε, ἵνα σε δοξολογῶμεν τὸν οἰκονομοῦντα τοῦ γένους ἡμῶν τὴν σωτηρίαν· ποτὲ μὲν διὰ φόβων, ἄλλοτε δὲ διὰ παραινέσεων, ποτὲ δὲ διὰ προφητῶν, ὕστερον δὲ διὰ τῆς παρουσίας τοῦ Χριστοῦ σου ἐπισκεψάμενος ἡμᾶς. Σὺ γὰρ ἔπλασας ἡμᾶς, καὶ οὐχ ἡμεῖς. Σὺ εἶ ὁ Θεὸς ἡμῶν. Ὅταν δὲ δοξολογήσῃς ἀπὸ τῶν Γραφῶν, ὡς δύνα σαι, καὶ ἀναπέμψῃς αἶνον πρὸς τὸν Θεὸν, τότε ἄρ χου μετὰ ταπεινοφροσύνης, καὶ λέγε· Ἐγὼ μὲν, Κύριε, οὐκ εἰμὶ ἄξιος ἐπὶ σοῦ φθέγξασθαι, διότι σφόδρα ἁμαρτωλὸς τυγχάνω. Κἂν μὴ σύνοιδάς τι σεαυτῷ φαῦ λον, οὕτω χρή σε λέγειν. Οὐδεὶς γὰρ ἀναμάρτητος εἰ μὴ μόνος ὁ Θεός. Πολλὰ γὰρ ἁμαρτάνοντες, τὰ πλεῖστα οὔτε συνίεμεν. ∆ιὰ τοῦτο φησὶν ὁ Ἀπόστολος· Οὐδὲν ἐμαυτῷ σύνοιδα, ἀλλ' οὐκ ἐν τούτῳ δεδικαίωμαι· τουτέστι, πολλὰ ἁμαρτάνω, καὶ οὐ συνιῶ. Ὅθεν καὶ ὁ Προφήτης φησί· Παραπτώματα τίς συνήσει; Ὥστε οὖν οὐ ψεύδῃ ἁμαρτωλὸν σεαυτὸν εἰπών. Εἰ γὰρ συνιεῖς, καὶ αὐτῷ τούτῳ ἁμαρτάνεις, τῷ λέγειν, ὅτι Οὐκ εἰμὶ ἁμαρτωλός· ἀλλὰ μᾶλλον λέγε, ὅτι Ὑπὲρ τοὺς ἁμαρτωλοὺς πάντας ἐγώ εἰμι ὁ παρα βαίνων τὸ θεῖον πρόσταγμα τὸ κελεῦον· Ὅταν πάντα κατορθώσητε, λέγετε, ὅτι Ἀχρεῖοι δοῦλοί ἐσμεν· ἃ γὰρ ὀφείλομεν ποιῆσαι, πεποιήκαμεν. Οὕτω σε δεῖ λογίζεσθαι διαπαντὸς, ὅτι Ἀχρεῖός εἰμι· καὶ πάλιν· Τῇ ταπεινοφροσύνῃ ἀλλήλους ἡγούμενοι ὑπερ έχοντας ἑαυτῶν. Προσεύχου οὖν τῷ Θεῷ μετὰ φόβου καὶ ταπεινοφροσύνης. Ὅταν οὖν ἀποτείνῃς λόγον τα πεινοφροσύνης, καὶ εἴπῃς· Εὐχαριστῶ σοι, Κύριε, ὅτι μου ἐμακροθύμησας τοῖς παραπτώμασι, καὶ ἕως τοῦ νῦν ἀτιμώρητόν με εἴασας· ἐγὼ μὲν γὰρ ἄξιος ἤμην πάλαι μυρία δεινὰ παθεῖν, καὶ ἀποῤῥιφῆναι ἀπὸ τοῦ προσώπου σου, ἡ δὲ ἀνεξίκακός σου φιλανθρω πία ἐμακροθύμησεν ἐπ' ἐμοί· εὐχαριστῶ σοι, εἰ καὶ μὴ τυγχάνω αὐτάρκης πρὸς εὐχαριστίαν τῆς σῆς ἀνεξικακίας· καὶ ὅταν τὰ δύο μέρη ἀποπληρώσῃς τῆς δοξολογίας καὶ ταπεινοφροσύνης, τότε λοιπὸν αἴ τησον ὃ ὀφείλεις αἰτῆσαι· μὴ πλοῦτον, καθὼς προεῖ πον, μὴ δόξαν ἐπίγειον, μὴ ὑγείαν σώματος. Αὐτὸς γάρ σε ἔπλασε, καὶ κήδεταί σου τῆς σωτηρίας, καὶ οἶδε πῶς ἑκάστῳ συμφέρει, εἴτε ὑγιαίνειν,