1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

3

πελάγει, εἰ μὴ ὑπῆρχε τῷ προστάγματι τοῦ κτίσαντος πεπεδημένη; Ὅτι δὲ ἀληθὲς τοῦτο ἔργῳ ἡμᾶς ἔπεισαν Σέσωστρις ὁ Αἰγύπτιος καὶ ∆αρεῖος ὁ Μῆδος. Τὸ γὰρ Αἰγύπτιον καὶ τὸ Ἰνδικὸν ἐπιχειρήσαντες συνάψαι πέλαγος, οὐκ ἠδυνήθησαν. Οὕτως ὑπάρχει κοιλοτέρα τῆς Ἐρυθρᾶς θαλάσσης ἡ Αἴγυπτος. Προσέταξεν οὖν συναχθῆναι εἰς συναγωγὴν μίαν, καὶ μὴ ἀπὸ ταύτης ἄλλην γενέσθαι θάλασσαν, ἀλλὰ τῇ πρώτῃ ἀπομεῖναι συλλογῇ. Πολλὰ γὰρ ἦν ................... ὕδατα ............. κοιλότητες ............ 713 συλλογὴν καὶ αἱ φάραγγες. Τὸ δὲ, καὶ τὰ συστήματα τῶν ὑδάτων ἐκάλεσε θαλάσσας, τοὺς κόλπους σημαίνει τοὺς κατὰ τὸ ἴδιον σχῆμα ὑπὸ τῆς περικειμένης γῆς ἀπολειφθέντας· οἷον θάλασσα βόρειος, θάλασσα νότιος, ἑῴα, ἑσπέρια πελάγη, καὶ τούτων ὀνόματα ἰδιάζοντα, Πόντος Αἰγαῖος, Ἰώνιος, Σαρδωνικὸν, Σικελικὸν, Τυῤῥήνιον. Οὐ τὰ τυχόντα δὲ τῶν ὑδάτων ἀθροίσματα εἰς μίαν κατέληξε θάλασσαν, ἤτοι σύστασιν, ἀλλὰ τὰ μέγιστα καὶ ἐξέχοντα· οὐ γὰρ καὶ τὰ τελματιαῖα καὶ λίμνια χρὴ νοεῖν. Ὥσπερ γὰρ τὸ πῦρ καὶ εἰς μικρὰ κατακεκερματισμένον ἐστὶ καὶ ἀθρόον ὑπὸ τοῦ ἀέρος κέχυται, οὕτω καὶ ἐπὶ τοῦ ὕδατος, εἰ καὶ μικραί τινές εἰσι διῃρημέναι συστάσεις, ἀλλὰ μία γε ἐστὶ συναγωγὴ, ἡ τὸ ὅλον στοιχεῖον τῶν λοιπῶν ἀποκρίνουσα. Πηγὴ γάρ ἐστι τῆς περὶ γῆν ἁπάσης νοτίδος τὸ τῆς θαλάσσης ὕδωρ, καὶ πᾶσα ἡ γῆ ὑπόνομός ἐστι, καὶ διὰ πόρων ἀφανῶν διαδίδοται, καθὼς δηλοῦσι τόποι τινὲς τῆς ἠπείρου ὕπαντροι. Ἡ γὰρ ῥοώδης θάλασσα διὰ τόπων στενῶν διατρέχουσα, ἐπειδὰν σκολιαῖς καὶ ὀρθίοις ἐξόδοις ἐναπολειφθῇ, ὠθουμένη τῇ βίᾳ τοῦ πνεύματος τῆς γῆς ἀποῤῥήσσει τὴν ἐπιφάνειαν, καὶ ἐπὶ τὸ ἔξω προελθοῦσα, γίνεται πότιμος ἐκ τῆς διηθήσεως μεταβληθεῖσα εἰς γλυκύτητα. Πάλιν δὲ ἐπειδὰν θερμοῖς τόποις ἐναπολειφθῇ πρὸς τὴν ἔξοδον, τῇ αὐτῇ αἰτίᾳ ἑλκομένη ὑπὸ τοῦ πνεύματος ζέουσα γίνεται. Αὕτη καὶ τῶν ἀερίων ὑδάτων πηγὴ καθέστηκε· διὰ νεφῶν γὰρ ἀνελκόμενα αὐτῆς τὰ ὕδατα, καὶ ὑπὸ τῆς ἡλιακῆς ἀκτῖνος θαλπόμενα, καὶ τῇ σκιᾷ τοῦ νέφους καταψυχθέντα, καὶ ἐξ αὐτοῦ τοῦ ὕψους αἰθριασθέντα γλυκαίνεται, καὶ καταψεκάζει τὴν ἤπειρον. Τῇ δ' αὐτῇ ἡμέρᾳ καὶ βλαστῆσαι βοτάνην χόρτου τὴν γῆν ὁ Θεὸς προσέταξεν· Σπεῖρον σπέρμα κατὰ γένος, καὶ ξύλον κάρπιμον ποιοῦν καρπὸν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ. Καὶ ἔτι καὶ νῦν ἡ τάξις τῶν φυομένων μαρτυρεῖ τῇ πρώτῃ διακοσμήσει. Ἡ γὰρ βλάστησις καθηγεῖται πάσης βοτάνης, καὶ πάσης πόας· νοτίδας γὰρ συμμέτρως καὶ θερμὴν ἐχούσης τῆς γῆς, τὸ σπέρμα εἰς αὐτὴν καταβάλλεται, καὶ γίνεται χαῦνον καὶ πολύσπορον, καὶ τῆς περὶ αὐτὸ γῆς ἀρξάμενον πρὸς αὐτὸ ἐπισπᾶται τὰ οἰκεῖα καὶ σύμφυλα, καὶ πιαινόμενον ἐπὶ πλεῖον πλατύνεται· ὥστε ῥιζοῦσθαι μὲν εἰς τὸ κάτω, προκύπτειν δὲ εἰς τὸ ἄνω, καὶ ἰσαρίθμους ταῖς ῥίζαις τοὺς καλάμους προβάλλεσθαι. Θαλπομένου δὲ ἀεὶ τοῦ βλαστήματος, συρομένη διὰ τῶν ῥιζῶν ἡ νοτὶς, ὑπὸ τῆς θέρμης συνεπάγεται τῆς γῆς τὸ τρόφιμον· καὶ καταμερίζεται τοῦτο εἰς καλάμην, καὶ φλοιὸν, καὶ τὰς θήκας τοῦ σίτου, καὶ εἰς αὐτὸν τὸν σῖτον, καὶ τοὺς ἀνθέρικας. Ἡ δὲ καλάμη τοῦ σίτου κονδύλοις διαζώννυται, ἵν' ὡς σύνδεσμοί τινες τῶν σταχύων τὸ βάρος φέρωσιν. Ἔστι δὲ καὶ ἡ καλάμη διάκενος, ὅπως θήκη τοῦ κόκκου γένηται, πρὸς τὸ μὴ τοῖς σπερμολόγοις ὑπάρχειν εὐδιάρπαστον. Τοὺς δὲ ἀνθέρικας ἀντὶ ἀκίδων προβέβληται, ἵνα τῶν μικρῶν ζώων τὰς βλάβας εἴργωσιν. Ὁ δὲ βρόμος δι' ὅλου κενὸς καθέστηκεν, ἐπειδὴ τὴν κεφαλὴν οὐ βαρύνεται. Καὶ εἰ 716 συνεβλάστησε τοῖς τροφίμοις τὰ δηλητήρια, οἷον ἐλλέβορος, καὶ ἀκόνιτον, καὶ μανδραγόρας, καὶ τῆς μήκωνος ὁ ὀπὸς, οὐδὲν τούτων εἰς χρῆσιν ἀργὸν παρείληπται. Τὸ μὲν κώνιον οἱ ψᾶρες βόσκονται διὰ τὴν κατασκευὴν τοῦ σώματος· λεπτοὺς γὰρ ἔχοντες τοὺς ἐπὶ τὴν καρδίαν πόρους, ἀποπέμψαι τὸ καταποθὲν φθάνουσι· τὸν δὲ ἐλλέβορον ἐσθίουσιν ὄρτυγες, καὶ οὐχ ὑφίστανται βλάβην, ἰδιότητα