1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

18

Πάλιν οὖν συμφορᾷ χαλεπῇ ὑποβάλλει αὐτοὺς πρὸς τὸ τὴν ἀποικίαν στείλασθαι. Οἱ δὲ οὐδ' οὕτως εἶξαν τοῦ Θεοῦ τῷ βουλήματι, τὴν εὐφορίαν τῆς γῆς οὐ κατ' εὐμένειαν τοῦ Θεοῦ, ἀλλὰ κατ' ἰδίαν ἰσχὺν περιεῖναι αὐτοῖς ὑπελάμβανον. Ταύτην δὲ τὴν οἴησιν ἔχειν αὐτοὺς Νεβρὼθ ἔπειθεν ὁ γίγας, τολμηρός τις ὢν, καὶ κατὰ χεῖρα γενναῖος, ὃς καὶ, τοῦ Θεοῦ ἀποστήσας αὐτοὺς, αὐτῷ τῷ σέβας περιποιεῖσθαι αὐτοὺς ἠνάγκασε, καὶ δὴ πύργον αὐτοὺς ἐπιτρέπει τεκτήνασθαι τῷ ὕψει τοῦ οὐρανοῦ ἐπιψαύοντα, ἀπειλῶν τὸν Θεὸν ἀνταμύνασθαι, εἰ πάλιν τῷ κόσμῳ ἐπενέγκῃ κατακλυσμόν. Τοῦ γοῦν πλήθους πολλῇ σπουδῇ τῇ μανίᾳ συνεργοῦντος αὐτῷ, καὶ λόγου θᾶττον τὸν πύργον κατασκευάζοντος, ὁ Θεὸς τὴν διάλεκτον αὐτῶν παραχρῆμα συνέχεε, καὶ ὑπὸ τῆς ἀνομοιογλωσσίας διεσκεδάσθησαν, κἀκ τούτου ὁ τόπος Βαβυλῶνα τὴν κλῆσιν εἴληφεν, τῶν Ἑβραίων τὴν σύγχυσιν Βαβυλὼν ὀνομαζόντων. Ἕκαστος γοῦν τὴν προστυγχάνουσαν γῆν κατελάμβανε, καὶ ἐπλήρουν πᾶσαν παράλιόν τε καὶ ἤπειρον, ἔτι δὲ καὶ τὰς νήσους· τὸ γὰρ πέλαγος πλοίοις διαπορθμεύοντες ταύταις ἐγκαθωρμίζοντο. Ἔνια γοῦν τῶν ἐθνῶν σώζει τὰς προσηγορίας τῶν κτισάντων, ἔνια δὲ καὶ μετέβαλε, τῶν Ἑλλήνων μετὰ ταῦτα κρατησάντων, καὶ ἰδίοις ὀνόμασι καλλωπισάντων τὰ ἔθνη, καὶ νόμους δὲ αὐτοῖς οἰκείους ἔθεσαν πρὸς τὴν δόξαν τῆς κτίσεως σφετερίσασθαι αὐτοὺς, ὡς μηδεμίαν ὑπόνοιαν προγενεστέρων καταλιπεῖν τοῖς μετέπειτα. Ἐγένοντο οὖν τῷ Νῶε τρεῖς υἱοὶ, Σὴμ, Χὰμ, Ἰάφεθ· ἀπὸ Ταύρου καὶ Ἀμμανοῦ τῶν ὀρῶν ἀρξάμενοι ᾤκησαν, καὶ προῆλθον ἐπὶ μὲν τῆς Ἀσίας ἄχρι ποταμοῦ Τανάϊδος, ἐπὶ δὲ τῆς Εὐρώπης ἄχρι Γαδείρων. Εἰσὶ δὲ οὗτοι· Γαμὲρ, ὅστις Γαμαρεῖς, τοὺς νῦν Γαλάτας, συνέστησεν· Ἀγὼδ Μαγώδεις, τοὺς νῦν Σκύθας· Ἀδαῒ Μαδαίους, τοὺς νῦν Μήδους· Οὐὰν Ἰωνίαν, καὶ τοὺς Ἕλληνας· Ὀβὲλ Θεοβέλους,τοὺς νῦν Ἴβηρας· Ὀσὸχ Μεσχηναίους, τοὺς νῦν 756 Καππαδόκας· Θέρας τοὺς Θείρας, τοὺς