1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

4

οὐκ ἰσχύσουσιν. Ἀφ' οὗ ἂν ἐγερθῇ ὁ οἰκοδεσπότης, καὶ ἀποκλείσῃ τὴν θύραν, καὶ ἄρξησθε ἔξω ἑστάναι, καὶ κρούειν τὴν θύραν, λέγοντες· Κύριε, Κύριε, ἄνοιξον ἡμῖν· καὶ ἀποκριθεὶς ἐρεῖ ὑμῖν· Οὐκ οἶδα ὑμᾶς πόθεν ἐστέ. ΠΡΟΣ ΚΟΡ. βʹ. Ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος, ἰδοὺ νῦν ἡμέρα σωτηρίας μηδεμίαν ἐν μηδενὶ διδόντες προκοπὴν, ἵνα μὴ μω μηθῇ ἡ διακονία, ἀλλ' ἐν παντὶ συνιστῶντες ἑαυτοὺς, ὡς Θεοῦ διάκονοι. ΠΡΟΣ ΓΑΛ. Ἄρα οὖν ὡς καιρὸν ἔχομεν, ἐργαζώμεθα τὸ ἀγαθὸν πρὸς πάντας.

ΟΡΟΣ Βʹ.

Ὅτι ἀδύνατον δουλεῦσαι Θεῷ τὸν καὶ τοῖς ἀλλοτρίοις τῆς θεοσεβείας ἐπιμιγνύμενον πράγμασιν.

Κεφάλαιον αʹ. ΜΑΤΘΑΙΟΣ. Οὐδεὶς δύναται δυσὶ κυρίοις δου λεύειν· ἢ γὰρ τὸν

ἕνα μισήσει, καὶ τὸν ἕτερον ἀγαπήσει· ἢ ἑνὸς ἀνθέξεται, καὶ τοῦ ἑτέρου καταφρονήσει. Οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ. ΠΡΟΣ ΚΟΡ. βʹ. Μὴ γίνεσθε ἑτεροζυ γοῦντες ἀπίστοις. Τίς γὰρ μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ; ἢ τίς κοινωνία φωτὶ πρὸς σκότος; τίς δὲ συμφώνησις Χριστῷ πρὸς Βελίαλ; ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου; τίς δὲ συγκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων; Ὅτι τὸν ὑπακούσαντα τῷ Εὐαγγελίῳ δεῖ πρῶ τον καθαρισθῆναι ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς 31.705 καὶ πνεύματος, ἵνα οὕτως εὐπρόσδεκτος τῷ Θεῷ γένηται ἐν τοῖς τῆς ἁγιωσύνης κατορθώμασιν. Κεφάλ. βʹ. ΜΑΤΘΑΙΟΣ. Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φα ρισαῖοι ὑποκριταὶ, ὅτι καθαρίζετε τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τῆς παροψίδος, ἔσωθεν δὲ γέμου σιν ἐξ ἁρπαγῆς καὶ ἀκρασίας. Φαρισαῖε τυφλὲ, καθάρισον πρῶτον τὸ ἐντὸς τοῦ ποτη ρίου καὶ τῆς παροψίδος, ἵνα γένηται καὶ τὸ ἐκτὸς αὐτῶν καθαρόν. ΠΡΟΣ ΚΟΡ. βʹ. Ταύτας οὖν ἔχοντες τὰς ἐπαγγελίας, ἀγαπητοὶ, καθαρίσω μεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ Θεοῦ. Ὅτι ἀδύνατον μαθητὴν τοῦ Κυρίου γενέσθαι τὸν προσπαθῶς ἔχοντα πρός τι τῶν παρόντων, ἢ ἀνεχό μενόν τινος τῶν καὶ ἐπ' ὀλίγον ἀφελκόντων ἐντολῆς Θεοῦ. Κεφάλ. γʹ. ΜΑΤΘΑΙΟΣ. Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ, οὐκ ἔστι μου ἄξιος. Καὶ ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ ἐμὲ, οὐκ ἔστι μου ἄξιος. Καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὑτοῦ, καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος ... Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὑτοῦ, καὶ ἀκολουθείτω μοι. Ὃς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὑτοῦ σῶσαι, ἀπολέσει αὐτήν.

ΟΡΟΣ Γʹ. Ὅτι πρώτη καὶ μεγάλη ἐντολὴ ἐν τῷ νόμῳ ὑπὸ τοῦ Κυρίου

ἐμαρτυρήθη, ἀγαπᾷν τὸν Θεὸν ἐξ ὅλης τῆς καρδίας· καὶ δευτέρα, ἀγαπᾷν τὸν πλησίον ὡς ἑαυτόν.

Κεφάλ. αʹ. ΜΑΤΘΑΙΟΣ. Ὁ δὲ Ἰησοῦς ἔφη αὐτῷ· Ἀγαπήσεις Κύριον τὸν Θεόν

σου ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ ἐξ ὅλης τῆς ἰσχύος σου, καὶ ἐξ ὅλης τῆς διανοίας σου. Αὕτη ἐστὶν ἡ πρώτη καὶ μεγάλη ἐντολή· δευτέρα δὲ ὁμοία, αὕτη· Ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν. Ὅτι ἔλεγχος τοῦ μὴ ἀγαπᾷν τὸν Θεὸν, καὶ τὸν Χρι στὸν αὐτοῦ, τὸ, τὰς ἐντολὰς αὐτοῦ μὴ τηρεῖν· ἀπόδειξις δὲ τοῦ ἀγαπᾷν, ἡ τήρησις τῶν ἐντολῶν τοῦ Χριστοῦ, ἐν ὑπομονῇ τῶν αὐτοῦ παθη μάτων μέχρι θανάτου. Κεφάλ. βʹ. ΙΩΑΝΝΗΣ. Ὁ ἔχων τὰς ἐντολάς μου, καὶ τη 31.708 ρῶν αὐτὰς, ἐκεῖνός ἐστιν ὁ ἀγαπῶν με. Ὁ μὴ ἀγαπῶν με, τοὺς λόγους μου οὐ τηρεῖ. Ἐὰν τὰς ἐντολάς μου τηρήσητε, μενεῖτε ἐν τῇ ἀγάπῃ μου, καθὼς ἐγὼ τὰς ἐντολὰς τοῦ Πατρός μου τε τήρηκα, καὶ μένω αὐτοῦ ἐν τῇ ἀγάπῃ. ΠΡΟΣ ΡΩΜ. Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλίψις; ἢ στενοχωρία; ἢ διωγμός; ἢ λιμός; ἢ γυμνότης;