νῦν Θρᾷκας. Ἐγένοντο δὲ καὶ τῷ Γαμὲρ υἱοὶ τρεῖς· Σχανὰξ, ἐξ οὗ Ἀσχαναξαῖοι, οἱ νῦν Ῥηγῖνες· Ῥιφὰθ, ἐξ οὗ. Ῥφαθέοι, οἱ νῦν Παφλαγόνες· Θυγραμμάϊς, ὃς συνέστησεν Θυγραμμεῖς, τοὺς νῦν Φρύγας. Υἱοὶ δὲ τῷ Ἰωούα τρεῖς, Ἐλισασὰ, ἀφ' οὗ Ἀλισαῖοι, οἱ νῦν Αἰολεῖς· Θαρσῆς, ἀφ' οὗ Θαρσεῖς, οἱ νῦν Κύλικες· οὕτω γὰρ τὸ παλαιὸν ἡ Κιλικία ἐκαλεῖτο· ἔτι γὰρ καὶ νῦν Θαρσῆς ἡ μητρόπολις αὐτῆς καλεῖται· Χεθεὶμ Χεθειμὰ τὴν νῆσον, ἣν ἄρτι Κύπρον προσονομάζουσιν· ἀπ' αὐτῆς γὰρ πᾶσαν νῆσον καὶ τὴν παράλιον Ἑβραῖοι Ἠθθὼ καλοῦσιν. Οἱ δὲ υἱοὶ τοῦ Χὰμ, τὴν ἀπὸ Συρίας, καὶ Ἀμμανοῦ, καὶ Λιβάνου τῶν ὀρέων γῆν κατέσχον, ὅσα πρὸς θάλασσαν αὐτὴν τέτραπτο καταλαβόντες, καὶ τὰ μέχρι τοῦ Ὠκεανοῦ ἐξιδιωσάμενοι. Καὶ ἐνίων μὲν παντελῶς αἱ προσηγορίαι ἠμείφθησαν, ἐνίων δὲ εἰς ἑτέρας ἐνημείφθη δυσεπιγνώστους· ὀλίγων δὲ ἔτι αἱ ὀνομασίαι ἀκέραιοι σώζονται. Εἰσὶ δὲ υἱοὶ τοῦ Χὰμ οἵδε· Χοῦς, ἐξ οὗ Χουσαῖοι, οἱ νῦν Αἰθίοπες· Μεστρὲμ, ἐξ οὗ Μεστραῖοι, οἱ νῦν Αἰγύπτιοι· Φοὺτ, Φουτοὶ, οἱ νῦν Λίβυες, καὶ ἔτι τοῦ δεῦρο ὁ παρὰ Μαύροις ποταμὸς καὶ ἡ σύνεγγυς χώρα αὐτοῦ Φουτοὶ καλοῦνται. Ἐκλήθησαν δὲ Λίβυες τὸ ἔθνος, καὶ ἡ χώρα ἑνὸς τῶν ἀπὸ Μεστρὼν υἱῶν ὀνόματι Λίβυος βασιλεύσαντος αὐτῶν. Τῷ δὲ Χοῦς ἐγένοντο υἱοὶ ἑπτά· Σαβὰτ, ἀφ' οὗ Σαβάκιοι, οἵτινες ἄχρι τοῦ δεῦρο τὴν ὀνομασίαν ἅμα τῇ χώρᾳ σώζουσιν· Εὐιλὰτ, ἐξ οὗ Εὐιλαῖοι, οἱ νῦν γε Τοῦλοι· Σαβὰθ, ἐξ οὗ Σαβαθηνοὶ, οἱ νῦν Ἀστάβαροι· Ῥεγμαρὰ, ἐξ οὗ Ἀλλαῖοι, οἱ ἔτι καὶ νῦν ταύτην τὴν κλῆσιν ἔχουσιν· Ἰουδαδὰν, ἐξ οὗ Ἰουδαδαῖοι, Αἰθιοπικὸν ἔθνος ὁμώνυμον μέχρι νῦν τῷ προπάτορι· Σεβεκαθὰ, ἐξ οὗ Σαβακτηνοὶ, οἳ καὶ αὐτοὶ ὁμώνυμοι· Νεβρὼδ οὗτος, μείνας ἐν τῇ Βαβυλῶνι, πρῶτος αὐτοῖς ἐτυράννησεν. Μεστρὲμ υἱοὶ ὀκτὼ, οἵτινες τὴν ἀπὸ Γάζης καὶ ἕως Αἴγυπτον κατέσχον γῆν. Τοῦ δὲ Φιλιστιεὶμ ἡ χώρα τότε κατεῖχεν ἕως τινὸς τὴν ὁμωνυμίαν, ὕστερον δὲ ἐκλήθη Παλαιστίνη. Ἐγένοντο δὲ καὶ τῷ Χανὰν παῖδες ἕνδεκα· Σιδὼν πρωτότοκος,